[Τί ἐστιν ἰατρική.] Ὅροις μὲν ἐχρήσαντο οἱ λογικοί· ὑπογραφαῖς δὲ οἱ ἐμπειρικοί· τὸ δὲ περὶ τούτων ζητεῖν φιλοσόφοις μόνοις ἁρμόζει· ἁπλῶς δὲ καἰ οὕτως ὡρίσαντο οἱ παλαιοὶ ἰατροὶ τὴν ἰατρικὴν, ἢ ὑπέγραψαν. ἰατρική ἐστι κατὰ μὲν Ἱπποκράτην πρόσθεσις καὶ ἀφαίρεσις· πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων ἐπὶ ἀνθρωπίνων σωμάτων. ὃν γάρ τινες ὅρον ἰατρικὸν ᾠήθησαν, οὐκ ἔστιν ὄρος· τό τε μὴ παράπαν ἀπαλλάσσειν τῶν νόσων τοὺς κάμνοντας καὶ τὸ τὰς σφοδρότητας ἀμβλύνειν καὶ τὸ τοῖς κεκρατημένοις μὴ ἐγχειρεῖν. οὐ γὰρ ἐξ ὧν μὴ δύνανται αἱ τέχναι, ἀλλ᾿ ἐξ ὧν δύνανται οἱ ὅροι αὐτῶν εἰσιν. ἐρεῖ γὰρ αὐτῆς ὅσα μὴ δύναται, οὐ τὰ μὴ ὑπάρχοντα αὐτῇ ὁρίζει. οἱ δὲ νεώτεροι οὕτως ὡρίσαντο. ἰατρική ἐστιν ἐπιστήμη, ὑγιείας μὲν τηρητικὴ, νόσων δὲ ἀπαλλακτικὴ, οὐκ ὀρθῶς. οὐ γὰρ αὐτὴ ταῦτα ἐνεργεῖ, ἀλλ᾿ ἐξ ὧν ἐνεργεῖ ταῦτα ἀποτελεῖται καὶ οὐκ ἀεί. διὸ οὐκ ἐκ τούτων συνέστηκεν, ἀλλ᾿ ἐκ τῶν ὑπ᾿ αὐτῆς ἀεὶ παραλαμβανομένων. ταῦτα δέ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις. ὥσθ᾿ ἅπερ λαμβάνει ἡ ἰατρικὴ, ταῦτα εἶπεν αὐτὴν εἶναι ὁ Ἱπποκράτης, οἷς ἐπί τε τῶν ὑγιαινόντων χρῆται, ὅταν τὴν ὑγείαν αὐτῶν συντηρῇ, καὶ ἐπὶ τῶν νοσούντων, ἵνα τῶν νόσων ἀπαλλάττωνται· ἃ τοίνυν ἀεὶ ἐνεργεῖ, ταῦτά ἐστι τὰ συνιστάντα αὐτὴν, οὐ τὰ ἀπὸ τούτων ἀποτελούμενα. ἕτερον γάρ τί ἐστιν ἡ τέχνη καὶ ἕτερον τὸ τέλος αὐτῆς. οὗ γὰρ ἐφίεται, τοῦτο ἄλλο τί ἐστι παρὰ ταύτην, ἀμέλει καὶ οὐκ ἀεὶ τοῦτο σὺν αὐτῇ ἔχει. διὸ μέχρι μὴ τυγχάνει αὐτοῦ, οὐδὲ τὸ τέλος αὐτῆς λέγεται, ἀλλὰ σκοπὸς, ὅταν δὲ τύχῃ, τέλος. οὕτως οὖν καὶ κυβερνητικὴ καὶ τοξικὴ οὐκ ἀπὸ τῶν τελῶν ὁρίζονται. οὐ γὰρ ἀεὶ τούτου τυγχάνουσιν, ἀλλ᾿ ἐξ ὧν συνεστήκασι καὶ δι᾿ ὧν ἐνεργοῦσιν, ἵνα τῶν τελῶν περιγίνωνται. δοκεῖ δὲ τοῖς μετὰ Ἱπποκράτην σχεδὸν ἅπασιν οὗτος ὁ ὄρος ὀρθῶς ἔχειν. Ἡροφίλῳ δὲ, ὅτι ἰατρική ἐστιν ἐπιστήμη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων. τριῶν γὰρ τούτων γνῶσιν ἔχει, ὑγιεινῶν μὲν ὅσα τῶν κατασκευαζόντων τὰ ἐν ἀνθρώπῳ οὕτως ἔχειν, ἐξ ὧν εὖ ἡρμοσμένων πρὸς ἄλληλα τὸ ὑγιαίνειν συνίσταται. νοσωδῶν δὲ τῶν τὴν ὑγιεινὴν ἁρμονίαν διαλυόντων. οὐδετέρων δέ ἐστιν ἅπαντα τὰ προσφερόμενα ἐν ταῖς νόσοις βοηθήματα καὶ ἡ ὕλη αὐτῶν.  ταῦτα γὰρ πρὶν ἢ παραληφθῆναι ὑπὸ τοῦ ἰατροῦ, οὐδέτερά ἐστιν, οὐδὲ ὑγιεινὰ οὐδὲ νοσώδη. [Πόσα μέρη ἰατρικῆς.] Μέρη ἰατρικῆς τὰ μὲν πρῶτά ἐστι, τό τε φυσιολογικὸν καὶ τὸ αἰτιολογικὸν, ἢ παθολογικὸν καὶ τὸ ὑγιεινὸν καὶ τὸ σημειωτικὸν καὶ τὸ θεραπευτικόν. Ἀθήναιος δὲ ἀντὶ τοῦ σημειωτικοῦ τὸ ὑλικὸν τάττει, ὅ ἐστιν ἐν τῷ θεραπευτικῷ. ἄνευ γὰρ τοῦ ὑλικοῦ τὸ θεραπευτικὸν οὐκ ἂν εἴη. σημείωσις δὲ καὶ εἰς θεραπείαν μὲν ἀναγκαία, ἀλλ᾿ οὐκ ἔστιν αὐτὴ ἡ θεραπεία. διὰ γὰρ τῆς ὕλης ἡ θεραπεία συντελεῖται καὶ τὸ μὲν ὑλικὸν ἄνευ θεραπείας οὐδὲν ἕτερον συμβάλλεται. τὸ δὲ σημειωτικὸν καὶ ἄνευ θεραπείας ἀναγκαῖον πρὸς τὸ εἰδέναι τίνα θεραπευτικὰ καὶ τίνα ἀθεράπευτα καὶ περιΐστασθαι αὐτὰ, ὅπως μὴ ἐπιβαλλόμενοι ἀδυνάτοις σφαλλώμεθα. ἔστι δὲ καὶ τῶν πέντε μερῶν τῆς ἰατρικῆς ὑποδιαίρεσις ἑκάστου. φυσιολογικὸν μὲν οὖν ἐστιν αὐτῆς μέρος, ἐν ᾧ περὶ τῆς φύσεως τοῦ ἀνθρώπου διαλαμβάνομεν. διαιρεῖται δὲ εἰς τὸν περὶ τῶν στοιχείων λόγον, ἐξ ὧν συνέστηκεν ὁ ἄνθρωπος, καὶ εἰς τὸν περὶ γενέσεως καὶ διαπλάσεως ἐμβρύου καὶ τρίτον εἰς τὴν τῶν ἐκτὸς μερῶν τοῦ σώματος ἐπίσκεψιν, ὅτε ἀνατέμνομεν, ἢ ὀστεολογοῦμεν. αἰτιολογικὸν δὲ ἐστιν, ὃ καὶ παθολογικὸν, ἐν ᾧ τὰ παρὰ φύσιν ἐξετάζομεν καὶ τὰς αἰτίας τῶν νόσων ἐρευνῶμεν καὶ τὰς συνδρομὰς τῶν συμπτωμάτων καὶ τὰς καταστάσεις τῶν παθῶν πολυπραγμονοῦμεν. ἄνευ γὰρ τούτων οὐκ ἔστιν ὀρθῶς ἐνίστασθαι πρὸς αὐτὰ τὴν θεραπείαν. διαιρεῖται δὲ καὶ τὸ ὑγιεινὸν μέρος τῆς ἰατρικῆς εἴς τε τὸ συντηρητικὸν ὑγείας καὶ εἰς τὸ προφυλακτικὸν τῶν νόσων καὶ εἰς τὸ ἀναληπτικὸν ἀπὸ τῶν νόσων. διαιρεῖται δὲ καὶ τὸ σημειωτικὸν εἰς τρία, εἴς τε ἐπίγνωσιν τῶν παρεληλυθότων καὶ εἰς τὴν ἐπίσκεψιν τῶν συνεδρευόντων καὶ εἰς πρόγνωσιν τῶν μελλόντων. τὸ δὲ θεραπευτικὸν ὁμοίως καὶ αὐτὸ εἰς τρία διαιρεῖται, εἴς τε δίαιταν καὶ χειρουργίαν καὶ φαρμακείαν. [Εἰ ἀναγκαία ἡ εἰς τὰ πέντε μέρη τῆς ἰατρικῆς διαίρεσις.] Τὸ μὲν οὖν φυσιολογεῖν ἀναγκαῖόν ἐστιν, ὅτι οὐχ οἷόν τε τὰ παρὰ φύσιν εἰδέναι μὴ πρότερον ἐπιστάμενον τὰ κατὰ φύσιν. παρὰ γὰρ τὴν τούτων φύσιν συνίσταται τὰ νοσήματα. τὸ δὲ αἰτιολογεῖν καὶ παθολογεῖν καὶ αὐτὰ ἀναγκαῖα· τὸ μὲν ἵνα τὰς αἰτίας τῶν παθῶν ἴδωμεν, πρὸς ἃς δεῖ ἐνίστασθαι, τὸ δὲ ἵνα καὶ αὐτὰ πάθη γνωρίζωμεν τὰ κατωνομασμένα τοῖς παλαιοῖς καὶ τὰς καταστάσεις αὐτῶν. εὔχρηστος δὲ καὶ ἡ τῶν συμπτωμάτων συνεδρευόντων τοῖς πάθεσιν ἐπίγνωσις· ἀπὸ γὰρ τῆς τούτων συνελεύσεως, ἣν συνδρομὴν καλοῦσιν οἱ ἐμπειρικοὶ, τὰ πάθη εἰδοποιοῦνται. ἀλλ᾿ οἱ μὲν ἐμπειρικοὶ ἐπὶ ταῖς συνδρομαῖς ἐτήρησαν τὰ πρὸς ἕκαστον συμπτώματα ἁρμόζοντα· τοῖς δὲ μεθοδικοῖς τὰ πάθη ἐνδείκνυται τὴν θεραπείαν, ὡς τοῖς λογικοῖς τὰ αἴτια. ἐξετάζουσι δὲ οὐδὲν ἧττον οἱ λογικοὶ καὶ τὰ πάθη καὶ τὰς συνδρομάς. τὸ δὲ πᾶν τοῖς αἰτίοις παρέχουσιν, αἰτίων δὲ τὰ μὲν προκαταρκτικὰ, τὰ δὲ συνεκτικὰ, τὰ δὲ συνεργὰ, τὰ δὲ συναίτια, τὰ δὲ προηγούμενα. προκαταρκτικὰ μὲν οὖν ἐστιν ὅσα προκατάρχει καὶ ποιήσαντα ἀπαλλάσσεται, ὡς ψύξις, κόπος, ἔγκαυσις, ἀπεψία· συνεκτικὸν δὲ αἴτιόν ἐστιν, οὗ παρόντος πάρεστι καὶ τὸ νόσημα καὶ ἐξαιρουμένου λύεται, ὡς σκόλοψ καὶ βέλος· συναίτιον δὲ τὸ καθ᾿ αὑτὸ μὲν δυνάμενον ποιεῖν τὸ πάθος, ποιοῦν δὲ καὶ σὺν ἑτέρῳ, ὡς λίθος ἐν κύστει καὶ φλεγμονή. ἀμφότερα γὰρ ἰσχουρίας αἴτια. δύναται δὲ καὶ καθ᾿ ἑαυτὸ ἑκάτερον τὴν ἐποχὴν τῶν οὔρων ἐπιφέρειν. συνεργὸν δέ ἐστι μέρος αἰτίου, καθ᾿ ἑαυτὸ μὲν οὐ δυνάμενον ἐπιτελέσαι τὸ πάθος, συνεργαζόμενον δὲ ἑτέρῳ, ὡς συνεργεῖ λαγνεία πρὸς ἀρθρῖτιν καὶ εἰρεσία πρὸς αἵματος ἀναγωγήν. προηγούμενον δέ ἐστι αἴτιον τὸ ὑπὸ τοῦ προκαταρκτικοῦ ἢ κατασκευαζόμενον ἢ συνεργούμενον, οἷον πλεονασμὸς αἵματος γίνεται μὲν ὑπὸ πλήθους τροφῆς, προηγεῖται δὲ τῆς κατ᾿ Ἐρασίστρατον παρεμπτώσεως, ἥτις ἐστὶ συνεκτικὴ αἰτία τῶν νοσημάτων πάντων· ἄνευ δὲ τοῦ προηγουμένου οὐ γίνεται. τὸ δ᾿ ὑγιεινὸν οὐ μόνον ὡς μέρος ἰατρικῆς, ἀλλὰ καὶ ὡς κάλλιον τοῦ θεραπευτικοῦ προτάττεται αὐτοῦ. πολὺ γὰρ ἄμεινον τοῦ ἀπαλλάξαι τῆς νόσου τὸ μηδὲ τὴν ἀρχὴν ἐᾶσαι νοσῆσαι. ὥσπερ καὶ κυβερνήτῃ αἱρετώτερον τὸ πρὶν ἐς χειμῶνα ἐμπεσεῖν διαπεραιώσασθαι ἢ χειμασθέντα καὶ κινδυνεύσαντα ἐκφυγεῖν. διαφέρει δὲ ἐν τῷ ὑγιεινῷ πάλιν τὸ ἐν ὑγείᾳ διατηρῆσαι τοῦ προφυλάξαι νόσους ἐπιούσας. τὸ μὲν γὰρ διὰ τῆς συνήθους διαίτης περιγίνεται, τὸ δὲ ἤδη δεῖται θεραπευτικῶν βοηθημάτων εἰς τὸ προκαταλαμβάνεσθαι καὶ προδιαλῦσαι, μέλλουσαν συνίστασθαι νόσον. ὅσα γὰρ ἤδη γενόμενα πάθη ἰᾶται, ταῦτα καὶ πρὶν ἢ γενέσθαι κωλύει συστῆναι. ὁμοίως δὲ καὶ τὸ ἀναληπτικὸν τούτων διαφέρει. ὁ γὰρ ἀναλαμβάνων οὐκέτι μὲν παρὰ φύσιν ἔχει, οὔπω δὲ κατὰ φύσιν, ἀλλ᾿ ὁδεύει, ἄρτι ἀπαλλαγεὶς τοῦ παρὰ φύσιν, εἰς τὸ κατὰ φύσιν, διόπερ ἑτέρας ἀγωγῆς δεῖται, οὔτε θεραπευτικῆς, οὐ γὰρ νοσεῖ, οὔτε τῆς ἐπὶ τῶν ὑγιαινόντων, οὔπω γὰρ τελείως ὑγιαίνει. διὸ οὐ δύναται ἐπ᾿ αὐτῶν παραλαμβάνεσθαι, οἷα καὶ ὅσα ἐπὶ τῶν ὑγιαινόντων. ὁ δὲ σημειωτικὸν μέρος τῆς ἰατρικῆς ἀναγκαιότατόν ἐστιν εἰς θεραπείαν τὴν κατὰ δίαιταν. τά τε γὰρ προγεγονότα συμπτώματα καὶ τὰ παρόντα πολυπραγμονοῦμεν εἰς τὸ εὑρεῖν τὴν αἰτίαν τῆς νόσου. ἀναγκαιότατον  δὲ καὶ εἰς τὸ προγνῶναι, εἴτε ὀλέθριον εἴτε περιεστηκὸς εἴη τὸ νόσημα. ὁμοίως δὲ καὶ τὰ κατὰ χειρουργίαν καὶ τὰ διὰ φαρμάκων θεραπευόμενα, οὔτε ἄνευ σημειώσεως συντελεῖται καὶ τὰ ἐπ᾿ αὐτῶν ὁμοίως δεῖται τῆς προγνωστικῆς σημειώσεως πρὸς τὸ εἰδέναι τίνα αὐτῶν ἀθεράπευτά ἐστι καὶ τίνα θεραπευτὰ μὲν, βλάπτοντα δὲ μεγάλως, ἢ ἀναιροῦντα ἐὰν θεραπευθῇ. τοῦ θεραπευτικοῦ δὲ διαιρουμένου εἴς τε δίαιταν καὶ φαρμακείαν καὶ χειρουργίαν, δίαιτα μέν ἐστιν ἀγωγὴ διαφορητικῶν καὶ προσθετικῶν καὶ συμπεπτικῶν βοηθημάτων, παραλαμβανομένη μὲν ἐπὶ τῶν νοσούντων πάντων, τὸ δὲ κῦρος ἔχουσα ἐπὶ τῶν πυρεττόντων. χειρουργία δέ ἐστι μόριον τοῦ θεραπευτικοῦ διὰ τομῶν καὶ καύσεων καὶ τῆς περὶ τὰ ὀστᾶ διορθώσεως ὑγιάζουσα τοὺς ἀνθρώπους. φαρμακεία δέ ἐστιν εἶδος θεραπείας διὰ ψιλῶν φαρμάκων τά τε ἐντὸς πάθη καὶ τὰ ἐκτὸς ἰωμένη. δεῖ μὲν γὰρ καταλλήλου διαίτης, ποτὲ δὲ καὶ χειρουργίας προσδεομένη, ὥσπερ γε ἡ χειρουργία καὶ δίαιτα προσχρῶνται φαρμακείᾳ. ἄνωθεν οὖν ἀπὸ φυσιολογίας ἀρκτέον, ἐπειδή περ οὔτε ἐν ὑγιείᾳ συντηρεῖν, οὐδὲ ἐπὶ τῶν νοσούντων αἰτιολογεῖν, οὐδὲ σημειοῦσθαι, οὐδὲ θεραπεύειν ὀρθῶς δύναιτ᾿ ἄν τις, μὴ ἐπεσκεμμένος ἐκ τίνων στοιχείων ὁ ἄνθρωπος συνέστηκε καὶ πῶς τρεπομένων τούτων παρὰ τὴν ἐξ ἀρχῆς φύσιν αἱ νόσοι γίνονται. [Περὶ στοιχείων ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκεν.] Συνέστηκε τοίνυν ὁ ἄνθρωπος ἀκολούθως τοῖς φυσικοῖς καθ᾿ Ἱπποκράτην ἐκ τῶν κοσμικῶν τῶν πρώτων στοιχείων, ἐκ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· οὐχ ὡς ἐκ τούτων αὐτῶν, ἀλλὰ ἐκ τῶν ἀναλόγων αὐτοῖς συνεστῶτος τοῦ ἀνθρώπου. ἐν δὲ τῷ διαλύεσθαι εἰς ταῦτα τὰ πρῶτα ἀναλύεται, καθὼς αὐτὸς ὁ Ἱπποκράτης ἔφη· καὶ πάλιν ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑωϋτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ ἀνθρώπου, τό τε ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμόν. τοιαύτη δὲ καὶ τῶν ζώων ἐστὶν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων. γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως. συνίσταται γὰρ αὐτῶν ἡ φύσις ἀπὸ τούτων τῶν εἰρημένων καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα εἰς τὸ αὐτό· ὅθεν περ συνέστηκεν ἕκαστον, ἐνταῦθα καὶ ἀπεχώρησεν. καθὰ καὶ Ὅμηρος ἔφη, Ἀλλ᾿ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. δηλῶν τὴν εἰς ταῦτα διάλυσιν. ὡς δὲ ἐκ τῶν δευτέρων καὶ ἐγγὺς ὄντων τῇ ἀνθρωπίνῃ φύσει, ἐκ τῶν τεσσάρων χυμῶν, αἵματος καὶ φλέγματος καὶ χολῆς ξανθῆς τε καὶ μελαίνης συνεστάναι φασὶ τὸν ἄνθρωπον, διότι ἐν τῇ πρώτῃ διαπλάσει τοῦ ἐμβρύου, ἔκ τε τοῦ γόνου καὶ τοῦ παρὰ τῆς μητρὸς ἐπιῤῥέοντος αἵματος διὰ τοῦ οὐραχοῦ ἡ σύστασις γίνεται τοῦ τικτομένου. ἐν δὲ τούτοις ἦσαν οἱ τέσσαρες χυμοί. οἱ δὲ ἐκ τῶν τριῶν καὶ συνθέτων τὸν ἤδη γενώμενον ἄνθρωπον ἐκ τῶνδέ φασι συγκεῖσθαι, ἔκ τε τῶν ὑγρῶν καὶ ξηρῶν καὶ πνευμάτων. καλεῖ δὲ αὐτὰ Ἱπποκράτης ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα. ἴσχοντα μὲν οὖν ἐστιν ὅσα στερεὰ, ὀστᾶ καὶ νεῦρα καὶ φλέβες καὶ ἀρτηρίαι, ἔξ ὧν οἵ τε μύες καὶ αἱ σάρκες καὶ πᾶς ὁ τοῦ σώματος ὄγκος πέπλεκται, τῶν τε ἐντὸς καὶ τῶν ἐκτὸς τὰ συγκρίματα. ἰσχόμενα δέ ἐστι τὰ ὑγρὰ τὰ ἐν τοῖς ἀγγείοις ἐμφερόμενα καὶ κατὰ πᾶν τὸ σῶμα διεσπαρμένα, ἅπερ καλεῖ Ἱπποκράτης χυμοὺς τέσσαρας τοὺς προειρημένους. ἐνορμῶντα δέ ἐστι τὰ πνεύματα. πνεύματα δὲ κατὰ τοὺς παλαιοὺς δύο ἐστὶ, τό τε ψυχικὸν καὶ τὸ φυσικόν. οἱ δὲ Στωϊκοὶ καὶ τρίτον εἰσάγουσι τὸ ἑκτικὸν, ὅ καλοῦσιν ἕξιν. καὶ Ἐρασίστρατος δὲ ὡς ἀρχὰς καὶ στοιχεῖα ὅλου σώματος ὑποτιθέμενος τὴν τριπλοκίαν τῶν ἀγγείων, νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, παραλείπει τά τε ὑγρὰ καὶ τὰ πνεύματα. δυσὶ γὰρ ὕλαις ταῦτα διοικεῖσθαι λέγει τὸ ζῶον, τῷ μὲν αἵματι ὡς τροφῇ, τῷ δὲ πνεύματι ὡς συνεργῷ εἰς τὰς φυσικὰς ἐνεργείας. οὐ παραλαμβάνει δὲ αὐτὰς ὡς ἀρχάς. πολλὰ δὲ καὶ ἄλλα τῶν σωμάτων εἴδη εὑρίσκεται, οὐκ ἐκ τῆς τριπλοκίας συγκείμενα, οἷον εὐθὺς ὁ ἐγκέφαλος καὶ ὁ μυελὸς καὶ πάντα τὰ ὀστᾶ. τὸν μὲν οὖν ἐγκέφαλον ἢ τὸν μυελὸν παρέγχυμα τροφῆς τολμᾷ λέγειν, ὡς τὴν πιμελὴν, καὶ τοῦ ἥπατος καὶ σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὐδὲ παρέγχυμα τῆς τροφῆς δύναιτ᾿ ἂν λέγειν, οὐδ᾿ ἐκ τῶν προειρημένων τριγενῶν ἀγγείων πεπλέχθαι. κατὰ δὲ Ἀσκληπιάδην στοιχεῖα ἀνθρώπου, ὄγκοι θραυστοὶ καὶ πόροι. κατὰ δὲ τὸν Ἀθήναιον στοιχεῖα ἀνθρώπου οὐ τὰ τέσσαρα πρῶτα σώματα, πῦρ καὶ ἀὴρ καἰ ὕδωρ καὶ γῆ, ἀλλ᾿ αἱ ποιότητες αὐτῶν, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ὧν δύο μὲν τὰ ποιητικὰ αἴτια ὑποτίθεται, τὸ θερμὸν καὶ τὸ ψυχρὸν, δύο δὲ τὰ ὑλικὰ, τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, καὶ πέμπτον παρεισάγει κατὰ τοὺς Στωϊκοὺς τὸ διῆκον διὰ πάντων πνεῦμα, ὑφ᾿ οὗ τὰ πάντα συνέχεσθαι καὶ διοικεῖσθαι. Ἱπποκράτης μὲν οὖν διὰ τριῶν κεχώρηκεν, εἰπὼν στοιχεῖα ἀνθρώπου ἴσχοντα, ἰσχόμενα, ἐνορμῶντα, δι᾿ ὧν τὰ πάντα τῶν μετ᾿ αὐτὸν περιείληφε στοιχεῖα καὶ τὴν κατὰ στοιχείων φυσιολογίαν τε καὶ αἰτιολογίαν τῶν παρὰ φύσιν· οἱ δὲ μετ᾿ αὐτὸν οὐκ οἶδ᾿ ὅπως μίαν οὖσαν τὴν θείαν ταύτην καὶ ἀληθῶς Ἀσκληπιοῦ ἰατρικὴν τριχῇ διανειμάμενοι καὶ διασπάσαντες τὰ ἐν αὐτῇ συμφυῆ μέρη, οἱ μὲν μόνοις  τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος. οἱ δὲ τὰ στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑποθέμενοι, τά τε φύσει συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν, ὡς Ἐρασίστρατος καὶ Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ Ἀρχιγένην μόνῳ τῷ διήκοντι δι᾿ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστάναι τε καὶ διοικεῖσθαι καὶ τὰ νοσήματα πάντα, τούτου πρωτοπαθοῦντος γίνεσθαι ἀπεφήναντο, ὅθεν καὶ πνευματικοὶ χρηματίζουσι. [Ὀνομασίαι τῶν ἐκτὸς μερῶν τοῦ σώματος.] Περὶ δὲ τῶν ἐκτὸς μερῶν τοῦ σώματος ἢ μορίων καὶ τίνες αἱ ὀνομασίαι αὐτῶν, πρῶτος μὲν ὁ Ἀριστοτέλης ὑπελάβετο διδάξαι τε καὶ συγγράψαι. ἀναγκαῖον δὲ καὶ τοῖς μεταγενεστέροις ἰατροῖς ἔδοξε καὶ αὐτοῖς τὰ αὐτὰ πραγματεύεσθαι, ὅπως μὴ τὴν χεῖρα ἐπιφέροντες δεικνύωσιν ἕκαστον τῶν μερῶν ἢ τῶν μορίων, ἀλλ᾿ ἐκ τῆς ὀνομασίας αὐτάρκη ἔχωσι τὴν δήλωσιν αὐτῶν. μάλιστα δὲ τοῦτο οἱ περὶ Ἐρασίστρατον ἐζήλωσαν, ὡς Ἀπολλώνιος ὁ Μεμφίτης καὶ Ξενοφῶν ὁ πρὸ αὐτοῦ. διαιροῦσι τοίνυν τὸ ὅλον σῶμά οἱ μὲν Αἰγύπτιοι ἰατροὶ εἰς τέσσαρα, κεφαλὴν, χεῖρας, θώρακα καὶ σκέλη, οἱ δὲ ἄλλοι εἰς πλείονα καταδιαιροῦντες τὰ προειρημένα τέσσαρα εἰς ἕτερα μέρη τοῦ ὅλου, οὐχ ὡς ἐκείνων μόρια. κεφαλῆς γοῦν τὸ μὲν πᾶν κύτος μέρος ἂν λέγοιτο τοῦ ὅλου σώματος. ταύτης δὲ μόρια τὸ μὲν ἔμπροσθεν ὑπὲρ τὰς ὀφρῦς ψιλὸν τριχῶν ἀπὸ ὠτὸς ἐπὶ οὖς μέτωπον καλεῖται, τὸ δὲ ἐπάνω τούτου τετριχωμένον βρέγμα. τὰ δὲ παρ᾿ ἑκάτερα τούτου ἐπάνω τῶν ὤτων κρόταφοι. τὸ δὲ ὑπὲρ τὸ βρέγμα κατὰ μέσον τῆς κεφαλῆς κορυφὴ, ἀφ᾿ ἦς καὶ δοκεῖ ἄρχεσθαι ἡ ἔκφυσις τῶν τριχῶν, ὡς ἀπὸ κέντρου κύκλος. τὸ δὲ μετὰ τὴν κορυφὴν ἐκ τῶν ὄπισθεν ὡς ἐπὶ τοὺς τένοντας καταβαῖνον ἰνίον. ἐκ δὲ τῶν ἔμπροσθεν πρόσωπον μὲν τὸ ὑπὸ μέτωπον πᾶν λέγεται, περιοριζόμενον ὠσὶ καὶ ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι μέχρι γενείου. ἄρχεται δὲ ἀπ᾿ ὀφρύων· καθ᾿ ἃ γὰρ λήγει τὸ μέτωπον ἀπὸ τῶν ἄνω κατιὸν, αἱ ὀφρύες διαδέχονται, οἷον πέρατα αὐτοῦ ὑπερέχοντα καὶ τετριχωμένα. καθ᾿ ἃ δὲ παρατείνει τὸ μέτωπον ἐπὶ τοὺς κροτάφους, ἐπὶ τοῖς πέρασιν αὐτοῦ, τὰ ὦτα τέτακται. τούτων δὲ τὰ μὲν ἀναπεπταμένα πτερυγώματα, τὰ δὲ ἀνακεκλασμένα εἰς τοὐπίσω ἐκ τῶν ἔμπροσθεν, αὐτοῖς τοῖς ἄκροις ἐπικαμπτόμενα κυβοειδῆ, ὑφ᾿ ἃ τὸ μὲν ἡμικύκλιον ἐμπεριφερὲς εἰς ὀξὺ ἐπανεστηκὸς ξυστὴρ ὀνομάζεται, τὸ δὲ ὑπὸ τὴν τούτων ὀξύτητα κοῖλον κογχίον. τὸ δὲ κατὰ μέσον στρογγύλον τρύπημα ἀκουστικὸς πόρος, ὑφ᾿ οὗ λοβίον μέν ἐστι τὸ ἀπηρτημένον τοῦ ὠτὸς πιμελῶδες. τὸ δὲ ὑπερκείμενον ἀντιλόβιον. ὑπὸ δὲ τὰς ὀφρῦς οἱ ὀφθαλμοί εἰσιν, ἃ καὶ ὄμματα καλεῖται, τὸ πᾶν σχῆμα μετὰ τῶν μορίων αὐτῶν. τούτων δὲ τὰ μὲν σκέποντα τὴν ἔνδον τῶν χιτώνων σύστασιν βλέφαρα καλεῖται, τὸ μὲν ἄνω, τὸ δὲ κάτω, συμβάλλοντα ἀλλήλοις πυκνῶς καὶ ἀκρονυγῶς εἰς ἀνάληψιν τῆς ὄψεως καὶ εἰς τὸ ἀπερύκειν τὰ πληκτικῶς προσπίπτοντα τοῖς ὀφθαλμοῖς, ἐπ᾿ ἀκριβὲς δὲ ὥσπερ ἐν τοῖς ὕπνοις, εἰς ἀποστροφὴν τῆς ὁρατικῆς δυνάμεως. πρὸς τὸ καθησυχάσαι τὸν ἄνθρωπον. βλεφάρων δὲ τὰ μὲν πρὸς τοῖς ὀφθαλμοῖς ὅλοις, καθὰ ἡ συμβολὴ αὐτῶν πρὸς ἄλληλα γίνεται, ταρσοὶ ὀνομάζονται, ἐξ ὧν ἐκπεφύκασι τρίχες, αἳ βλεφαρίδες λέγονται, ἀφ᾿ ὧν πεφύκασι τὰ ὀνόματα ἀπενεγκάμεναι. γεγόνασι δὲ πρὸς τὸ ἀπευθύνειν τὸ ὁρατικὸν πνεῦμα ἢ, ὥς τινες λέγουσι, τὰς ἔνδοθεν ἐκχεομένας ἀκτῖνας εἰς τὸ διορᾷν. ἀμέλει τούτων ἐκπεσουσῶν, κατακλωμένων, οὐκέτι ὁμοίως ἐπ᾿ εὐθὺ, οὐδὲ ἐπὶ μακρὸν δύναται βλέπειν τὸ ζῶον. τὰ δὲ ἐντὸς τοῦ ὀφθαλμοῦ πέρατα, καθ᾿ ἃ αἱ συμφύσεις τῶν βλεφάρων, κανθοὶ καλοῦνται, ὁ μὲν πρὸς τὴν ῥῖνα ὁ μέγας, μικρὸς δὲ ὁ πρὸς τὸ οὖς. τὸ δὲ μεταξὺ αὐτῶν, τὸ λευκὸν τοῦ ὀφθαλμοῦ, οὖ ἐν μέσῳ ἡ ἴρις κύκλος ποικίλος τοῖς χρώμασι, διὸ καὶ ἴρις ἐκλήθη, ἀπὸ τῆς πρὸς τὴν ὑπαίθριον ἴριν ἐμφερείας. ταύτης δὲ πάλιν τὸ μεσαίτατον κόρη, δι᾿ ἧς τὸ ὁρᾷν συντελεῖται. ἡ δὲ ῥὶς μεταξὺ τῶν ὀφθαλμῶν τέτακται, ταύτης δὲ τὰ μὲν ἑκατέρωθεν μυκτῆρες ἢ μυξωτῆρες καλοῦνται, δι᾿ ὧν ἀναπνεῖ τε καὶ ὀσφραίνεται τὰ ζῶα. μυκτήρων δὲ τὰ μὲν ἔξωθεν πτερύγια, τὸ δὲ διορίζον αὐτὰ κίων. ἑκατέρωθεν δὲ τῆς ῥινὸς τὰ μὲν κοῖλα ἰδίως, τὰ ὑπὸ τῆς ὀφθαλμοῖς κοῖλα καλεῖται, ἐξ ὧν λέγονταί τινες κοῖλοι. διὰ νόσους δὲ ταῦτα ἐπαίρεται ἐξ ἀπεψίας, ἢ δυσαρεστήματος. τὰ δὲ τούτοις ἐπανεστῶτα μεταξὺ ῥινὸς καὶ ὤτων μῆλα ὀνομάζεται, ἃ τοῖς εὐχρουστέροις καὶ ἐλευθεριωτέροις ἐν τῷ αἰδεῖσθαι ἐρυθριᾷ. σιαγόνες δὲ τὰ ὑπὸ τούτων κατιόντα, ὡς ἐπὶ τὸ γένειον καὶ ταύτῃ εἰς τὸ ὀξὺ αὐτοῦ ἀπολήγοντα. γένειον δὲ πᾶν τὸ ὑποκάτω τοῦ χείλους ἐν περιφερεῖ παραμήκει σχήματι. μύσταξ δὲ τὸ ὑπεράνω τοῦ χείλους, ὑπὸ τοὺς μυξωτῆρας, ὅπερ Ὅμηρος ὑπήνην ἐκάλεσε. στόμα δὲ τὸ ἀνὰ μέσον τῶν χειλῶν, ὑπ᾿ αὐτῶν συνιστάμενον καὶ συνεχόμενον. ἔοικε γὰρ ταῦτα οἶον συμπεφυκότα, εἶτα ἀποσχισθέντα τὸ στόμα ποιεῖν, διὸ καὶ φαίνεται οἱονεὶ ἄρτι διῃρημένα. τὸ δὲ ἐκδεχόμενον τὴν κεφαλὴν μέχρι τῶν ὤμων τὸ μὲν πᾶν τράχηλος λέγεται. τούτου δὲ τὰ μὲν ὄπισθεν ἰδίως τένοντες ὀνομάζονται. ὑπὸ δὲ τὸν τράχηλον ἑκατέρωθεν οἱ ὦμοί εἰσιν ἐπανεστῶτες, ὦν τὸ μὲν ἀνώτατον ἀκρώμιον καλεῖται, τὸ δὲ ἀπὸ τούτου εἰς τὸ ἔμπροσθεν κατακλεῖδες· μεταξὺ τούτων αἱ σφαγαί. ἀπὸ δὲ τῶν ὤμων αἱ  χεῖρες ἔρχονται παρηρτημέναι ἑκατέρα τῇ καθ᾿ αὑτὴν πλευρᾷ. τούτων δὲ τὸ μὲν ἀπὸ τοῦ ὤμου μέχρι ἀγκῶνος βραχίων καλεῖται. ἀγκὼν δὲ καθὰ συγκάμπτεται ἡ χεὶρ ὅλη, οὗ τὸ ἔξω μέρος κορωνὸν καὶ ὀλέκρανον ὀνομάζεται. τὸ δὲ μετὰ τοῦτο πῆχυς, ᾧ καὶ μετροῦσιν οἱ ἄνθρωποι. καθ᾿ ὃ δὲ τελευτᾷ ὁ πῆχυς καὶ ἄρθρον ποιεῖ πρὸς ἄκραν χεῖρα, καρπὸς καλεῖται καὶ τὸ μετὰ τοῦτο μετακάρπιον. εἶτα κόνδυλοι, ὅθεν ἄρχονται οἱ δάκτυλοι. δακτύλων δὲ ὁ μὲν μέγιστος ἀντίχειρ καλεῖται, διὰ τὸ ὅλῃ τῇ χειρὶ ἄκρᾳ συνεργοῦντα ἴσον αὐτῇ δύνασθαι. ὁ δὲ μετὰ τοῦτον λιχανὸς, ὡς ἔοικεν, ἀπὸ τῆς χρείας τοὔνομα ἔχων· ἐφεξῆς ὁ μέσος καὶ μετὰ τοῦτον ὁ παραμέσος, ὁ τοῖς ἰατροῖς ἀνακείμενος καὶ ἀπ᾿ αὐτῶν τοὔνομα κεκληρωμένος. ὁ δὲ ἐπὶ πᾶσι μικρὸς, καθ᾿ ὃ πάντων ἠλάττωται. τὸ μὲν οὖν ἀπὸ τοῦ καρποῦ ἄκρα χεὶρ λέγεται. ὑπτιαζούσης δὲ τὸ μὲν κατὰ τὸν ἀντίχειρα ἐπανεστηκὸς θέναρ καλεῖται, τὸ δὲ ἀντικείμενον αὐτοῦ ὑποθέναρ. τὸ δὲ ὑπὸ τὰς ἐκφύσεις τῶν δακτύλων στῆθος χειρός. τὸ δὲ μεταξὺ τούτων ἁπάντων κοῖλον χειρός. ἄνωθεν δὲ τὸ ὑπὸ τὸν τράχηλον πᾶν, ἐκ τῶν ἔμπροσθεν μέχρι λαγόνων, θώραξ καλεῖται. τούτου δὲ τὸ μὲν ὑπὸ τὰς κλεῖδας ἀμφοτέρωθεν καὶ τὰς χεῖρας, αἱ πλευραὶ, ἐξ ὧν καὶ πλευρὸν ἑκάτερον λέγεται, τὸ δὲ μεταξὺ τούτων στῆθος. καὶ τὸ μεσαίτατον αὐτοῦ στέρνον, μέχρι τοῦ χόνδρου, ὑφ᾿ ὃν τὸ στόμα τῆς κοιλίας· ὁ δὲ τόπος οὕτως καὶ ἔξωθεν λέγεται. ἐντεῦθεν δὲ τὸ ἐπιγάστριον ἀνέρχεται. τὰ δὲ ὑπὸ στόμα τῆς κοιλίας· κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν εἰκότως ὑποχόνδρια καλεῖται, ἐπεὶ κατὰ τὴν εὐθύτητα ὑπὸ τὸν χόνδρον ἐστὶ, ὡσανεὶ μετὰ τοῦτον. εἰσὶ δὲ μύες ἡπλωμένοι καὶ ὑπεστρωμένοι τῷ περιτοναίῳ, ἔξωθεν δὲ σκεπόμενοι τῷ δέρματι. ὁμωνύμως δὲ τούτοις καὶ τὰ ἔνδοθεν σπλάγχνα ὑποχόνδρια καλεῖται, ἐπειδὴ καὶ αὐτὰ ὑπὸ τοὺς χόνδρους ἐστὶ τῶν νόθων πλευρῶν καὶ οἷον ἐντὸς αὐτῶν. τὰ δὲ ἐκτὸς μέσα, τὰ κυρίως λεγόμενα ὑποχόνδρια, τὸ μὲν ἔμπροσθεν τῶν λαγόνων περιέχον τὸ ὑποχόνδριον, ἐπιγάστριον, τὸ δὲ ἑκατέρωθεν κενεών. τὸ δὲ μεσαίτατον τοῦ λαγόνος ὀμφαλός. τὸ δὲ ὑπὸ τοῦτον ἴτρον. εἶτα τὸ ἐφήβαιον, ὃ καὶ ἐπίσειον καλεῖται. εἰς ὃ τελευτᾷ ὁ θώραξ, ἔνθα καὶ τὰ αἰδοῖα τῶν ἀῤῥένων τέτακται καὶ τῶν θηλειῶν κατὰ τὴν διάφυσιν τῶν μηρῶν, ὅπως κρύπτηται ὑπὸ τούτων. τοῦ μὲν οὖν ἀρσενικοῦ τὸ προῦχον καυλός. τὸ δὲ ἄκρον αὐτοῦ βάλανος. καθ᾿ ὃ δὲ τετρύπηται πρὸς ἔκκρισιν, ἀπὸ τῆς χρείας οὐρήθρα ὀνομάζεται· τὸ δὲ σκέπον τὸ ἄκρον ποσθή. τὸ δὲ κάτω μέρος τοῦ καυλοῦ κατὰ μῆκος αὐτοῦ ῥαφή. τὸ δὲ διατεῖνον μέχρι τῆς ἕδρας ταῦρος καλεῖται. δίδυμοι δὲ καὶ ὄρχεις ἔνδοθέν τε καὶ ἔξωθεν ὀνομάζονται. καὶ ὄσχεον τὸ περὶ τοὺς διδύμους. τοῦ δὲ γυναικείου αἰδοίου, οὕτω γὰρ αὐτὸ οἱ παλαιοὶ ὠνόμαζον, αὐτὸς μὲν ὁ κόλπος κτεὶς καλεῖται. τὰ δὲ περιέχοντα τὸν κόλπον πτερυγώματα. τὸ δὲ μέσον τούτων κατὰ τὴν διασχίδα ἐκπεφυκὸς σαρκίδιον, νύμφη, ὃ καὶ διὰ τὸ προκύπτειν ἐπὶ πολὺ ἐκτομῆς ἀξιοῦται παρ᾿ Αἰγυπτίοις ἐπὶ τῶν παρθένων. κοινῶς δὲ τὸ στόμα τοῦ ἀπευθυσμένου διὰ τῆς ἕδρας ἐξερχόμενον, πρὸς τὸ ἐπέχειν ὁπότε βουλόμεθα τὰς ἐκκρίσεις, εὐχρηστεῖ· δακτύλιος δὲ ἀπὸ τοῦ σχήματος καὶ σφιγκτὴρ ἀπὸ τῆς ἐνεργείας κέκληται. τὸ δὲ ὑπὸ τὸν τράχηλον ἐκ τῶν ὄπισθεν, οὕτως ἔχει διαθέσεως τε καὶ ὀνομασίας. τὸ μὲν πᾶν νῶτα καλεῖται. ἐντεῦθεν δὲ τὰ μὲν ἑκατέρωθεν ὠμοπλάται, τὸ δὲ μεταξὺ αὐτῶν μετάφρενον, ᾧ καὶ στόμαχος ἔνδοθεν ὑπόκειται. τὸ δὲ μεσαίτατον τοῦ νώτου παντὸς ἄνωθεν μέχρι γλουτῶν, ῥάχις. ταύτης δὲ τὸ μὲν εὐθὺ ὑπὸ τὸ μετάφρενον ἄκνηστιν εἶπεν Ὅμηρος, ὃ καὶ διασαφῶν προσέθηκεν, — κατ᾿ ἄκνηστιν μέσα νῶτα. ἐπεὶ καὶ κατὰ εὐθεῖαν τοῦ μήκους μέσα εἰσὶ τὰ νῶτα καὶ τὸ μέσον ἐστὶ τοῦ μεταφρένου καὶ ὀσφύος. διαδέχεται οὖν ἡ ὀσφὺς, ἥτις ἰξὺς ὠνόμασται, καθ᾿ ὃ ζωννύμεθα. λήγει δὲ αὕτη εἰς τὸ ἱερὸν ὀστοῦν. παρ᾿ ἑκάτερα δὲ τούτου τὰ ἰσχία ἐστὶ, ἐφ᾿ οἷς οἱ γλουτοί. διὰ τὸ ὀστᾶ εἶναι τὰ ὑποκείμενα μέγιστα, ἔνθεν ὑπεστρώθη αὐτοῖς σώματα σαρκώδη. ὧν τὰ κυρτώματα ἐκ τοῦ περιφερῆ εἶναι, σφαιρώματα προσαγορεύεται. ἐντεῦθεν δὲ ἡνωμένον τὸ σῶμα διχοφυὲς γίνεται. διαμερίζεται γὰρ εἰς δύο, ἃ καλεῖται σκέλη, ὧν τὴν διασχίδα, διχάλαν οἱ παλαιοὶ λέγουσιν. ταῦτα δὲ ὅλα μὲν μέχρι περάτων, σκέλη λέγεται, τούτων δὲ τὰ μὲν ἀπὸ τῶν ἰσχίων εὐθὺς ἐρχόμενα μηροί. καθὸ δὲ μετὰ ταῦτα συμβάλλει τὰ κῶλα τοῖς ὑποκάτω καὶ ἄρθρον ποιεῖ, γόνυ καλεῖται. οὗ τὰ κατόπιν, ἰγνύα ἢ ἀγκύλη. τὰ δὲ ἐντεῦθεν, ἐπὶ τὰ κάτω μέγιστα κῶλα κνῆμαι. ὧν τὸ μὲν ἔμπροσθεν ἀντικνήμιον, τὸ δὲ ὄπισθεν γαστροκνήμη. τὰ δὲ πέρατα τῶν τῆς κνήμης ὀστῶν εἴς τε τὸ ἔνδον μέρος καὶ εἰς τὸ ἔξω ἐξέχοντα, σφυρὰ προσαγορεύεται. τὰ δὲ ἀπὸ τῶν σφυρῶν κυρίως πόδες λέγονται. ἀφ᾿ ὧν καὶ ἕτερον μέτρον ἑαυτοῖς οἱ ἄνθρωποι εὕραντο, τὸν πόδα ἄραντες. τῶν δὲ ποδῶν τὸ μὲν ὄπισθεν πτέρνα ὀνομάζεται. τὸ δὲ ἔμπροσθεν ἀπὸ τῶν σφυρῶν μέχρι δακτύλων ταρσὸς καλεῖται. τούτου δὲ τὸ μὲν ἔνδοθεν πρὸς ἀλλήλους ἀφορώντων τῶν ποδῶν, ὡς ἐπὶ τὸν μέγαν δάκτυλον, ἀρχόμενον ἀπὸ τοῦ ἔσω σφυροῦ, πεδίον. τὸ δὲ ὑπὸ τούτου εὐθὺς ἐν μέσῳ κατωτάτω τοῦ ποδὸς κοῖλον. τὸ δὲ κατώτατον, ἐφ᾿ ᾧ πατοῦμεν καὶ ᾧ ἐπιβαίνομεν, πέλμα. οὗ τὸ μὲν πρὸς τοὺς δακτύλους μετὰ τὸ κοῖλον ἐπανεστηκὸς, στῆθος ποδός. εἶτα οἱ δάκτυλοι,  ἰσάριθμοι μὲν τοῖς τῶν χειρῶν, οὐ τυχόντες δὲ τῶν αὐτῶν ὀνομάτων, διὰ τὸ μηδὲ τὰς αὐτὰς χρείας ἐπιτελεῖν, πλὴν ὅσα ἐκ τῆς κατὰ τὸ μέγεθος διαφορᾶς, ἢ ἐκ τῆς κατὰ τὴν θέσιν τάξεως.