<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="16"><p>[Περὶ τῶν ἐν ὀφθαλμοῖς συνισταμένων <lb/>παθῶν.] Πάθη δὲ περὶ μὲν τὸν ὅλον
                        ὀφθαλμὸν συνίσταται <lb/>τάδε. τάραξις, ὀφθαλμία, ἐπιφορὰ, φλεγμονὴ, οἴδημα,
                        <lb/>ἐμφύσημα, σκίῤῥωσις, χήμωσις, ἄνθραξ, στραβισμὸς, σπασμὸς, <lb/>παλμὸς,
                        μυωπίασις, γάγγραινα, σηπεδὼν, ἕλκος, σῦριγξ, <lb/>ξηροφθαλμία, ψωροφθαλμία,
                        σκληροφθαλμία, πρόπτωσις, <lb/>ἀτροφία. περὶ δὲ τοὺς ὑμένας τάδε ῥῆξις,
                        διάβρωσις, <lb/>διάτασις, ἀναστόμωσις, παχύτης, πυκνότης, ῥύσωσις, ἔκτασις,
                        <lb/>ἀραιότης. περὶ δὲ τὰ ἐντὸς μὲν βλεφάρων τραχύτης, <lb/>παχύτης,
                        σύκωσις, τύλωσις, σκληρία, χαλάζωσις, πλαδαρότης, <lb/>μύδησις, σάρκωσις,
                        πωρίασις. περὶ δὲ τὰ ἐκτὸς τῶν <lb/>βλεφάρων ὑδατίδες, λιθίασις, φθειρίασις,
                        μελικηρὶς, <lb/>γάγγραινα, φύματα, κολοβώματα. περὶ δὲ τὴν στεφάνην
                        <lb/>κριθὴ καὶ ποσθία, τριχίασις, διστιχία, τριστιχία, φαλάγγωσις,
                        <lb/>πύρωσις, πτίλωσις, ψωρίασις, μαδαρότης, παράλυσις. <lb/>κοινῶς δὲ πρὸς
                        ὅλα τὰ βλέφαρα, παράλυσις, πρόπτωσις, <lb/>ἐκτροπή. περὶ δὲ τοὺς κανθοὺς,
                        ἐγκανθὶς ἀγκύλη, <lb/>πτερύγιον, ῥοιὰς, πρόσφυσις. ἔξωθεν δὲ αἰγίλωψ,
                        ἀγχίλωψ. <pb n="768"/> περὶ δὲ τὸ λευκὸν ψυδράκιον ἕλκος, ὑπόσφαγμα,
                        ἀπόστασις, <lb/>χήμωσις, κοίλωμα, πτερύγιον, φάκωσις, ἴκτερος, πῶρος.
                        <lb/>περὶ δὲ τὴν ἴριν ἄργεμον, νεφέλιον, ἀχλὺς, ἐπίκαυμα, <lb/>ἕλκος,
                        βοθρίον, φλυκτὶς, μυιοκέφαλον, σταφύλωμα, ὑπόπυον, <lb/>ῥῆξις, οὐλὴ,
                        λεύκωμα, κοίλωμα, πρόπτωμα, ὄνυξ, <lb/>πύωσις, ἕλκωσις. περὶ δὲ τὴν κόρην
                        ὑπόχυσις, γλαύκωσις, <lb/>μυδρίασις, φθίσις, σύγχυσις, πλατυκορίασις,
                        ἀμαύρωσις, <lb/>ῥυτίδωσις, νυκτάλωψ, ἡμεράλωψ, μυωπίασις, διαπύησις.
                        <lb/>περὶ δὲ τοὺς πόρους ἀπόῤῥηξις, παρέμπτωσις, σύμπτωσις, <lb/>ἕλκωσις,
                        ἀνθράκωσις. τάραξις μὲν οὖν ἐστιν, ὅταν συγκινηθεὶς <lb/>ὁ ὀφθαλμὸς
                        ἐπιπολαίως καὶ μετρίως ἐπὶ τὸ ἐρυθρότερον <lb/>καταστῇ τελέως. ὀφθαλμία δέ
                        ἐστιν, ὅταν τὸ λευκὸν <lb/>ἐνερευθὲς ᾖ καὶ τὰ βλέφαρα ἐπηρμένα μετὰ τοῦ τήν
                        τε μύσιν <lb/>τῶν βλεφάρων ἐπαλγῆ εἶναι καὶ τὴν τῶν χειρῶν ἐπαφὴν
                        <lb/>ἐπώδυνον. φλεγμονὴ δέ ἐστιν ἐπίτασις τοῦ τε <lb/>ἐρυθήματος καὶ τῆς
                        ἐπάρσεως τῶν βλεφάρων, ὡς ἐπιπόνως <lb/>ἀναβλέπειν. ἐπιφορὰ δὲ κοινὸν ὄνομα
                        ἐπὶ παντὸς τοῦ σώματος <lb/>καὶ φλεγμονῆς σφοδρᾶς ἐπιφερομένης καὶ ῥευμάτων
                            ﻿<pb n="769"/> λάβρων ἐπιῤῥεόντων. ἰδίως δὲ ἐπὶ ὀφθαλμῶν λέγεται,
                        ἐπειδὰν <lb/>μετὰ φλεγμονῆς μεγίστης καὶ ῥεύματος πλῆθος ἐπιῤῥυῇ.
                        <lb/>οἴδημα δέ ἐστιν, ὅταν ἐπηρμένος καὶ ἀχρούστερος, ἢ καὶ <lb/>δυσκίνητος
                        ἐπιφαίνηται. ἐνίοτε δὲ καὶ τὸ λευκὸν ὑπὲρ τὸ <lb/>μέλαν ἐπαίρεται. ἐμφύσημα
                        δέ ἐστιν, ὅταν ἄφνω οἰδίσας ὁ <lb/>ὀφθαλμὸς ἀχρούστερος καὶ φλεγματωδέστερος
                        γένηται. γίνεται <lb/>δὲ ὡς ἐπίπαν πρεσβύταις, μάλιστα θέρους. σκίῤῥωσις
                        <lb/>δὲ γίνεται κατ᾿ ἐπίτασιν φλεγμονῆς χρονίου τῆς σαρκὸς <lb/>αὐξανομένης
                        καὶ ὑποπελιαζούσης. ῥευματίζεται δὲ ὁ ὀφθαλμὸς, <lb/>ὅταν μὴ μόνον ἐρυθρὸς
                        ᾖ, ἀλλὰ καὶ ὅταν πολὺ δάκρυον <lb/>ἐκκρίνῃ. ξηροφθαλμία δέ ἐστιν, ὅταν οἱ
                        κανθοὶ ἑλκώδεις <lb/>καὶ τραχύτεροι καὶ κνησμώδεις εἰσὶ καὶ τὰ βλέφαρα
                        <lb/>ἐρυθριᾷ καὶ δάκρυον ἁλμυρὸν καὶ νιτρῶδες διαστάζει. <lb/>σκληροφθαλμία
                        δέ ἐστιν, ὅταν τὰ βλέφαρα σκληρότερα <lb/>ᾖ καὶ αὐτὸς ὁ ὀφθαλμὸς δυσκίνητος
                        καὶ ἐνερευθής. πρόπτωσις <lb/>δέ ἐστιν, ὅταν ὁ ὀφθαλμὸς κινητὸς μετὰ
                        φλεγμονῆς <lb/>προπέσῃ. ἀτροφίαν δὲ λέγουσιν ὀφθαλμοῦ, ὅταν ἔξ ἀῤῥωστίας
                        <lb/>μακρᾶς, ἢ ἔκ τινος ἀδήλου αἰτίας, ὥσπερ ὀλίγον ἐξωθούμενος, <pb n="770"/> εἶτα κοιλαινόμενος κατὰ τὰς ῥίζας ἀλγῶν μικρότερος <lb/>γίνηται καὶ
                        ἀμυδρῶς, ἢ μηδ᾿ ὅλως βλέπῃ. τραχέα δὲ <lb/>τὰ βλέφαρα λέγεται, ὅταν
                        ἐκστραφέντα ἐναιμότερα φαίνηται <lb/>καὶ τραχύτερα καὶ σαρκωδέστερα καὶ
                        κεγχραμίσιν ὅμοια. <lb/>παχέα δὲ βλέφαρα τὰ ἐκστραφέντα τῶν κατὰ φύσιν καὶ
                        <lb/>σκληρότερα καὶ σαρκωδέστερα τῶν τραχέων φαινόμενα. σύκωσις <lb/>δέ
                        ἐστιν, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων σαρκωθείη <lb/>σαρκὶ παραπλήσιον μετὰ
                        ὑπεροχῆς καὶ ὁ ὀφθαλμὸς ἅπας <lb/>δυσκίνητος ᾖ. τύλωσις δέ ἐστιν, ὅταν τὰ ἐν
                        τοῖς βλεφάροις <lb/>τραχώματα διὰ παλαιότητα παχύτερα καὶ λευκότερα καὶ
                        <lb/>δυσαίσθητα ᾖ καὶ διὰ τοῦτο δυσαπότριπτα γένηται. σκληρίασις <lb/>δέ
                        ἐστιν ἔπαρμα μετ᾿ ἐρυθήματος ἐπὶ τὸ βλέφαρον <lb/>καὶ ὀδύνης, δυσαπότριπτον
                        καὶ χρονιώτερον φλεγμονῆς. χαλάζωσις <lb/>δέ ἐστι περιφερῆ τινα ἔνδοθεν τοῦ
                        βλεφάρου <lb/>ἐπάρματα περιγεγραμμένα, ἐοικότα τῇ χαλάζῃ. πλαδαρότης <lb/>δέ
                        ἐστι μαλακὰ οἶον σώματα παλαιά γε καὶ ἀχρούστατα <lb/>κατὰ τὰ ἐντὸς τῶν
                        βλεφάρων οὔπω τὸ τραχὺ ἔχοντα, διὸ <lb/>πλαδαρότης καλεῖται. μύδησις δὲ
                        κοινὸν ὄνομά ἐστι <pb n="771"/> σώματος, ἐκ σήψεως ἀπολλυμένων. γίνεται δὲ
                        τὸ αὐτὸ τοῦτο <lb/>καὶ περὶ τὰ βλέφαρα καὶ ὀγκωδέστερα φαίνεται καὶ συνεχῶς
                        <lb/>ῥευματίζεται, πλείονος πιμελῆς περὶ αὐτὰ γινομένης. <lb/>κριθὴ δὲ, ἣ
                        καὶ ποσθία λέγεται, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων <lb/>πρὸς ταῖς στεφανιαίαις
                        ὑπόπυον παράμηκες, ὅμοιον <lb/>κριθῇ κατὰ τὸ σχῆμα γένηται. γίνεται δὲ καὶ
                        ἄλλα μείζονα <lb/>κατὰ μέσα βλέφαρα κριθὴ λεγόμενα. λιθίασις δέ ἐστιν,
                        <lb/>ὅταν ἐκστραφέντων τῶν βλεφάρων ὅμοια πώροις περὶ τὰ βλέφαρα <lb/>ὑπάρχῃ
                        λευκὰ καὶ παχέα καὶ οἷον λίθοις ἐμφερῆ νύσσοντα τὸν <lb/>ὀφθαλμόν. φθειριᾷν
                        δέ φαμεν τὰ βλέφαρα, ὅταν περὶ τὰ <lb/>τετριχωμένα πλατέες πολλαὶ φθεῖρες
                        σμικραὶ γίνωνται. διτριχιᾷν <lb/>δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν ὑπὸ τὰς κατὰ
                        φύσιν <lb/>τρίχας ἄλλαι ὑποφυεῖσαι νύσσωσι τὸν ὀφθαλμὸν καὶ ῥευματίζωσι.
                        <lb/>πτίλωσις δέ ἐστιν, ὅταν ἄλλαι μὲν ὑποφύουσιν, αὗται <lb/>δὲ αἱ κατὰ
                        φύσιν συμπεσοῦσαι καὶ κατακλασθεῖσαι <lb/>νυγμοὺς παρέχουσι. φαλάγγωσις δέ
                        ἐστιν, ὅταν διστιχία, ἢ <lb/>τριστιχία τῶν ὑποφυομένων τριχῶν ᾖ ἐν τῷ ἄνω, ἢ
                        ἐν τῷ <lb/>κάτω βλεφάρῳ. παραλελύσθαι δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν <pb n="772"/> αὐτὸν ἐπιλείπωσιν αἱ φυσικαὶ κινήσεις καὶ μὴ δύνηται
                        ἀναβλέπειν, <lb/>ἢ κάτω βλέπειν, ἀναίσθητος δὲ ᾖ. πολλάκις δὲ καὶ <lb/>περὶ
                        μέρη τινὰ τοῦ ὀφθαλμοῦ τοῦτο συμβαίνει. ἐκτετράφθαι <lb/>δὲ λέγουσι τὰ
                        βλέφαρα, ὅταν ἐπὶ πλέον ἐκτραπῇ ἑλκωθέντων <lb/>ἐξοφθαλμιῶν. ἐγκανθίδα δὲ
                        λέγουσιν, ὅταν ἐξ ἑλκώσεως <lb/>ὑπερσαρκώσῃ ὁ κανθὸς πρὸς τὴν ῥῖνα. πάσχουσι
                        δὲ <lb/>τοῦτο μάλιστα οἱ θαλασσουργοί. πτερύγιον δὲ λέγουσιν, <lb/>ὅταν ἐπὶ
                        πλέον ἑλκωθέντος καὶ ὑπερσαρκώσαντος τοῦ λευκοῦ <lb/>ὑμὴν λεπτὸς καὶ
                        νευρώδης ἐπιδράμῃ τὸν ὀφθαλμὸν, <lb/>ἀρξάμενος ἀπό τινος τῶν κανθῶν, ἕως τοῦ
                        μέλανος καὶ τῆς <lb/>κορυφῆς ἐφάψηται. ῥοιὰς δὲ ἐστιν ἐπὶ ὀφθαλμῷ, ὅταν ἔκ
                        <lb/>τινος αἰτίας ἀδήλου ὁ κανθὸς παρέλθῃ, ἢ ἐκ χειρουργίας ἀρθῇ <lb/>καὶ
                        μηκέτι στέγειν τὸ δάκρυον οἷόν τε ᾖ, ἀλλὰ ῥευματίζεται. <lb/>προσφύεται δὲ
                        τὰ βλέφαρα ἢ τῷ λευκῷ ἢ τῷ μέλανι ἒξ ἑλκώσεως. <lb/>καὶ ἐὰν μὲν τῷ μέλανι
                        προσφυῇ, τελέως κωλύει <lb/>τὴν ὅρασιν, ἐὰν δὲ τῷ λευκῷ, ἧττον· καλεῖται δὲ
                        ἀγκύλωσις. <lb/>αἰγίλωπα δὲ λέγουσιν, ἢ ἀγχίλωπα, ὅταν ἀπόστημά τι γένηται
                        <lb/>πρὸς τῷ κανθῷ τῷ παρὰ τῇ ῥινὶ πῦον περιέχον, ἢ <pb n="773"/> λιπαῖνον
                        τὸ ὀστέον συῤῥηγνύμενον, ἢ εἰς κανθὸν, ἢ εἰς <lb/>ῥῖνα περιχεῖ τὸ ὑγρόν.
                        ψυδράκιον δ᾿ ἐστὶ κοινῶς λεγόμενον <lb/>περὶ πᾶν τὸ σῶμα καὶ περὶ τὸ λευκὸν
                        τοῦ ὀφθαλμοῦ γίνεται, <lb/>οἶον ἐξάνθημα ἐξ ἄκρου ἐρευθές. ἕλκος δὲ γίνεται
                        περὶ <lb/>τὸ μέλαν, ἢ τὸ λευκὸν, ὅταν ἡ ἐπιδερμὶς διαιρεθῇ μηνοειδὴς, <lb/>ἢ
                        στρογγύλη τὸ σχῆμα, κοιλότερον, ὁμόχρουν ἢ ὑπόλευκον. <lb/>ὑπόσφαγμα δὲ
                        λέγουσιν, ὅταν ὑπὸ πληγῆς ῥαγέντων <lb/>τῶν ἐν τῷ πρώτῳ χιτῶνι ἀγγείων
                        μεταξὺ τῆς κτηδόνος τοῦ <lb/>λευκοῦ καὶ τοῦ ἐντὸς χιτῶνος αἷμα ὑπέλθῃ, καὶ
                        παραχρῆμα <lb/>μὲν ἔναιμον ᾖ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕστερον δὲ πελιδνόν.
                        <lb/>χήμωσις δέ ἐστιν, ὅταν ἐκ φλεγμονῆς σφοδροτέρας ἀμφότερα <lb/>τὰ
                        βλέφαρα ἐκτραπῇ καὶ μὴ ὅλον σκέπῃ τὸν ὀφθαλμόν. <lb/>κυρίως δὲ χήμωσις
                        λέγεται, ὅταν τὸ λευκὸν ἑκατέρωθεν <lb/>τῆς ἴριδος φλεγμάνῃ, κατὰ δὲ τὴν
                        ἴριν κοιλαινόμενον, <lb/>ὅμοιον τοῖς σχήμασι τῇ καλουμένη χήμῃ. κοιλώματα δὲ
                        λέγεται <lb/>ἐπὶ ὀφθαλμοῦ ὅσα στρογγύλα καὶ κοῖλα ἕλκη πλατύτερα <lb/>τῶν
                        βοθρίων γίνεται ἐν αὐτῷ περὶ τὴν ἴριν. ἄργεμον <lb/>δέ ἐστιν, ὅταν κατὰ τὸν
                        τῆς ἴριδος κύκλον καὶ τὸ λευκὸν, ﻿<pb n="774"/> ἐνίοτε δὲ καὶ τὸ μέλαν,
                        ἕλκος γίνηται στρογγύλον καὶ <lb/>ὑπόλευκον. νεφέλιον δέ ἐστιν ἕλκος
                        ἐπιπόλαιον καὶ μικρῷ <lb/>μεῖζον ἀργέμου καὶ λευκόν. ἀχλὺς δέ ἐστι περὶ ὅλον
                        τὸ μέλαν <lb/>ἀπὸ ἑλκώσεως ἐπιπολαίου, οὐλὴ λεπτοτάτη ἀέρι ἀχλυώδει
                        <lb/>παραπλησία. ἐπίκαυμα δέ ἐστιν, ὅταν ἐξ ἐπιπολῆς ἡ <lb/>ἐπιδερμὶς
                        ἐπικαυθεῖσα ἑλκωθῇ, ἢ καὶ βραχὺ βαθυτέρα γένηται <lb/>ἐξ ἐπιφορᾶς μεγάλης
                        ἐγγινομένη. βοθρίον δέ <lb/>ἐστιν ἕλκος κοῖλον, καθαρὸν, στενὸν, κεντήμασι
                        στρογγύλοις <lb/>ὅμοιον, βαθύτερον ἑλκυδρίου. φλύκταιναν δὲ λέγουσιν,
                        <lb/>ὅταν ἐξ ἑλκώσεως, ἢ καὶ ἄνευ ἑλκώσεως, ἐξ ἐπιπολῆς τοῦ
                        <lb/>κερατοειδοῦς χιτῶνος, ὑμὴν λεπτότατός τε καὶ μετέωρος ἀρθεὶς
                        <lb/>παραδέξηται μεταξὺ αὐτοῦ ὑγρασίαν, ἢ καὶ ὑπὸ τὴν <lb/>κτηδόνα τοῦ
                        χιτῶνος παχυτέρα ὑποδραμοῦσα ὑγρασία καὶ <lb/>τὴν φλύκταιναν ἀποτελέσασα.
                        μυοκέφαλον δέ ἐστιν, ὅταν ἐξ <lb/>ἑλκώσεως διαβρωθέντος τοῦ πρώτου χιτῶνος
                        κατὰ τὴν ἴριν <lb/>προκύψῃ ὁ δεύτερος χιτὼν, ὡς οἷον μυίας κεφαλῇ ἐοικέναι.
                        <lb/>σταφύλωμα δὲ λέγεται, ὅταν ἡ κόρη τοῦ ὀφθαλμοῦ <lb/>μετεωρισθῇ μετὰ
                        φλεγμονῆς καὶ πόνου καὶ γίνηται ὅμοιον <lb/>ῥαγὶ σταφυλῆς, λευκὸν τῇ χροιᾷ.
                        ὑπόπυον δέ ἐστιν, ὅταν <pb n="775"/> πῦον ὅλην τὴν ἴριν περιλάβῃ, ἢ τὸ
                        ἥμισυ. ῥῆξις δέ ἐστιν <lb/>ἕλκωσις ὑπὸ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας κατὰ
                        βάθος <lb/>ἐπιφέρουσα ὡς ἐπὶ τὸ πολὺ, τὴν διαίρεσιν τῶν ὑμένων ὅλων,
                        <lb/>ὥστε ἐκχεῖν καὶ τὰ ὑγρὰ οἷς βλέπομεν. οὐλὴ δέ ἐστιν, ὅταν <lb/>ἐπὶ τῷ
                        μέλανι τοῦ ὀφθαλμοῦ ἐξ ἕλκους βαθέος ὄντος παχύτης <lb/>ὑμένος ἐπιγένηται
                        καὶ ἡ χροιὰ λευκοτέρα φαίνηται. <lb/>συνίσταται δὲ καὶ ἐπὶ τοῦ λευκοῦ ὑμένος
                        καλουμένου, ἀλλ᾿ <lb/>οὐ διαδείκνυται. λεύκωμα δὲ ταὐτὸν μὲν τῇ καλουμένῃ
                        οὐλῇ <lb/>ἐστι, διαφέρει δὲ τῷ ἐξ ἑλκώσεως μεγάλην οὐλὴν μείζονα <lb/>καὶ
                        παχυτέραν ἐπιγίνεσθαι ἐπὶ τῆς ἴρεως, ἣν καλοῦσι λεύκωμα. <lb/>ἦλος δέ ἐστιν
                        ἡ μετὰ λείας καὶ λευκῆς, οἷον οὐλὴ <lb/>σαρκώδης, ὑπεροχὴ τοῦ μέλανος
                        στερεά· πολλάκις δὲ καὶ <lb/>ἐπὶ τῷ λευκῷ τῷ μέλανι συνάπτοντι ἐπανισταμένη.
                        ὑποκεχύσθαι <lb/>δὲ λέγουσί τινες, ὅταν συμβῇ παρέγχυσιν ὑγροῦ <lb/>τινος
                        γενέσθαι κατὰ τὴν κόρην καὶ πῆξιν πολλάκις, ὥστε <lb/>κωλῦσαι τὸ ὁρᾷν, ἢ καὶ
                        ἀμαυροῦσθαι ἐν τῷ φαίνειν. γλαύκωσις <lb/>δέ ἐστι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ
                        εἰς λευκὴν καὶ <lb/>ὑδατώδη χροιὰν μεταβολὴ, δι᾿ ἣν τὸ βλέπειν κωλύεται.
                        μυδρίασις <lb/>δὲ λέγεται, ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν <pb n="776"/>
                        παραλλάττῃ, πλατυτέρα δὲ ᾖ πολλῷ τοῦ κατὰ φύσιν, ὥστε <lb/>ἐγγίζειν τῷ κύκλῳ
                        τῆς ἴρεως καὶ ἐμποδίζειν τὸ βλέπειν. <lb/>φθίσις δὲ λέγεται στενουμένης τῆς
                        κόρης, ὡς κεντήματι <lb/>ἐοικέναι καὶ ἀμαυροτέρας καὶ ῥυσοτέρας γινομένης, ἢ
                        ἐξ <lb/>ἀσθενειῶν ἐπικινδύνων, ἢ κεφαλαλγιῶν ἐπιτεταμένων. σύγχυσις <lb/>δέ
                        ἐστιν, ὅταν τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρὰ μὴ κατὰ <lb/>χώραν μένῃ, τὴν ἰδίαν τάξιν
                        σώζοντα, ἀλλὰ τεταραγμένα ᾖ. <lb/>ἀμαύρωσις δέ ἐστιν, ὅταν παντελὴς
                        παρεμποδισμὸς ᾖ τοῦ <lb/>ὁρᾷν, χωρὶς φανερᾶς αἰτίας. νυκτάλωπας δὲ λέγουσιν,
                        ὅταν <lb/>ἡμέρας μὲν βλέπωσιν ἀμαυρότερον, δυομένου δὲ ἡλίου λαμπρότερον·
                        <lb/>νυκτὸς δὲ ἔτι μᾶλλον· ἢ ὑπεναντίως, ἡμέρας μὲν <lb/>ὀλίγα, ἑσπέρας δὲ ἢ
                        νυκτὸς οὐδ᾿ ὅλως. μύωπας δὲ λέγουσι <lb/>τοὺς τὰ μὲν σύνεγγυς βλέποντας, τὰ
                        δὲ πόῤῥωθεν μὴ ὁρῶντας. <lb/>διαπύησις δέ ἐστι βραχυτέρου ὑγροῦ σύστασις
                        περὶ <lb/>αὐτὴν τὴν κόρην, δυσεξάτμιστος καὶ δυσδιαφόρητος, ὑποχύματος
                        <lb/>ξηροτέρα. ἀπόῤῥηξις δὲ γίνεται τοῦ πόρου περὶ <lb/>ὀφθαλμὸν, ὅταν ὁ
                        διατείνων ἀπὸ τοῦ ἐγκεφάλου καὶ μήνιγγος <lb/>πόρος ἐπὶ τὸν ὀφθαλμὸν
                        ἀποῤῥαγῇ, ὡς ἀβλεψίαν <lb/>τελείαν γενέσθαι προηγησαμένης πληγῆς περὶ τὴν
                        κεφαλὴν, <pb n="777"/> ἢ ἀφ᾿ ὕψους πτώματος, ἀφ᾿ οὗ γίνεται ἡ τοῦ πόρου
                        <lb/>ἀπόῤῥηξις. παρέμπτωσις δέ ἐστιν, ὅταν εἰς τὸν πόρον, κατ᾿
                        <lb/>ἀναστόμωσιν, ἢ ῥῆξιν ἀγγείου, τὸ ὑγρὸν παρεμπέσῃ καὶ ἐμφράξῃ <lb/>τὸν
                        πόρον ἀπ᾿ αὐτῆς τῆς βάσεως τοῦ ἐγκεφάλου, ὅθεν <lb/>καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ
                        ὁρᾷν δύναμις, ὥστε μετ᾿ ἀλγημάτων <lb/>καὶ τὸ ὁρᾷν ἐμποδίζεσθαι. σύμπτωσις
                        δὲ γίνεται μὲν ὑπὸ τοῦ <lb/>πόρου στενουμένου καὶ συμπίπτοντος δι᾿ ἀτροφίαν
                        καὶ πάρεσιν. <lb/>σπάνιον δὲ τοῦτο τὸ πάθος καὶ δυσίατον. ἀνθράκωσις <lb/>δέ
                        ἐστιν ἕλκος ἐσχαρῶδες μετὰ νομῆς καὶ ῥεύματος καὶ βουβῶνος <lb/>ἐνίοτε καὶ
                        πυρετῶν γινομένων περὶ τὸ ἄλλο πᾶν σῶμα, <lb/>ἔστι δὲ ὅτε καὶ περὶ
                        ὀφθαλμούς. </p></div><div type="textpart" subtype="chapter" n="17"><p>[Περὶ τῶν ἐκτὸς τῆς κεφαλῆς παθῶν.] <lb/>Περὶ δὲ τὰ ἐκτὸς τῆς κεφαλῆς
                        συνίστανται τάδε, ἃ <lb/>οὐκ ἀναγέγραπται ἐν τοῖς χρονίοις, περὶ τῶν ἐν τῇ
                        κεφαλῇ <lb/>καταγμάτων τοῦ κρανίου. διαφοραὶ δὲ αὐτῶν εἰσι πέντε,
                        <lb/>ῥωγμὴ; ἐγγείσωμα, ἐκπίεσμα, ἀπήχημα, καμάρωσις, διάτασις <lb/>ῥαφῶν,
                        ὑδροκέφαλον, ἀχῶρες, πιτυρίασις, μελικηρὶς, <lb/>ἀθέρωμα, κηρίον. περὶ δὲ τὸ
                        τετριχωμένον τῆς κεφαλῆς καὶ <lb/>τοῦ γενείου ἀλωπεκία, ὀφίασις, μαδαρότης,
                        φαλάκρωσις. <pb n="778"/> τρίχες δὲ πᾶσι ῥέουσι, λεπτύνονται, θραύονται,
                        σχίζονται, <lb/>αὐχμῶσι, χνοΐζονται, ὑπόξανθοι γίνονται, πολιοῦνται. τὰ
                        <lb/>δὲ περὶ ὀφθαλμοὺς κατ᾿ ἰδίαν ἀναγέγραπται. τὰ δὲ περὶ <lb/>τὰ ὦτα,
                        περίθλασις, πτερυγώματα, κάταγμα χόνδρου, κυψελίδος <lb/>πλεονασμὸς, ἢ
                        ἔλλειψις, βαρυηκοΐα, κώφωσις, πύου <lb/>ῥύσις, ῥεῦμα δυσῶδες. περὶ δὲ ῥῖνα
                        τάδε συνίστανται, ὄζαινα, <lb/>πολύπους, ἕλκος, κάταγμα, διαστροφὴ,
                        ἔνθλασις, σίμωσις. <lb/>περὶ δὲ στόμα σῆψις οὐλῶν, βρῶσις ὀδόντων,
                        ὀδονταλγία, <lb/>φατνωμάτων ἔκπτωσις, ἀπόστημα ἐπὶ γλώττης, ἐπουλὶς,
                        <lb/>παρουλὶς, ἄφθαι, ἐσχάρωσις; παρίσθμια, σταφυλὴ, σύκωμα. <lb/>περὶ δὲ τὸ
                        πρόσωπον ἔφηλις, ἴονθοι, φακός. κάταγμα <lb/>ὀστέων. διάτασις τῶν συμφύσεων.
                        ἐξαρθρήματα τῆς <lb/>κάτω γένυος ἀπὸ τῆς ἄνω. περὶ δὲ τὸν τράχηλον συνάγχη,
                        <lb/>κυνάγχη, ἀγχόνη, ἔξωσις σπονδύλων, χοιράδες, στεατώματα. <lb/>περὶ δὲ
                        ὤμους τοῦ ἀκρωμίου κάταγμα, διάστασις. <lb/>περὶ δὲ ἀγκῶνα μελικηρὶς,
                        ἀθέρωμα, στεάτωμα, ὑγρὸν <lb/>ὑδατῶδες. περὶ δὲ καρποὺς γαγγλία. περὶ δὲ
                        δακτύλους <lb/>χειρὸς καὶ ποδὸς χείμεθλα, παρωνυχία. τοπικὰ δὲ ὅπου ἂν ﻿<pb n="779"/> τύχῃ τοῦ σώματος, φλεγμονὴ, οἴδημα, ἐμφύσημα, σκλήρωμα,
                        <lb/>ἀπόστημα, ἕλκος καθαρὸν, ἕλκος ῥυπαρὸν, κοῖλον ἕλκος, <lb/>ὑπερσαρκοῦν,
                        ἐσχαρῶδες, ἕλκος ξηρὸν, ῥευματιζόμενον, <lb/>ὑπόνομον, τετυλωμένον,
                        σεσυριγγωμένον, μύδησις, φῦμα, <lb/>δοθιὴν, θέρμινθες, φύγεθλον, χάλαζα,
                        φαγέδαινα, φλυκτίδες, <lb/>ἄνθρακες, ἐπινυκτίδες, ἐρυσίπελας, ἕρπητες. περὶ
                        δὲ <lb/>τοὺς μαζοὺς ἰδίως καὶ περὶ τὰ αἰδοῖα γυναικὸς καὶ ἀνδρὸς
                        <lb/>καρκινώματα. συνίσταται δὲ καὶ ὅπου ἂν τύχῃ τοῦ σώματος <lb/>καρκίνωμα
                        κρυπτὸν, καρκίνωμα ἡλκωμένον, θηρίωμα. περὶ <lb/>δὲ βουβῶνας βουβῶνες ἁπλοῖ,
                        φύματα ἐκπυΐσκοντα. περὶ <lb/>δὲ γόνατα γουναλγίαι, ῥευματισμοὶ, πῶροι. περὶ
                        δὲ ἰγνὺν <lb/>στεατώματα, ἀγκύλη. περὶ δὲ κνήμην κιρσοί. ἐν γαστροκνημίᾳ
                        <lb/>σκίῤῥωμα, χειρώνεια ἕλκη. περὶ δὲ ἄκρα ποδὸς <lb/>μελανίαι, νεκρώσεις,
                        ποδάγρα, σύριγγες. περὶ δὲ πτέρνας λεπίδες. </p></div><div type="textpart" subtype="chapter" n="18"><p>[Περὶ τῶν τοῦ δέρματος παθῶν.] Περὶ <lb/>δὲ τὸ δέρμα καὶ τόπους καθ᾿ ὅλου τοῦ
                        σώματος λέπρα, <lb/>ψώρα, ἀλφὸς λευκὸς, ἀλφὸς μέλας, λεύκη, λειχὴν ἁπλοῦς,
                            <pb n="780"/> λειχὴν ἄγριος, δρακοντίασις, ἀκροχορδόνες, θύμοι,
                        μυρμηκίαι, <lb/>ἦλοι, πῶροι, οἱ μὲν ἐκ ποδάγρας καὶ ἀρθρίτιδος, οἱ <lb/>δὲ
                        καὶ καθ᾿ ἑαυτούς. περὶ δὲ ἕδραν αἱμοῤῥοΐδες τυφλαὶ, <lb/>ῥαγάδες, πρόπτωσις,
                        κονδυλώματα, πυλίδες. γίνεται δὲ καὶ <lb/>μήτρας ὅλης πρόπτωσις εἰς τὰ
                        ἐκτός. περὶ δὲ ὄσχεον ἐντεροκήλη, <lb/>κιρσοκήλη, ἐπιπλοκήλη, σαρκοκήλη,
                        πωροκήλη, <lb/>στεατοκήλη. περὶ δὲ τὰ ἐν ὅλῳ τῷ σώματι ὀστᾶ, τερηδὼν,
                        <lb/>σφάκελος, κάταγμα ἄνευ τραύματος, ἢ σὺν τραύματι, ἐκβύρσωσις.
                        <lb/>διαφοραὶ δὲ καταγμάτων πέντε, σχιδακηδὸν, <lb/>καυληδὸν, ῥαφανηδὸν,
                        καρυηδὸν, ἀλφιτηδόν. μελαίνεται <lb/>δὲ ὀστᾶ ποτὲ μὲν ἐν κατάγμασιν, ποτὲ δὲ
                        ἄνευ τούτων. <lb/>περὶ δὲ τὰ ἄρθρα πάντα παραγωγαὶ, παρακινήματα,
                        <lb/>ἐξαρθρήματα, παραρθρήματα, σύνδεσις, πώρωσις, ῥευματισμοὶ,
                        <lb/>διάστασις συμφύσεων. </p></div><div type="textpart" subtype="chapter" n="19"><p>[Περὶ χειρουργίας εἰδῶν.] Χειρουργία <lb/>ἐστὶν ἄρσις ἐμμέθοδος τοῦ ἰδίως
                        λεγομένου ἀλλοτρίου, <lb/>διὰ τομῶν καὶ καταρτισμῶν μετὰ τῆς τῶν τραυμάτων
                            <pb n="781"/> καὶ ἑλκῶν θεραπείας, ἐπ᾿ ἀνθρώπου σώματι παραλαμβανομένη.
                        <lb/>χειρουργίας δὲ καθολικαὶ μὲν ἐνέργειαι δύο, σύνθεσις <lb/>καὶ
                        διαίρεσις. ἔστι δὲ τούτων εἴδη πολλά. καὶ συνθέσεως <lb/>μὲν εἴδη
                        συνθετισμὸς τῶν κατεαγότων ὀστέων καὶ <lb/>ἐπίδεσις καὶ ἀρθρέμβολον τῶν
                        ἐξηρθρηκότων καὶ τάξις τῶν <lb/>προπεπτωκότων ἐντέρων καὶ μήτρας καὶ
                        ἀπευθυσμένου καὶ <lb/>γαστροῤῥαφία καὶ ἐπαγωγὴ τῶν κολοβωμάτων, ὡς ἐπὶ ῥινῶν
                        <lb/>καὶ χειλῶν καὶ ὤτων. διαιρέσεως δὲ εἴδη ἁπλοτομία καὶ <lb/>περιαίρεσις,
                        ὑποσπαθισμὸς, περισκυθισμὸς, ἀγγειολογία, <lb/>ἐκκοπὴ, καῦσις, ξύσις,
                        ῥίνησις, ἔκπρισις. ἁπλοτομίᾳ οὖν <lb/>χρώμεθα ἐπὶ τῶν ἀποστημάτων πάντων.
                        χρὴ δὲ διαιρεῖν <lb/>ἐπ᾿ εὐθείας τοῦ κώλου καὶ μὴ ἐγκαρσίως. περιαιρέσει δὲ
                        <lb/>ἐπὶ τῶν ἐν μασχάλαις καὶ βουβῶσι καὶ γλουτοῖς καὶ ἕδρᾳ,
                        <lb/>μυρσινοειδῶς περιαιροῦντες. ὑποσπαθισμῷ δὲ κατὰ τὸ μέτωπον <lb/>ἐπὶ τῶν
                        ῥευματιζομένων ὀφθαλμῶν, καὶ περισκυθισμῷ, <lb/>ἐπὶ τῶν κατὰ τοῦ βρέγματος
                        καὶ ἐπὶ πόσθης <lb/>μελανθείσης. ἐκκοπῇ δὲ ἐπί τε τῶν κώλων μελαινομένων
                        <lb/>καὶ ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων. ἐπὶ δὲ <pb n="782"/> πάντων περὶ
                        τὰ ὀστᾶ ἥ τε καῦσις καὶ ξύσις καὶ ἡ ῥίνησις <lb/>καὶ ἡ πρίσις εὔχρηστοι καὶ
                        ἐπ᾿ ἄλλων πολλῶν. καύσει <lb/>δὲ τῇ διὰ καυτήρων χρώμεθα, ἰδίως μὲν ἐπὶ τῶν
                        νεμομένων <lb/>ἤδη πάντων καὶ ἐπὶ τῶν ῥευματιζομένων ὀφθαλμῶν, <lb/>ἰσχίων,
                        ἢ καὶ τῶν ἐντός. καὶ γὰρ ἐπὶ φθισικῶν παραλαμβάνονται <lb/>καυστῆρες καὶ ἐπὶ
                        σπληνικῶν καὶ ἐπὶ τῶν εἰς μασχάλην <lb/>μελετησάντων ἐκπίπτειν βραχιόνων καὶ
                        ἐπὶ αἰγίλωπος <lb/>καὶ ἐπὶ τῶν μελαινομένων, ἢ πριζομένων διὰ τὰ
                        ἀναστομούμενα <lb/>ἀγγεῖα καὶ ἐπὶ τῶν ἄλλως αἱμοῤῥαγούντων. περὶ <lb/>μὲν
                        οὖν κεφαλὴν ταῦτα συνίσταται τῶν ὑπαγομένων χειρουργίαις. <lb/>καταγμάτων δὲ
                        περὶ κεφαλὴν εἴδη πέντε, ῥωγμὴ, <lb/>ἐγγείσωμα, ἐκπίεσμα, ἀπόχημα, καμάρωσις
                        κατὰ δέ τινας <lb/>ἓξ καὶ τριχίασις, ἡ ἐπιπόλαιος δηλονότι τῶν ὀστῶν
                        ἐγχάραξις. <lb/>ὑδροκεφάλων δὲ εἴδη τέσσαρα. τὸ μὲν μεταξὺ ἐγκεφάλου
                        <lb/>καὶ μήνιγγος. τὸ δὲ μεταξὺ μήνιγγος καὶ ὀστοῦ. τὸ δὲ <lb/>μεταξὺ ὀστοῦ
                        καὶ περικρανίου. τὸ δὲ μεταξὺ ὀστοῦ καὶ δέρματος. <lb/>συνίστανται δὲ περὶ
                        τὸ δέρμα μελικηρὶς, ἀθέρωμα, <lb/>καὶ ἔξωθεν ἀλωπεκίασις. τὰς μὲν οὖν
                        ἀλωπεκίας ἀμύσσομεν, <pb n="783"/> τὰς δὲ μελικηρίδας καὶ τὰ ἀθερώματα
                        μυρσινοειδῶς, ἢ καὶ <lb/>ἁπλῶς διαιροῦντες τὴν ἐπιφάνειαν, εἶτα ἀποδέροντες
                        τοῖς <lb/>δακτύλοις τοὺς χιτῶνας, σὺν τοῖς ἐνοῦσιν ὑγροῖς κομιζόμεθα.
                        <lb/>τὰ δὲ ὑδροκέφαλα τὰ μὲν ὑπὸ τὸ δέρμα καὶ τὸ περικράνιον <lb/>δύο που ἢ
                        τρισὶν εὐθείαις διαιρέσεσι κενοῦμεν. <lb/>τὰ δὲ ὑπὸ τὰ ὀστᾶ ἐκκόπτοντες. τὰ
                        δὲ μεταξὺ μήνιγγος <lb/>καὶ ἐγκεφάλου ἀθεράπευτα. πᾶν δὲ εἶδος τῶν ἐν κεφαλῇ
                        <lb/>καταγμάτων τῇ ἐκκοπῇ ὑπάγεται διὰ ἐκκοπέων περιαιρουμένων <lb/>τὸ
                        κατεαγὸς τῶν ὀστῶν. οἱ μὲν οὖν παλαιοὶ χοινικίοις <lb/>πρίοντες ταῖς διὰ τῆς
                        περιστρεφομένης ἐξέκοπτον <lb/>αὐτά· οἱ δὲ μετὰ ταῦτα κεφαλοτρυπάνοις, ἕδρας
                        παρέχοντες <lb/>τοῖς ἐκκοπεῦσιν. οἱ δὲ νῦν μόνοις τοῖς ἐκκοπεῦσιν
                        <lb/>ἀρκοῦνται. τῶν δὲ περὶ ὀφθαλμοὺς παθῶν ταῦτα χειρουργίαις
                        <lb/>ὑπάγεται, τριχίασις, ὑδατίδες, ἐγκανθίδες, πτερύγια, <lb/>σταφυλώματα,
                        ὑποχύματα, ῥεύματα χρόνια καὶ <lb/>ὑπερβάλλοντα, λιθίασις περὶ τὰ βλέφαρα,
                        σύμφυσις εἰς <lb/>αὐτὸ τῶν περὶ τοὺς ὀφθαλμοὺς αἰγίλωψ. τὰ μὲν οὖν
                        κεχαλασμένα <lb/>βλέφαρα ἀναῤῥάπτομεν καὶ καταῤῥάπτομεν ἀφαιροῦντες ﻿<pb n="784"/> αὐτῶν ταινίδιον τὸ σύμμετρον καὶ κατὰ τὸ σχῆμα <lb/>τῶν
                        βλεφάρων. ἐπὶ δὲ τῶν μὴ κεχαλασμένων ἀναβροχίζοντες <lb/>τὰς τρίχας διὰ
                        βελόνης. τὰς δὲ ὑδατίδας κομιζόμεθα κατ᾿ <lb/>ἰδίαν βάλλοντες. τὰς δὲ
                        ἐγκανθίδας καὶ πτερύγια καὶ τὰ <lb/>σταφυλώματα περιαιροῦμεν, τὰ μὲν
                        σταφυλώματα λίνον διείραντες <lb/>καὶ ἀποβροχίζοντες, τὰ δὲ πτερύγια καὶ τὰς
                        ἐγκανθίδας <lb/>ἢ λίνῳ ἀνατείναντες, ἢ ἀγκίστρῳ. τὰ δὲ ὑποχύματα
                        <lb/>κατάγομεν, παρακεντοῦντες περὶ τὴν ἴριν, ἐκ τοῦ πρὸς τῷ <lb/>μικρῷ
                        κανθῷ μέρους μέχρι κενεμβατήσει καὶ παρακεντήσει· <lb/>εἶτα πλαγιάζοντες ἐπὶ
                        τὴν ἴριν τῷ ἄκρῳ αὐτοῦ τὸ συνεστὸς <lb/>κατὰ τὴν κόρην ὑγρὸν κατάγομεν
                        ξύοντες καὶ σφίγγοντες, <lb/>ὥστε μὴ ἀναβλέψαι. τὸ δὲ ῥεῦμα ἵστησιν
                        ὑποσπαθισμός <lb/>τε καὶ περισκυθισμὸς καὶ ἀγγειολογία. ὁ μὲν οὖν
                        <lb/>ὑποσπαθισμὸς γίνεται τριῶν διαιρέσεων ὑπὲρ μετώπου διδομένων· <lb/>εἶτα
                        τῆς σπαθομήλης διεκβαλλομένης διὰ τῶν μεταξὺ <lb/>σωμάτων. ὁ δὲ
                        περισκυθισμὸς τοιοῦτός ἐστι· διαιρεῖται <lb/>ἐπὶ ἐγκαρσίαις διαιρέσεσι τὸ
                        μέτωπον, οἷον στεφανιαία. <lb/>καθ᾿ ἕτερον δὲ μέρος αὐτῆς, μικρὸν ἀνωτέρω
                        τῶν κροτάφων <lb/>ἀφαιρεῖταί τινα τρίγωνα, ἐοικότα τὸ σχῆμα τῷ Δ
                        <lb/>στοιχείῳ. ἡ δὲ ἀγγειολογία ἐπιτελεῖται τῶν κεκρυμμένων <pb n="785"/>
                        ἀγγείων ἀπὸ κροτάφου ἐπὶ κρόταφον διαιρουμένων εἰς βάθος. <lb/>τὴν δὲ τῶν
                        βλεφάρων λιθίασιν ἰώμεθα διαιροῦντες <lb/>τὸ βλέφαρον ἐπὶ πολὺ καὶ
                        κομιζόμενοι τὸν λίθον ἀσκύλτως. <lb/>τὰ δὲ συμπεφυκότα βλέφαρα ἀναπτύξαντες
                        σμίλῃ διαστέλλομεν <lb/>τιλτοῖς ξυροῖς τοὺς δὲ αἰγίλωπας περιαιροῦντες μέχρι
                        <lb/>ὀστοῦ καυτῆρσι διακαίομεν. εἰσὶ δὲ οἳ ἀντὶ καυστηρίου
                        <lb/>κεφαλοτρεπάνῳ τιτρῶσι τὸ ὀστοῦν, ὡς ἐπὶ τὴν ῥῖνα. <lb/>τὰ δὲ ἐν ῥινὶ
                        συνιστάμενα, πολύποδας μὲν περιαιροῦμεν <lb/>στενῷ σμιλαρίῳ καὶ ξυστῆρι
                        ὕστερον ἀποξύομεν τὰς ῥίζας. <lb/>αἱ δὲ ὄζαιναι ὡς ἐπὶ τὸ πολὺ ἀθεράπευτοι·
                        ἡ δὲ αὐτὴ ἐγχείρησις <lb/>καὶ ἐπὶ τούτων. τῶν δὲ ἐν τῷ στόματι ἐπουλίδας
                        <lb/>μὲν καὶ παρουλίδας διαιροῦμεν, ὅταν πυοποιήσωμεν. <lb/>τὰς δὲ
                        κεχαλασμένας σταφυλὰς ἀμέτρως ἐκτέμνομεν μυδίῳ <lb/>λαβόμενοι, τοὺς δὲ
                        ὀδόντας ἐξαιροῦμεν περιχαράσσοντες. <lb/>τοὺς δὲ ἐν παρισθμίοις ὑπεραίροντας
                        τὸ κατὰ φύσιν ἀδένας <lb/>περιαιροῦμεν τοῖς ἀντιοτόμοις. τὰ δὲ ἐν τῷ τραχήλῳ
                        <lb/>στεατώματα καὶ χοιράδας διαιροῦντες τὴν ἐπιφάνειαν καὶ <lb/>ἀποδέροντες
                        τοῖς δακτύλοις, λύοντες τὴν πλοκὴν τῶν ἀγγείων <pb n="786"/> κομιζόμεθα. τὰ
                        δὲ γαγγλία ἐν τοῖς μετακαρπίοις μὲν ὡς <lb/>ἐπὶ τὸ πολὺ γίνεται καὶ γυναιξὶν
                        ἐριουργοῖς τὰ πλεῖστα ἐκθλῶμεν, <lb/>ἃ δὴ καὶ κηρώμασιν ἐκμαλασσόμενα
                        καθίσταται. <lb/>τὰ δὲ ἐν μασχάλαις φύματα καὶ χοιράδας μετὰ περιαιρέσεως
                        <lb/>τέμνομεν. ὁμοίως δὲ καὶ τὰς ἐν βουβῶσι. τὰ δὲ ἐν μεσοπλευρίῳ
                        <lb/>ἀποστήματα διαιροῦντες οὐκ ἀθρόως ποιούμεθα τοῦ <lb/>πύου τὴν ἔκκρισιν,
                        ἀλλὰ πρὸς μέτρον. εἰσὶ δὲ οἳ καὶ διακαίουσιν <lb/>αὐτά. καρκινώματα γίνεται
                        μὲν ἐν πολλοῖς μέρεσι <lb/>τοῦ σώματος, μάλιστα δὲ περὶ τοὺς μασθούς.
                        περιαιρεῖται <lb/>δὲ ἔνθ᾿ ἂν ᾖ καὶ καυστηρίοις διακαίεται οὐ σφόδρα
                        πεπυρωμένοις. <lb/>εἰσὶ δὲ οἳ ξυραφίοις πεπυρωμένοις ὁμοῦ τέμνουσι <lb/>καὶ
                        διακαίουσιν. ἐξόμφαλοι δὲ πάντες μὲν οἱ ἔχοντες ἐν ὑπεροχῇ <lb/>τὸν ὀμφαλὸν
                        λέγονται. διαφορὰς δὲ ἔχουσι τρεῖς. οἱ <lb/>μὲν γὰρ αὐτῶν πνευματόμφαλοι, οἱ
                        δὲ ἐντερόμφαλοι, οἱ δὲ <lb/>ὑδρόμφαλοι. πᾶσαι δὲ αἱ διαφοραὶ ὑπάγονται
                        χειρουργίαις, <lb/>λίνου διπλοῦ διὰ βελόνης διεμβαλλομένου καὶ
                        περισφιγγομένου <lb/>τοῦ ὀμφαλοῦ. τοὺς δὲ ὑδεριῶντας παρακεντοῦμεν
                        <lb/>μικρὸν ὑπὸ τὸν ὀμφαλὸν, ἐκ τῶν εὐωνύμων σιδηρᾷ μυρ- <lb/>σίνῃ μέχρι
                        κενεμβατήσῃ. τῶν δὲ λειποδέρμων διττὴ <pb n="787"/> ἡ χειρουργία, τῶν μὲν
                        ἔνδοθεν ὑποδερομένων, τῶν δὲ ἔξωθεν <lb/>ἐπιπολῆς διαιρουμένων ἐν κύκλῳ, ἴνα
                        ἔνδον ἡ πόσθη <lb/>ἐπισπασθῇ. οἱ δὲ πεφιμωμένοι τὴν ἀκροποσθίαν χειρίζονται,
                        <lb/>ἐπαναγομένης τῆς ἀκροποσθίας ἐφ᾿ ὅσον δύναται. εἶτα <lb/>τῶν
                        προφαινομένων τύλων ἀπολυομένων φλεβοτόμῳ ἐξ ἐπιπολῆς. <lb/>ὑποσπαδίαι δέ
                        εἰσιν οἱ ἐκ γενετῆς ἔχοντες τὴν οὐρήθραν <lb/>κάτωθεν, ὑπὸ τὸν λεγόμενον
                        κύνα. θεραπευτέον δὲ <lb/>τετρημένης τῆς βαλάνου ἄκρας καὶ σωληνιδίου
                        ἐντιθεμένου. <lb/>οἱ δὲ λεγόμενοι ἄτρητοι, εἴτε τρῆμα ἔχοιεν λεπτὸν εἴτε
                        <lb/>μηδ᾿ ὅλως, οὕτω συγχειρίζονται. τὸ ὀξὺ τοῦ φλεβοτόμου καθιέντες
                        <lb/>προσαναπτύσσομεν, εἶτα τὸν δάκτυλον ὑποβάλλοντες <lb/>πανταχόθεν
                        ἀπολύομεν. τοὺς δὲ λίθον ἔχοντας ἐν κύστει <lb/>τέμνομεν σφηνώσαντες μὲν τὸν
                        λίθον ἐν τῷ τῆς κύστεως <lb/>τραχήλῳ, ἐπικόπῳ δὲ τῷ λίθῳ χρώμενοι διαιροῦμεν
                        ἀθρόως <lb/>τὰ ἐπικείμενα σώματα καὶ λιθολάβῳ τὸν λίθον κομιζόμεθα.
                        <lb/>τοὺς δὲ ῥυαδικοὺς, τοὺς ὁπωσοῦν γεγονότας, ἐὰν μέγας <lb/>λίαν ὁ τύλος
                        ᾖ, περιαιροῦντες ἀνασκευάζομεν. οἷς δὲ ἐποχὴ <lb/>οὔρου διὰ τὸ πλῆθος
                        ἐνοχλεῖ, περιτεινομένης τῆς κύστεως <pb n="788"/> καὶ συστέλλεσθαι μὴ
                        δυναμένης, διὰ καθετῆρος κομιζόμεθα <lb/>τὸ οὖρον. ἔοικε δὲ ὁ καθετὴρ τῷ
                        ῥωμαϊκῷ σίγμα S. <lb/>καθίεται δὲ εἰς τὸν καυλὸν διὰ τῆς οὐρήθρας μέχρι τῆς
                        <lb/>κύστεως, ἔχοντες ἐν αὐτῷ ῥάμμα ἐπ᾿ ἄκρου ἔχον ἐρίου <lb/>βραχὺ
                        προκύπτον προβρεχόμενον τῷ οὔρῳ, ἔπειτα ἑλκόμενον <lb/>εἰς τὰ ἐκτός·
                        συνέπεται δὲ αὐτῷ τὸ οὖρον, εἰς ἔκκρισιν <lb/>οἷον ὁδηγοῦν τι αὐτῷ. τῶν δὲ
                        περὶ ὄσχεον συνισταμένων <lb/>ὄγκων εἴδη εἰσὶν ἑπτὰ, ὑδροκήλη, πωροκήλη,
                        στεατοκήλη, <lb/>σαρκοκήλη, ἐπιπλοκήλη, κιρσοκήλη, ἐντεροκήλη. εἰσὶ <lb/>δὲ
                        ἐφ᾿ ὧν καὶ ἐπιπλέκεται ταῦτα, οἷον ὑδρεντεροκήλη, σαρκοεπιπλοκήλη. <lb/>ἐπὶ
                        μὲν οὖν τῶν ὑδροκηλικῶν διελόντα δεῖ <lb/>τὸ ὄσχεον καὶ κατὰ τὸ
                        φλεβωδέστατον ἐντυχόντα τῷ χιτῶνι <lb/>τῷ τὸ ὑγρὸν περιέχοντι κενῶσαι καὶ τὰ
                        περισσὰ τοῦ <lb/>χιτῶνος ἐπαφαιρεῖν. ἐφ᾿ ὧν δὲ ἄνευ τοῦ χιτῶνός ἐστιν,
                        ἐκκρίναντες <lb/>τὸ ὑγρὸν ἀρκούμεθα. τὰς δὲ στεατοκήλας καὶ <lb/>πωροκήλας
                        τέμνειν χρὴ, ὁμοίως ὑπερβάλλοντας τῇ ἀριστερᾷ <lb/>χειρὶ τὸ ὄσχεον, ἔπειτα
                        διαιρεῖν ἐξ ἐπιπολῆς ἕως ἐντύχωμεν <lb/>τῷ στέατι, ἢ πώρῳ, ἢ ὅ τι ἂν ᾖ καὶ
                        τοῦτο κομιζόμεθα. ﻿<pb n="789"/> καὶ οἱ σαρκοκηλικοὶ δὲ ὁμοίως χειρίζονται.
                        δεῖ <lb/>μόνην τὴν πρὸς δὲ τὴν ὑποπίπτουσαν σάρκα λευκανθίζουσαν
                        <lb/>περιαιρεῖν, τὴν δὲ ἐρυθρὰν ἀποδέροντα καὶ ἀπαλλοτριοῦντα <lb/>τότε
                        ἀφαιρεῖν τὰ ἐγκαταλείμματα. ἐπὶ <lb/>δὲ τῶν κιρσοκηλῶν ἀνατείνας ἀγκίστρῳ ἐξ
                        ἐπιπολῆς διαιρῶν <lb/>καὶ ἀναλαβὼν τὸν κιρσὸν καὶ ἀποδείρας ἀπολιπὼν
                        <lb/>ὡσεὶ μικροῦ δακτύλου τὸ πλάτος, τὸ δὲ λοιπὸν ἀνατείνων <lb/>ἀπόκοπτε.
                        φυλακτέον δὲ ἀκριβῶς ἐπὶ τῶν συμπεπλεγμένων <lb/>κρεμαστήρων, ἢ διδύμων.
                        τοὺς δὲ ἐντεροκηλικοὺς <lb/>καὶ ἐπιπλοκηλικοὺς οὕτω τέμνομεν ἀναπιέσαντες τὸ
                        ἔντερον, <lb/>ἢ τὸν ἐπίπλουν ἀκριβῶς, εἶτα τὸν σπερματικὸν πόρον
                        <lb/>ἀφαιροῦμεν ὅσον δυνάμεθα. εἰ δὲ μὴ τὸ περιτόναιον <lb/>ἐπισπασάμενοι
                        καὶ ἐπιβροχήσαντες περιαιροῦμεν. τὰς δὲ αἱμοῤῥοΐδας <lb/>λίνον λεπτὸν
                        διπλοῦν, διὰ τῶν βάσεων αὐτῶν <lb/>διείροντες ἀποσφίγγοντες, μετὰ δύο ὥρας
                        ἀποτέμνομεν. τῶν <lb/>δὲ συρίγγων αἱ μέν εἰσιν ἀσύντρητοι, μόνον τὸ στόμα
                        ἔχουσαι. <lb/>αἱ δὲ συντετρημέναι, ἢ ἔνδον εἰς τὸν δακτύλιον, ἢ <lb/>ἔξωθεν.
                        ἐπὶ μὲν οὖν τῶν συντετρημένων εἰς τὸν δακτύλιον <lb/>διαβάλλων τὴν μηλωτίδα,
                        εἶτα τὸν δάκτυλον καθεὶς εἰς τὴν <pb n="790"/> ἕδραν, ἐπισπάσαι τὸ ἔντερον
                        ἄκρῳ τῆς μηλωτίδος καὶ περιαίρει <lb/>κάτωθεν ἀρχόμενος. ὁμοίως δὲ καὶ ἐπὶ
                        τῶν ἐκτὸς <lb/>τῆς ἕδρας. ἐπὶ δὲ τῶν μὴ συντετρημένων τῷ ὀξεῖ τῆς
                        <lb/>μηλωτίδος διαπερᾷν ἅπαντα τὰ ὑγιῆ σώματα. εἰσὶ <lb/>δὲ οἳ ἀντὶ τοῦ
                        ἀνακείρειν, ἢ περιαιρεῖν τὰ μεταξὺ τῶν <lb/>συντρήσεων λίνον βύσσινον
                        συνεστραμμένον ἐν ἄκρῳ τῆς <lb/>μηλωτίδος, ἔχοντα τὰ διῃρημένα τούτῳ
                        ἀποσφίγγοντες τὰ <lb/>μεταξὺ σώματα, ἑκάστης ἡμέρας περιτείναντες τὰ
                        ῥάμματα, <lb/>διακόπτουσι τὰ μεταξὺ καὶ ἐκτυλώσαντες τῇ Αἰγυπτίᾳ ἐπουλοῦσιν.
                        <lb/>ἀναγέγραπται δὲ καὶ παρ᾿ Ἱπποκράτους πρώτου ὁ <lb/>τρόπος οὗτος. τοὺς
                        δὲ ἐν τοῖς σκέλεσι κιρσοὺς πρῶτον <lb/>ἔξωθεν ἐπισημηνάμενοι δι᾿ ὅλου
                        ἐγχαράξεσιν, εἶτα κλίναντες, <lb/>ἐξ ἐπιπολῆς λαβόμενοι τοῦ δέρματος, αὐτὸ
                        πρῶτον διαιροῦμεν, <lb/>εἶτα ἀγκίστρῳ ἐπισπώμενοι τὸν κιρσὸν διαδέομεν καὶ
                        <lb/>μετὰ πάσας τὰς διαιρέσεις τοῦτο ποιήσαντες, ἢ κιρσουλκῷ <lb/>ἐξαιροῦμεν
                        διακόπτοντες τὰ ἄκρα, ἢ διπυρήνῳ διαλαβόντες <lb/>λίνῳ διὰ τῆς κοιλίας τοῦ
                        κιρσοῦ κατ᾿ ἀναστροφὴν ἐξέλκομεν. <lb/>τά τε λεγόμενα δρακόντια ὅμοιά ἐστι
                        τοῖς κιρσοῖς· <lb/>μεγάλην δὲ ἀλγηδόνα ἐπιφέρει κινούμενα, μικρὸν
                        προκύπτοντα. <pb n="791"/> δεῖ οὖν διελόντα ὡς ἐπὶ τῶν κιρσῶν ἀποδέρειν καὶ
                        οὕτως <lb/>ἐξαιρεῖν. τοὺς δὲ ἥλους καὶ τύλους καὶ ἀκροχορδόνας καὶ
                        <lb/>θύμους καὶ μυρμηκίας ἐκτέμνοντες ἐπικαίομεν, ἢ τῷ ψωρικῷ
                        <lb/>ἐπιπάσσομεν. τὰ δὲ κολοβώματα, τὰ περὶ μυκτῆρας, ἢ ὦτα, <lb/>ἢ χείλη
                        οὕτως εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταται, τὰ μὲν <lb/>χείλη σμιλαρίῳ πανταχόθεν
                        ἀναδέροντες αἱμάσσομεν, εἶτα <lb/>προσάγοντες ῥάπτομεν πυκνότερον. πρὸς δὲ
                        τὰς σιαγόνας ἐξ <lb/>ἑκατέρου πέρατος τῶν χειλῶν, καθ᾿ ἃ συμπέφυκεν
                        ἀλλήλοις, <lb/>ἔνδοθέν τε καὶ ἔξωθεν διαιροῦμεν καὶ τίλμασι διαστέλλομεν,
                        <lb/>πρὸς τὸ μὴ τὴν σάρκα φυεῖσαν, χάλασμα παρασχεῖν· τὰ δὲ <lb/>ἐν τοῖς
                        ὠσὶν ἢ μυκτῆρσιν κολοβώματα, ὅταν ὁ χόνδρος ᾖ διῃρημένος, <lb/>ἐκχονδρίζειν
                        δεῖ καὶ οὕτως διαῤῥάπτειν ἐρείῳ ῥάμματι. </p></div><div type="textpart" subtype="chapter" n="20"><p>[Περὶ καταγνυμένων κώλων καὶ ἐξαρθρουμένων <lb/>μορίων.] Τὰ δὲ καταγνύμενα
                        κῶλα ἐκ διατάσεως <lb/>μὲν εὐθετίζεται, ἐξ ἐπιδέσεως δὲ πωροῦται. τὰ μὲν οὖν
                        περὶ <lb/>κεφαλὴν κατάγματα ποσαχῶς τε γίνεται καὶ ὅπως θεραπεύεται
                        <lb/>εἴρηται. κᾂν ἐν προσώπῳ κάταγμα γένηται, ὡς τὰ <lb/>ἐν τῇ κεφαλῇ
                        θεραπεύειν, ἐκκόπτοντα τὸ πεπονθὸς ὀστοῦν. <pb n="792"/> εἰδέναι δὲ χρὴ καὶ
                        ὅσα τῶν καταγνυμένων ὀστῶν ἀθεράπευτα. <lb/>ἐὰν μὲν οὖν ῥὶς κατεάγῃ, οὐκ
                        ὀρθοῦται. καὶ οὖς δὲ <lb/>κατάγνυσθαί φησιν Ἱπποκράτης, ὅτι καὶ ὁ χόνδρος
                        ὀστοῦν <lb/>μιμεῖται καὶ δυσαποκατάστατος εἶναι δοκεῖ εἰς τὸ ἀρχαῖον
                        <lb/>σχῆμα. ἀλλὰ κᾂν ἐξ ὑπερώας μεσίζῃ ἡ ῥὶς, ὥς φησι, σιμοῦται
                        <lb/>ἀθεράπευτος. ἐὰν δὲ κλεὶς κατεάγῃ, ἢ κατακλεὶς, ἤ τις <lb/>πλευρὰ καὶ
                        ταῦτα, ὡς ἐπὶ τὸ πολὺ δυσαποκατάστατα. ἐπιτιθέναι <lb/>δὲ χρὴ ἐπὶ τῶν
                        κατακλείδων μάλιστα καὶ ἐπιδεῖν <lb/>ἀπὸ μασχάλης ἐπὶ μασχάλην. ἐὰν δέ τι
                        τῶν μειζόνων κώλων <lb/>κατεάγῃ, ἢ τῶν μικροτέρων μερῶν, οἶον δακτύλων
                        σκυταλίδες, <lb/>ἢ καρποῦ ὀστᾶ, ἢ μετακαρπίου, ἢ ταρσοῦ, πάντα
                        <lb/>μεγαλομερῶς μὲν κατάγνυται, καυληδὸν, ἢ ῥαφανηδὸν, ἢ <lb/>σχιδακηδόν.
                        ἐπὶ λεπτὸν δὲ καρυηδὸν ἢ ἀλφιτηδόν. πρότερον <lb/>μὲν οὖν χρὴ ἐπιδέοντα
                        πάντα καταγνύμενα καὶ διατείνοντα <lb/>πάνυ ἰσχυρῶς καὶ βεβαίως διαστῆσαι
                        καὶ πολὺ ἀποστῆσαι <lb/>ἀλλήλων, ἵνα εὐθετισθῇ καὶ ἀποκατασταθῇ εἰς τὸ
                        ἀρχαῖον <lb/>σχῆμα. εὐθετίζειν δὲ χρὴ τὰ ὀστᾶ, οὐκ ἐπὶ εὐθὺ πάντα, <lb/>ἀλλὰ
                        πρὸς σχῆμα τοῦ ὁμοζύγου κώλου. ἐὰν μὲν εὐθὺ <pb n="793"/> ᾖ, ἐπ᾿ εὐθείας,
                        ἐὰν δὲ καμπύλον ἢ ἄλλως πως σκαμβὸν, <lb/>ὁμοίως. τρόπος δὲ παρασκευῆς ἐστιν
                        ἐπιδέσεως εἰς πάντα, <lb/>ἐπίδεσμον ποιεῖν ἐξ ὀθονίων παλαιῶν, πρός τε τὸ
                        <lb/>πλάτος καὶ τὸ μέγεθος τοῦ κώλου. πλάτος μὲν ἐπὶ τῶν μεγίστων
                        <lb/>δακτύλων τεσσάρων ἢ πέντε, ἐπὶ δὲ τῶν ἰσχνοτέρων <lb/>μὴ ἔλασσον
                        δακτύλων τριῶν. ἐπιδέσεως δὲ νόμος τοιοῦτος. <lb/>ἡ πρώτη ἐπίδεσις ἀπὸ τοῦ
                        κατάγματος ἐπὶ τρεῖς <lb/>ἐπιδέσεις ἄνω νέμεται ὡς ἐπὶ τὸ πλεῖστον. ἡ δὲ
                        δευτέρα <lb/>ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται, ἀλλασσομένων τῶν ἐπιδέσεων,
                        <lb/>κάτω μὲν νέμεται, ἐπὶ τὰ ἄνω δὲ ἀνάγεται, ὥστε εἶναι <lb/>διπλῆν τῆς
                        πρώτης. διάβροχον δὲ εἶναι ὑδρελαίῳ, ἢ οἰνελαίῳ <lb/>ἢ γλυκελαίῳ μέχρι
                        πρώτης διὰ τρίτης, ἔπειτα κηρωτῇ <lb/>λελυμένῃ καὶ ὑγρᾷ, ὡς παχὺ ἔλαιον
                        εἶναι. πιέζειν δὲ μηδὲ <lb/>πάνυ ἄγαν, ἵνα μὴ νεκρωθῇ, ἀλλ᾿ ὥστε προκεῖσθαι
                        καὶ <lb/>προσερηρεῖσθαι, μήτε κεχαλασμένως, ἵνα συνέκχῃ καὶ ἀποκρούηται
                        <lb/>τὰ ἐπιῤῥέοντα, πρὸς τὸ μὴ φλεγμαίνειν. ἔπειτα <lb/>σπλῆνας τριπτύχους ἢ
                        τετραπτύχους ποιοῦντας ἐπιτιθέναι, <lb/>πληροῦντας τοῦ κώλου τὸ πάχος, ὥστε
                        μήτε ἐπιπίπτειν ﻿<pb n="794"/> ἀλλήλοις μήτε ἀφεστῶτας διαλείμματα ποιεῖν·
                        ἐπὶ δὲ τούτοις <lb/>ἐπιδεσμίδα τρίτην ἐπιβάλλοντας ἀπὸ τοῦ κατάγματος
                        <lb/>κάτω νέμεσθαι ἐπὶ τὰ ἄνω χωρεῖν καὶ ἐκεῖ τερματίζεσθαι. <lb/>αἱ δὲ
                        ἐπιλύσεις αἱ μὲν πρῶται διὰ τρίτης· αἱ δὲ μετὰ τὴν <lb/>ἑβδόμην διὰ πλειόνων
                        πρὸς τὰς ἐπειγούσας χρείας. ναρθηκίζουσαι <lb/>δὲ, ἀπὸ νάρθηκος ἀληθινοῦ,
                        ἐπὶ τῆς ἐσχάτης ἐπιδεσμίδος, <lb/>ἐρίου προστιθεμένου, ἐκ διαστημάτων
                        τασσομένων <lb/>τῶν ναρθήκων· ὅταν ἀκριβῶς ἀφλέγμαντον ᾖ, τῶν μὲν
                        <lb/>κυρτῶν αὐτοῦ ἔξωθεν αἱρουμένων, τοῦ δὲ λείου ἐπιβάλλοντος <lb/>ἔνδοθεν
                        ἁμματίῳ, ἐπ᾿ αὐτοῖς ἁμματιζομένων ἢ ταινιδίων <lb/>ἢ ναυτικοῦ ῥάμματος. ἐπὶ
                        δὲ τῶν μετὰ τραύματος καταγμάτων, <lb/>ἀντὶ τούτων πάντων, σπλῆνας
                        διπτύχους, ἢ <lb/>τριπτύχους ποιοῦντας, ἕκαστον πληροῦντα τὸ πάχος ἐν κύκλῳ
                        <lb/>τοῦ κώλου, ὡς χωρίζεσθαι τὰ πέρατα αὐτοῦ, ἐπιπίπτοντα <lb/>ἀλλήλοις,
                        ἅπαν τε κῶλον τούτοις ἐπὶ δέον συγκείμενον <lb/>ἔχοντες· πρώτως μὲν τοῖς
                        σοῖς ἐπιβάλλουσι τῷ σώματι διαβρόχους <lb/>εἶναι τῶν προειρημένων· ἐπὶ δὲ
                        τούτοις προϋποκείμενα <lb/>ἔχουσιν ἔρια καὶ ἀποδεσμίδας ἁπλῶς ἐπὶ τοῖς
                        ἐρίοις <pb n="795"/> κατὰ τῆς ὑποτιθεμένης ἕδρας τοῦ ἀνοίκτου σωλῆνος·
                        μάλιστα <lb/>δὲ οὗτος ὁ τρόπος τῆς ἐπιδέσεως ἁρμόδιος ἐπὶ τῶν <lb/>ἀλφιτηδὸν
                        καταγνυμένων, μετὰ τραυμάτων καὶ πολλῆς περιθλάσεως <lb/>τῶν μυῶν, ἐφ᾿ ὧν
                        καὶ μοτὰ χρὴ προϋποτιθέναι <lb/>διάβροχα τοῖς ἁρμόζουσι. μοτῶν δὲ εἴδη
                        πέντε· στρεπτὸς, <lb/>ξυστὸς, τιλτὸς, ἐλλυχνιωτὸς, πριαπισκωτός. ἐπὶ δὲ τῶν
                        <lb/>ἐξαρθρούντων δεῖ μὲν καὶ τῆς διατάσεως προηγουμένης· ἡ <lb/>δὲ ἐμβολὴ
                        καθ᾿ ἕκαστον οἰκεία μετὰ τὴν διάτασιν παραλαμβάνεται. <lb/>πάντα δὲ ἐπὶ τοῦ
                        Ἱπποκρατείου βάθρου καταρτίζεται, <lb/>ὁμοῦ τε διατεινόμενα καὶ
                        συμβαλλόμενα. ἐξαρθροῖ δὲ <lb/>κεφαλὴ μὲν, ἐνήρθρωται γὰρ τῷ πρώτῳ σπονδύλῳ
                        τοῦ τραχήλου <lb/>πρὸς τὸν δεύτερον. ἡ δὲ κάτω γνάθος ἐξίσταται <lb/>μὲν τοῦ
                        κατὰ μῆλα ζυγώματος, ἐμβάλλεται δὲ μόναις ταῖς <lb/>χερσὶ παραγομένη ἔνθεν
                        κᾀκεῖθεν ἐπὶ τὰ συνερειδόμενα <lb/>πρὸς τῇ ἄνω. τοῦ δὲ ὤμου εἰς μασχάλην
                        μόνην ὀλισθάνοντος <lb/>ἡ δι᾿ ἄμβης ἐμβολὴ μετὰ διατάσεως. εἰσὶ δὲ καὶ ἄλλαι
                        <lb/>παλαιστρικαὶ λεγόμεναι. ἀγκῶνος δὲ ἐξαρθρημάτων διαφοραὶ <lb/>τέσσαρες,
                        ἡ μὲν ἔσω, ἡ δὲ ἔξω, ἡ δὲ εἰς τὰ ἔμπροσθεν, <pb n="796"/> ἡ δὲ εἰς τὰ
                        ὄπισθεν· τὰς μὲν εἰς τὰ ἐκτὸς ἢ εἰς τὰ ἐντὸς, <lb/>μετὰ διατάσεως
                        ἀντιπαράγοντες τὰ ἐξεστῶτα ὀστέα οὕτως <lb/>καθιστῶμεν, τὰς δὲ εἰς τοὐπίσω,
                        ἢ εἰς τὸ ἔμπροσθεν, ἄνευ <lb/>διατάσεως· ἡ μὲν γὰρ ἐκ συγκάμψεως ἀθρόας,
                        ἐντιθεμένου <lb/>τινὸς τῇ συγκάμψει τοῦ ἀγκῶνος, καθίσταται· ἡ <lb/>δὲ
                        ἐκτάσεως σφοδροτέρας. καρποῦ δὲ καὶ μετακαρπίου καὶ <lb/>δακτύλων
                        ἐξαρθρήματα ἐκ βραχείας διατάσεως τῶν χειρῶν <lb/>εὐθετίζεται. ῥάχεως δὲ
                        πᾶσα διαστροφὴ, ἥ τε ὕβωσις καὶ <lb/>εἴσωσις καὶ σκολίωσις, ἀδιόρθωτα. μηροῦ
                        δὲ ἡ πρὸς τὰ <lb/>ἰσχία κεφαλὴ ἢ ἔσωθεν εἰς τὸ περιτόναιον ἐμπίπτει, ἢ
                        <lb/>ἔξωθεν εἰς τὸ ἀντικείμενον, ὀπίσω τε εἰς γλουτὸν καὶ ἔμπροσθεν <lb/>εἰς
                        βουβῶνα. ἀνίατοι δὲ τέσσαρες διαφοραί. κατὰ <lb/>δὲ τὸ γόνυ συνεχὴς μὲν ἡ
                        εἰς τὸ ἔξω ἐξάρθρησις καὶ ῥᾳδία <lb/>ἡ ἀποκατάστασις διὰ συγκάμψεως. ἔλαττον
                        δὲ εἰς τὰ <lb/>ἐντὸς καὶ γίνεται καὶ ἀποκαθίσταται. ἔτι δὲ σπανιώτερον
                        <lb/>ἡ εἰς τουπίσω. ἡ δὲ εἰς τοὔμπροσθεν οὐδὲ ὅλως γίνεται. <lb/>οὐδέποτε
                        γὰρ ἐξίσταται τὰ ὀστᾶ διὰ τὴν συνέχουσαν ἐπιγονατίδα, <lb/>πλὴν εἰ μὴ καὶ
                        αὕτη κατεάγῃ κατὰ δὲ τὰ σφυρὰ <lb/>βραχεῖα μὲν παρεναλλαγὴ γινομένη
                        δυσαποκατάστατος. πολλὴ <pb n="797"/> δὲ καὶ βίαιος οὐδὲ ἀνέχεται τὴν
                        διόρθωσιν. ἐπικίνδυνος <lb/>γὰρ σφόδρα καὶ εἰ μετὰ τραύματος γένηται·
                        δάκτυλοι δὲ <lb/>ποδὸς ἐξαρθρήσαντες, ὡς τῶν χειρῶν ἀπευθύνονται. αἱ δὲ
                        <lb/>τῶν συμφύσεων αὐτῶν πᾶσαι διαστάσεις, ὡς ἐπὶ προσώπου <lb/>καὶ πήχεως
                        καὶ κερκίδος κνήμης τε καὶ περόνης, μετακαρπίου <lb/>τε καὶ ταρσοῦ καὶ ἔτι
                        εἰς τὸ ἀρχαῖον ἀποκαθίστανται. <lb/>τὰ δὲ μελαινόμενα καὶ νεμόμενα, εἴτε ἐκ
                        καταγμάτων εἴτε <lb/>βιαίου σφίγξεως, ἐκπρίζομεν ὅλα τὰ κῶλα πολλάκις.
                        ὁμοίως <lb/>δὲ καὶ τὰ ὑπὸ τῶν ἰοβόλων ἤδη προκατειλημμένα. ἔπειτα
                        <lb/>καυτῆρσιν ἄγαν πεπυρωμένοις ἱστῶμεν τὴν νομήν. μετὰ δὲ <lb/>τοὺς
                        καυτῆρας πράσῳ τῷ χλωρῷ καταπλάσσομεν μεθ᾿ <lb/>ἁλῶν, εἶτα ὅταν καθαρθῶσιν
                        αἱ ἐσχάραι, ὡς ἕλκη θεραπεύομεν. <lb/>τὰ δὲ τῶν ἰοβόλων δήγματα οὐδὲ ταχὺ
                        ἐπουλοῦσθαι <lb/>βουλόμεθα, ἀλλ᾿ ὡς ἐπὶ τὸ πλεῖστον ῥευματίζεσθαι τὰ
                        <lb/>ἕλκη σπουδάζομεν. </p></div></div></body></text></TEI>