[Περὶ τῶν ἐν ὀφθαλμοῖς συνισταμένων παθῶν.] Πάθη δὲ περὶ μὲν τὸν ὅλον ὀφθαλμὸν συνίσταται τάδε. τάραξις, ὀφθαλμία, ἐπιφορὰ, φλεγμονὴ, οἴδημα, ἐμφύσημα, σκίῤῥωσις, χήμωσις, ἄνθραξ, στραβισμὸς, σπασμὸς, παλμὸς, μυωπίασις, γάγγραινα, σηπεδὼν, ἕλκος, σῦριγξ, ξηροφθαλμία, ψωροφθαλμία, σκληροφθαλμία, πρόπτωσις, ἀτροφία. περὶ δὲ τοὺς ὑμένας τάδε ῥῆξις, διάβρωσις, διάτασις, ἀναστόμωσις, παχύτης, πυκνότης, ῥύσωσις, ἔκτασις, ἀραιότης. περὶ δὲ τὰ ἐντὸς μὲν βλεφάρων τραχύτης, παχύτης, σύκωσις, τύλωσις, σκληρία, χαλάζωσις, πλαδαρότης, μύδησις, σάρκωσις, πωρίασις. περὶ δὲ τὰ ἐκτὸς τῶν βλεφάρων ὑδατίδες, λιθίασις, φθειρίασις, μελικηρὶς, γάγγραινα, φύματα, κολοβώματα. περὶ δὲ τὴν στεφάνην κριθὴ καὶ ποσθία, τριχίασις, διστιχία, τριστιχία, φαλάγγωσις, πύρωσις, πτίλωσις, ψωρίασις, μαδαρότης, παράλυσις. κοινῶς δὲ πρὸς ὅλα τὰ βλέφαρα, παράλυσις, πρόπτωσις, ἐκτροπή. περὶ δὲ τοὺς κανθοὺς, ἐγκανθὶς ἀγκύλη, πτερύγιον, ῥοιὰς, πρόσφυσις. ἔξωθεν δὲ αἰγίλωψ, ἀγχίλωψ. περὶ δὲ τὸ λευκὸν ψυδράκιον ἕλκος, ὑπόσφαγμα, ἀπόστασις, χήμωσις, κοίλωμα, πτερύγιον, φάκωσις, ἴκτερος, πῶρος. περὶ δὲ τὴν ἴριν ἄργεμον, νεφέλιον, ἀχλὺς, ἐπίκαυμα, ἕλκος, βοθρίον, φλυκτὶς, μυιοκέφαλον, σταφύλωμα, ὑπόπυον, ῥῆξις, οὐλὴ, λεύκωμα, κοίλωμα, πρόπτωμα, ὄνυξ, πύωσις, ἕλκωσις. περὶ δὲ τὴν κόρην ὑπόχυσις, γλαύκωσις, μυδρίασις, φθίσις, σύγχυσις, πλατυκορίασις, ἀμαύρωσις, ῥυτίδωσις, νυκτάλωψ, ἡμεράλωψ, μυωπίασις, διαπύησις. περὶ δὲ τοὺς πόρους ἀπόῤῥηξις, παρέμπτωσις, σύμπτωσις, ἕλκωσις, ἀνθράκωσις. τάραξις μὲν οὖν ἐστιν, ὅταν συγκινηθεὶς ὁ ὀφθαλμὸς ἐπιπολαίως καὶ μετρίως ἐπὶ τὸ ἐρυθρότερον καταστῇ τελέως. ὀφθαλμία δέ ἐστιν, ὅταν τὸ λευκὸν ἐνερευθὲς ᾖ καὶ τὰ βλέφαρα ἐπηρμένα μετὰ τοῦ τήν τε μύσιν τῶν βλεφάρων ἐπαλγῆ εἶναι καὶ τὴν τῶν χειρῶν ἐπαφὴν ἐπώδυνον. φλεγμονὴ δέ ἐστιν ἐπίτασις τοῦ τε ἐρυθήματος καὶ τῆς ἐπάρσεως τῶν βλεφάρων, ὡς ἐπιπόνως ἀναβλέπειν. ἐπιφορὰ δὲ κοινὸν ὄνομα ἐπὶ παντὸς τοῦ σώματος καὶ φλεγμονῆς σφοδρᾶς ἐπιφερομένης καὶ ῥευμάτων  λάβρων ἐπιῤῥεόντων. ἰδίως δὲ ἐπὶ ὀφθαλμῶν λέγεται, ἐπειδὰν μετὰ φλεγμονῆς μεγίστης καὶ ῥεύματος πλῆθος ἐπιῤῥυῇ. οἴδημα δέ ἐστιν, ὅταν ἐπηρμένος καὶ ἀχρούστερος, ἢ καὶ δυσκίνητος ἐπιφαίνηται. ἐνίοτε δὲ καὶ τὸ λευκὸν ὑπὲρ τὸ μέλαν ἐπαίρεται. ἐμφύσημα δέ ἐστιν, ὅταν ἄφνω οἰδίσας ὁ ὀφθαλμὸς ἀχρούστερος καὶ φλεγματωδέστερος γένηται. γίνεται δὲ ὡς ἐπίπαν πρεσβύταις, μάλιστα θέρους. σκίῤῥωσις δὲ γίνεται κατ᾿ ἐπίτασιν φλεγμονῆς χρονίου τῆς σαρκὸς αὐξανομένης καὶ ὑποπελιαζούσης. ῥευματίζεται δὲ ὁ ὀφθαλμὸς, ὅταν μὴ μόνον ἐρυθρὸς ᾖ, ἀλλὰ καὶ ὅταν πολὺ δάκρυον ἐκκρίνῃ. ξηροφθαλμία δέ ἐστιν, ὅταν οἱ κανθοὶ ἑλκώδεις καὶ τραχύτεροι καὶ κνησμώδεις εἰσὶ καὶ τὰ βλέφαρα ἐρυθριᾷ καὶ δάκρυον ἁλμυρὸν καὶ νιτρῶδες διαστάζει. σκληροφθαλμία δέ ἐστιν, ὅταν τὰ βλέφαρα σκληρότερα ᾖ καὶ αὐτὸς ὁ ὀφθαλμὸς δυσκίνητος καὶ ἐνερευθής. πρόπτωσις δέ ἐστιν, ὅταν ὁ ὀφθαλμὸς κινητὸς μετὰ φλεγμονῆς προπέσῃ. ἀτροφίαν δὲ λέγουσιν ὀφθαλμοῦ, ὅταν ἔξ ἀῤῥωστίας μακρᾶς, ἢ ἔκ τινος ἀδήλου αἰτίας, ὥσπερ ὀλίγον ἐξωθούμενος, εἶτα κοιλαινόμενος κατὰ τὰς ῥίζας ἀλγῶν μικρότερος γίνηται καὶ ἀμυδρῶς, ἢ μηδ᾿ ὅλως βλέπῃ. τραχέα δὲ τὰ βλέφαρα λέγεται, ὅταν ἐκστραφέντα ἐναιμότερα φαίνηται καὶ τραχύτερα καὶ σαρκωδέστερα καὶ κεγχραμίσιν ὅμοια. παχέα δὲ βλέφαρα τὰ ἐκστραφέντα τῶν κατὰ φύσιν καὶ σκληρότερα καὶ σαρκωδέστερα τῶν τραχέων φαινόμενα. σύκωσις δέ ἐστιν, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων σαρκωθείη σαρκὶ παραπλήσιον μετὰ ὑπεροχῆς καὶ ὁ ὀφθαλμὸς ἅπας δυσκίνητος ᾖ. τύλωσις δέ ἐστιν, ὅταν τὰ ἐν τοῖς βλεφάροις τραχώματα διὰ παλαιότητα παχύτερα καὶ λευκότερα καὶ δυσαίσθητα ᾖ καὶ διὰ τοῦτο δυσαπότριπτα γένηται. σκληρίασις δέ ἐστιν ἔπαρμα μετ᾿ ἐρυθήματος ἐπὶ τὸ βλέφαρον καὶ ὀδύνης, δυσαπότριπτον καὶ χρονιώτερον φλεγμονῆς. χαλάζωσις δέ ἐστι περιφερῆ τινα ἔνδοθεν τοῦ βλεφάρου ἐπάρματα περιγεγραμμένα, ἐοικότα τῇ χαλάζῃ. πλαδαρότης δέ ἐστι μαλακὰ οἶον σώματα παλαιά γε καὶ ἀχρούστατα κατὰ τὰ ἐντὸς τῶν βλεφάρων οὔπω τὸ τραχὺ ἔχοντα, διὸ πλαδαρότης καλεῖται. μύδησις δὲ κοινὸν ὄνομά ἐστι σώματος, ἐκ σήψεως ἀπολλυμένων. γίνεται δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὰ βλέφαρα καὶ ὀγκωδέστερα φαίνεται καὶ συνεχῶς ῥευματίζεται, πλείονος πιμελῆς περὶ αὐτὰ γινομένης. κριθὴ δὲ, ἣ καὶ ποσθία λέγεται, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων πρὸς ταῖς στεφανιαίαις ὑπόπυον παράμηκες, ὅμοιον κριθῇ κατὰ τὸ σχῆμα γένηται. γίνεται δὲ καὶ ἄλλα μείζονα κατὰ μέσα βλέφαρα κριθὴ λεγόμενα. λιθίασις δέ ἐστιν, ὅταν ἐκστραφέντων τῶν βλεφάρων ὅμοια πώροις περὶ τὰ βλέφαρα ὑπάρχῃ λευκὰ καὶ παχέα καὶ οἷον λίθοις ἐμφερῆ νύσσοντα τὸν ὀφθαλμόν. φθειριᾷν δέ φαμεν τὰ βλέφαρα, ὅταν περὶ τὰ τετριχωμένα πλατέες πολλαὶ φθεῖρες σμικραὶ γίνωνται. διτριχιᾷν δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν ὑπὸ τὰς κατὰ φύσιν τρίχας ἄλλαι ὑποφυεῖσαι νύσσωσι τὸν ὀφθαλμὸν καὶ ῥευματίζωσι. πτίλωσις δέ ἐστιν, ὅταν ἄλλαι μὲν ὑποφύουσιν, αὗται δὲ αἱ κατὰ φύσιν συμπεσοῦσαι καὶ κατακλασθεῖσαι νυγμοὺς παρέχουσι. φαλάγγωσις δέ ἐστιν, ὅταν διστιχία, ἢ τριστιχία τῶν ὑποφυομένων τριχῶν ᾖ ἐν τῷ ἄνω, ἢ ἐν τῷ κάτω βλεφάρῳ. παραλελύσθαι δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν αὐτὸν ἐπιλείπωσιν αἱ φυσικαὶ κινήσεις καὶ μὴ δύνηται ἀναβλέπειν, ἢ κάτω βλέπειν, ἀναίσθητος δὲ ᾖ. πολλάκις δὲ καὶ περὶ μέρη τινὰ τοῦ ὀφθαλμοῦ τοῦτο συμβαίνει. ἐκτετράφθαι δὲ λέγουσι τὰ βλέφαρα, ὅταν ἐπὶ πλέον ἐκτραπῇ ἑλκωθέντων ἐξοφθαλμιῶν. ἐγκανθίδα δὲ λέγουσιν, ὅταν ἐξ ἑλκώσεως ὑπερσαρκώσῃ ὁ κανθὸς πρὸς τὴν ῥῖνα. πάσχουσι δὲ τοῦτο μάλιστα οἱ θαλασσουργοί. πτερύγιον δὲ λέγουσιν, ὅταν ἐπὶ πλέον ἑλκωθέντος καὶ ὑπερσαρκώσαντος τοῦ λευκοῦ ὑμὴν λεπτὸς καὶ νευρώδης ἐπιδράμῃ τὸν ὀφθαλμὸν, ἀρξάμενος ἀπό τινος τῶν κανθῶν, ἕως τοῦ μέλανος καὶ τῆς κορυφῆς ἐφάψηται. ῥοιὰς δὲ ἐστιν ἐπὶ ὀφθαλμῷ, ὅταν ἔκ τινος αἰτίας ἀδήλου ὁ κανθὸς παρέλθῃ, ἢ ἐκ χειρουργίας ἀρθῇ καὶ μηκέτι στέγειν τὸ δάκρυον οἷόν τε ᾖ, ἀλλὰ ῥευματίζεται. προσφύεται δὲ τὰ βλέφαρα ἢ τῷ λευκῷ ἢ τῷ μέλανι ἒξ ἑλκώσεως. καὶ ἐὰν μὲν τῷ μέλανι προσφυῇ, τελέως κωλύει τὴν ὅρασιν, ἐὰν δὲ τῷ λευκῷ, ἧττον· καλεῖται δὲ ἀγκύλωσις. αἰγίλωπα δὲ λέγουσιν, ἢ ἀγχίλωπα, ὅταν ἀπόστημά τι γένηται πρὸς τῷ κανθῷ τῷ παρὰ τῇ ῥινὶ πῦον περιέχον, ἢ λιπαῖνον τὸ ὀστέον συῤῥηγνύμενον, ἢ εἰς κανθὸν, ἢ εἰς ῥῖνα περιχεῖ τὸ ὑγρόν. ψυδράκιον δ᾿ ἐστὶ κοινῶς λεγόμενον περὶ πᾶν τὸ σῶμα καὶ περὶ τὸ λευκὸν τοῦ ὀφθαλμοῦ γίνεται, οἶον ἐξάνθημα ἐξ ἄκρου ἐρευθές. ἕλκος δὲ γίνεται περὶ τὸ μέλαν, ἢ τὸ λευκὸν, ὅταν ἡ ἐπιδερμὶς διαιρεθῇ μηνοειδὴς, ἢ στρογγύλη τὸ σχῆμα, κοιλότερον, ὁμόχρουν ἢ ὑπόλευκον. ὑπόσφαγμα δὲ λέγουσιν, ὅταν ὑπὸ πληγῆς ῥαγέντων τῶν ἐν τῷ πρώτῳ χιτῶνι ἀγγείων μεταξὺ τῆς κτηδόνος τοῦ λευκοῦ καὶ τοῦ ἐντὸς χιτῶνος αἷμα ὑπέλθῃ, καὶ παραχρῆμα μὲν ἔναιμον ᾖ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕστερον δὲ πελιδνόν. χήμωσις δέ ἐστιν, ὅταν ἐκ φλεγμονῆς σφοδροτέρας ἀμφότερα τὰ βλέφαρα ἐκτραπῇ καὶ μὴ ὅλον σκέπῃ τὸν ὀφθαλμόν. κυρίως δὲ χήμωσις λέγεται, ὅταν τὸ λευκὸν ἑκατέρωθεν τῆς ἴριδος φλεγμάνῃ, κατὰ δὲ τὴν ἴριν κοιλαινόμενον, ὅμοιον τοῖς σχήμασι τῇ καλουμένη χήμῃ. κοιλώματα δὲ λέγεται ἐπὶ ὀφθαλμοῦ ὅσα στρογγύλα καὶ κοῖλα ἕλκη πλατύτερα τῶν βοθρίων γίνεται ἐν αὐτῷ περὶ τὴν ἴριν. ἄργεμον δέ ἐστιν, ὅταν κατὰ τὸν τῆς ἴριδος κύκλον καὶ τὸ λευκὸν,  ἐνίοτε δὲ καὶ τὸ μέλαν, ἕλκος γίνηται στρογγύλον καὶ ὑπόλευκον. νεφέλιον δέ ἐστιν ἕλκος ἐπιπόλαιον καὶ μικρῷ μεῖζον ἀργέμου καὶ λευκόν. ἀχλὺς δέ ἐστι περὶ ὅλον τὸ μέλαν ἀπὸ ἑλκώσεως ἐπιπολαίου, οὐλὴ λεπτοτάτη ἀέρι ἀχλυώδει παραπλησία. ἐπίκαυμα δέ ἐστιν, ὅταν ἐξ ἐπιπολῆς ἡ ἐπιδερμὶς ἐπικαυθεῖσα ἑλκωθῇ, ἢ καὶ βραχὺ βαθυτέρα γένηται ἐξ ἐπιφορᾶς μεγάλης ἐγγινομένη. βοθρίον δέ ἐστιν ἕλκος κοῖλον, καθαρὸν, στενὸν, κεντήμασι στρογγύλοις ὅμοιον, βαθύτερον ἑλκυδρίου. φλύκταιναν δὲ λέγουσιν, ὅταν ἐξ ἑλκώσεως, ἢ καὶ ἄνευ ἑλκώσεως, ἐξ ἐπιπολῆς τοῦ κερατοειδοῦς χιτῶνος, ὑμὴν λεπτότατός τε καὶ μετέωρος ἀρθεὶς παραδέξηται μεταξὺ αὐτοῦ ὑγρασίαν, ἢ καὶ ὑπὸ τὴν κτηδόνα τοῦ χιτῶνος παχυτέρα ὑποδραμοῦσα ὑγρασία καὶ τὴν φλύκταιναν ἀποτελέσασα. μυοκέφαλον δέ ἐστιν, ὅταν ἐξ ἑλκώσεως διαβρωθέντος τοῦ πρώτου χιτῶνος κατὰ τὴν ἴριν προκύψῃ ὁ δεύτερος χιτὼν, ὡς οἷον μυίας κεφαλῇ ἐοικέναι. σταφύλωμα δὲ λέγεται, ὅταν ἡ κόρη τοῦ ὀφθαλμοῦ μετεωρισθῇ μετὰ φλεγμονῆς καὶ πόνου καὶ γίνηται ὅμοιον ῥαγὶ σταφυλῆς, λευκὸν τῇ χροιᾷ. ὑπόπυον δέ ἐστιν, ὅταν πῦον ὅλην τὴν ἴριν περιλάβῃ, ἢ τὸ ἥμισυ. ῥῆξις δέ ἐστιν ἕλκωσις ὑπὸ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας κατὰ βάθος ἐπιφέρουσα ὡς ἐπὶ τὸ πολὺ, τὴν διαίρεσιν τῶν ὑμένων ὅλων, ὥστε ἐκχεῖν καὶ τὰ ὑγρὰ οἷς βλέπομεν. οὐλὴ δέ ἐστιν, ὅταν ἐπὶ τῷ μέλανι τοῦ ὀφθαλμοῦ ἐξ ἕλκους βαθέος ὄντος παχύτης ὑμένος ἐπιγένηται καὶ ἡ χροιὰ λευκοτέρα φαίνηται. συνίσταται δὲ καὶ ἐπὶ τοῦ λευκοῦ ὑμένος καλουμένου, ἀλλ᾿ οὐ διαδείκνυται. λεύκωμα δὲ ταὐτὸν μὲν τῇ καλουμένῃ οὐλῇ ἐστι, διαφέρει δὲ τῷ ἐξ ἑλκώσεως μεγάλην οὐλὴν μείζονα καὶ παχυτέραν ἐπιγίνεσθαι ἐπὶ τῆς ἴρεως, ἣν καλοῦσι λεύκωμα. ἦλος δέ ἐστιν ἡ μετὰ λείας καὶ λευκῆς, οἷον οὐλὴ σαρκώδης, ὑπεροχὴ τοῦ μέλανος στερεά· πολλάκις δὲ καὶ ἐπὶ τῷ λευκῷ τῷ μέλανι συνάπτοντι ἐπανισταμένη. ὑποκεχύσθαι δὲ λέγουσί τινες, ὅταν συμβῇ παρέγχυσιν ὑγροῦ τινος γενέσθαι κατὰ τὴν κόρην καὶ πῆξιν πολλάκις, ὥστε κωλῦσαι τὸ ὁρᾷν, ἢ καὶ ἀμαυροῦσθαι ἐν τῷ φαίνειν. γλαύκωσις δέ ἐστι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ εἰς λευκὴν καὶ ὑδατώδη χροιὰν μεταβολὴ, δι᾿ ἣν τὸ βλέπειν κωλύεται. μυδρίασις δὲ λέγεται, ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν παραλλάττῃ, πλατυτέρα δὲ ᾖ πολλῷ τοῦ κατὰ φύσιν, ὥστε ἐγγίζειν τῷ κύκλῳ τῆς ἴρεως καὶ ἐμποδίζειν τὸ βλέπειν. φθίσις δὲ λέγεται στενουμένης τῆς κόρης, ὡς κεντήματι ἐοικέναι καὶ ἀμαυροτέρας καὶ ῥυσοτέρας γινομένης, ἢ ἐξ ἀσθενειῶν ἐπικινδύνων, ἢ κεφαλαλγιῶν ἐπιτεταμένων. σύγχυσις δέ ἐστιν, ὅταν τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρὰ μὴ κατὰ χώραν μένῃ, τὴν ἰδίαν τάξιν σώζοντα, ἀλλὰ τεταραγμένα ᾖ. ἀμαύρωσις δέ ἐστιν, ὅταν παντελὴς παρεμποδισμὸς ᾖ τοῦ ὁρᾷν, χωρὶς φανερᾶς αἰτίας. νυκτάλωπας δὲ λέγουσιν, ὅταν ἡμέρας μὲν βλέπωσιν ἀμαυρότερον, δυομένου δὲ ἡλίου λαμπρότερον· νυκτὸς δὲ ἔτι μᾶλλον· ἢ ὑπεναντίως, ἡμέρας μὲν ὀλίγα, ἑσπέρας δὲ ἢ νυκτὸς οὐδ᾿ ὅλως. μύωπας δὲ λέγουσι τοὺς τὰ μὲν σύνεγγυς βλέποντας, τὰ δὲ πόῤῥωθεν μὴ ὁρῶντας. διαπύησις δέ ἐστι βραχυτέρου ὑγροῦ σύστασις περὶ αὐτὴν τὴν κόρην, δυσεξάτμιστος καὶ δυσδιαφόρητος, ὑποχύματος ξηροτέρα. ἀπόῤῥηξις δὲ γίνεται τοῦ πόρου περὶ ὀφθαλμὸν, ὅταν ὁ διατείνων ἀπὸ τοῦ ἐγκεφάλου καὶ μήνιγγος πόρος ἐπὶ τὸν ὀφθαλμὸν ἀποῤῥαγῇ, ὡς ἀβλεψίαν τελείαν γενέσθαι προηγησαμένης πληγῆς περὶ τὴν κεφαλὴν, ἢ ἀφ᾿ ὕψους πτώματος, ἀφ᾿ οὗ γίνεται ἡ τοῦ πόρου ἀπόῤῥηξις. παρέμπτωσις δέ ἐστιν, ὅταν εἰς τὸν πόρον, κατ᾿ ἀναστόμωσιν, ἢ ῥῆξιν ἀγγείου, τὸ ὑγρὸν παρεμπέσῃ καὶ ἐμφράξῃ τὸν πόρον ἀπ᾿ αὐτῆς τῆς βάσεως τοῦ ἐγκεφάλου, ὅθεν καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ ὁρᾷν δύναμις, ὥστε μετ᾿ ἀλγημάτων καὶ τὸ ὁρᾷν ἐμποδίζεσθαι. σύμπτωσις δὲ γίνεται μὲν ὑπὸ τοῦ πόρου στενουμένου καὶ συμπίπτοντος δι᾿ ἀτροφίαν καὶ πάρεσιν. σπάνιον δὲ τοῦτο τὸ πάθος καὶ δυσίατον. ἀνθράκωσις δέ ἐστιν ἕλκος ἐσχαρῶδες μετὰ νομῆς καὶ ῥεύματος καὶ βουβῶνος ἐνίοτε καὶ πυρετῶν γινομένων περὶ τὸ ἄλλο πᾶν σῶμα, ἔστι δὲ ὅτε καὶ περὶ ὀφθαλμούς. [Περὶ τῶν ἐκτὸς τῆς κεφαλῆς παθῶν.] Περὶ δὲ τὰ ἐκτὸς τῆς κεφαλῆς συνίστανται τάδε, ἃ οὐκ ἀναγέγραπται ἐν τοῖς χρονίοις, περὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων τοῦ κρανίου. διαφοραὶ δὲ αὐτῶν εἰσι πέντε, ῥωγμὴ; ἐγγείσωμα, ἐκπίεσμα, ἀπήχημα, καμάρωσις, διάτασις ῥαφῶν, ὑδροκέφαλον, ἀχῶρες, πιτυρίασις, μελικηρὶς, ἀθέρωμα, κηρίον. περὶ δὲ τὸ τετριχωμένον τῆς κεφαλῆς καὶ τοῦ γενείου ἀλωπεκία, ὀφίασις, μαδαρότης, φαλάκρωσις. τρίχες δὲ πᾶσι ῥέουσι, λεπτύνονται, θραύονται, σχίζονται, αὐχμῶσι, χνοΐζονται, ὑπόξανθοι γίνονται, πολιοῦνται. τὰ δὲ περὶ ὀφθαλμοὺς κατ᾿ ἰδίαν ἀναγέγραπται. τὰ δὲ περὶ τὰ ὦτα, περίθλασις, πτερυγώματα, κάταγμα χόνδρου, κυψελίδος πλεονασμὸς, ἢ ἔλλειψις, βαρυηκοΐα, κώφωσις, πύου ῥύσις, ῥεῦμα δυσῶδες. περὶ δὲ ῥῖνα τάδε συνίστανται, ὄζαινα, πολύπους, ἕλκος, κάταγμα, διαστροφὴ, ἔνθλασις, σίμωσις. περὶ δὲ στόμα σῆψις οὐλῶν, βρῶσις ὀδόντων, ὀδονταλγία, φατνωμάτων ἔκπτωσις, ἀπόστημα ἐπὶ γλώττης, ἐπουλὶς, παρουλὶς, ἄφθαι, ἐσχάρωσις; παρίσθμια, σταφυλὴ, σύκωμα. περὶ δὲ τὸ πρόσωπον ἔφηλις, ἴονθοι, φακός. κάταγμα ὀστέων. διάτασις τῶν συμφύσεων. ἐξαρθρήματα τῆς κάτω γένυος ἀπὸ τῆς ἄνω. περὶ δὲ τὸν τράχηλον συνάγχη, κυνάγχη, ἀγχόνη, ἔξωσις σπονδύλων, χοιράδες, στεατώματα. περὶ δὲ ὤμους τοῦ ἀκρωμίου κάταγμα, διάστασις. περὶ δὲ ἀγκῶνα μελικηρὶς, ἀθέρωμα, στεάτωμα, ὑγρὸν ὑδατῶδες. περὶ δὲ καρποὺς γαγγλία. περὶ δὲ δακτύλους χειρὸς καὶ ποδὸς χείμεθλα, παρωνυχία. τοπικὰ δὲ ὅπου ἂν  τύχῃ τοῦ σώματος, φλεγμονὴ, οἴδημα, ἐμφύσημα, σκλήρωμα, ἀπόστημα, ἕλκος καθαρὸν, ἕλκος ῥυπαρὸν, κοῖλον ἕλκος, ὑπερσαρκοῦν, ἐσχαρῶδες, ἕλκος ξηρὸν, ῥευματιζόμενον, ὑπόνομον, τετυλωμένον, σεσυριγγωμένον, μύδησις, φῦμα, δοθιὴν, θέρμινθες, φύγεθλον, χάλαζα, φαγέδαινα, φλυκτίδες, ἄνθρακες, ἐπινυκτίδες, ἐρυσίπελας, ἕρπητες. περὶ δὲ τοὺς μαζοὺς ἰδίως καὶ περὶ τὰ αἰδοῖα γυναικὸς καὶ ἀνδρὸς καρκινώματα. συνίσταται δὲ καὶ ὅπου ἂν τύχῃ τοῦ σώματος καρκίνωμα κρυπτὸν, καρκίνωμα ἡλκωμένον, θηρίωμα. περὶ δὲ βουβῶνας βουβῶνες ἁπλοῖ, φύματα ἐκπυΐσκοντα. περὶ δὲ γόνατα γουναλγίαι, ῥευματισμοὶ, πῶροι. περὶ δὲ ἰγνὺν στεατώματα, ἀγκύλη. περὶ δὲ κνήμην κιρσοί. ἐν γαστροκνημίᾳ σκίῤῥωμα, χειρώνεια ἕλκη. περὶ δὲ ἄκρα ποδὸς μελανίαι, νεκρώσεις, ποδάγρα, σύριγγες. περὶ δὲ πτέρνας λεπίδες. [Περὶ τῶν τοῦ δέρματος παθῶν.] Περὶ δὲ τὸ δέρμα καὶ τόπους καθ᾿ ὅλου τοῦ σώματος λέπρα, ψώρα, ἀλφὸς λευκὸς, ἀλφὸς μέλας, λεύκη, λειχὴν ἁπλοῦς, λειχὴν ἄγριος, δρακοντίασις, ἀκροχορδόνες, θύμοι, μυρμηκίαι, ἦλοι, πῶροι, οἱ μὲν ἐκ ποδάγρας καὶ ἀρθρίτιδος, οἱ δὲ καὶ καθ᾿ ἑαυτούς. περὶ δὲ ἕδραν αἱμοῤῥοΐδες τυφλαὶ, ῥαγάδες, πρόπτωσις, κονδυλώματα, πυλίδες. γίνεται δὲ καὶ μήτρας ὅλης πρόπτωσις εἰς τὰ ἐκτός. περὶ δὲ ὄσχεον ἐντεροκήλη, κιρσοκήλη, ἐπιπλοκήλη, σαρκοκήλη, πωροκήλη, στεατοκήλη. περὶ δὲ τὰ ἐν ὅλῳ τῷ σώματι ὀστᾶ, τερηδὼν, σφάκελος, κάταγμα ἄνευ τραύματος, ἢ σὺν τραύματι, ἐκβύρσωσις. διαφοραὶ δὲ καταγμάτων πέντε, σχιδακηδὸν, καυληδὸν, ῥαφανηδὸν, καρυηδὸν, ἀλφιτηδόν. μελαίνεται δὲ ὀστᾶ ποτὲ μὲν ἐν κατάγμασιν, ποτὲ δὲ ἄνευ τούτων. περὶ δὲ τὰ ἄρθρα πάντα παραγωγαὶ, παρακινήματα, ἐξαρθρήματα, παραρθρήματα, σύνδεσις, πώρωσις, ῥευματισμοὶ, διάστασις συμφύσεων. [Περὶ χειρουργίας εἰδῶν.] Χειρουργία ἐστὶν ἄρσις ἐμμέθοδος τοῦ ἰδίως λεγομένου ἀλλοτρίου, διὰ τομῶν καὶ καταρτισμῶν μετὰ τῆς τῶν τραυμάτων καὶ ἑλκῶν θεραπείας, ἐπ᾿ ἀνθρώπου σώματι παραλαμβανομένη. χειρουργίας δὲ καθολικαὶ μὲν ἐνέργειαι δύο, σύνθεσις καὶ διαίρεσις. ἔστι δὲ τούτων εἴδη πολλά. καὶ συνθέσεως μὲν εἴδη συνθετισμὸς τῶν κατεαγότων ὀστέων καὶ ἐπίδεσις καὶ ἀρθρέμβολον τῶν ἐξηρθρηκότων καὶ τάξις τῶν προπεπτωκότων ἐντέρων καὶ μήτρας καὶ ἀπευθυσμένου καὶ γαστροῤῥαφία καὶ ἐπαγωγὴ τῶν κολοβωμάτων, ὡς ἐπὶ ῥινῶν καὶ χειλῶν καὶ ὤτων. διαιρέσεως δὲ εἴδη ἁπλοτομία καὶ περιαίρεσις, ὑποσπαθισμὸς, περισκυθισμὸς, ἀγγειολογία, ἐκκοπὴ, καῦσις, ξύσις, ῥίνησις, ἔκπρισις. ἁπλοτομίᾳ οὖν χρώμεθα ἐπὶ τῶν ἀποστημάτων πάντων. χρὴ δὲ διαιρεῖν ἐπ᾿ εὐθείας τοῦ κώλου καὶ μὴ ἐγκαρσίως. περιαιρέσει δὲ ἐπὶ τῶν ἐν μασχάλαις καὶ βουβῶσι καὶ γλουτοῖς καὶ ἕδρᾳ, μυρσινοειδῶς περιαιροῦντες. ὑποσπαθισμῷ δὲ κατὰ τὸ μέτωπον ἐπὶ τῶν ῥευματιζομένων ὀφθαλμῶν, καὶ περισκυθισμῷ, ἐπὶ τῶν κατὰ τοῦ βρέγματος καὶ ἐπὶ πόσθης μελανθείσης. ἐκκοπῇ δὲ ἐπί τε τῶν κώλων μελαινομένων καὶ ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων. ἐπὶ δὲ πάντων περὶ τὰ ὀστᾶ ἥ τε καῦσις καὶ ξύσις καὶ ἡ ῥίνησις καὶ ἡ πρίσις εὔχρηστοι καὶ ἐπ᾿ ἄλλων πολλῶν. καύσει δὲ τῇ διὰ καυτήρων χρώμεθα, ἰδίως μὲν ἐπὶ τῶν νεμομένων ἤδη πάντων καὶ ἐπὶ τῶν ῥευματιζομένων ὀφθαλμῶν, ἰσχίων, ἢ καὶ τῶν ἐντός. καὶ γὰρ ἐπὶ φθισικῶν παραλαμβάνονται καυστῆρες καὶ ἐπὶ σπληνικῶν καὶ ἐπὶ τῶν εἰς μασχάλην μελετησάντων ἐκπίπτειν βραχιόνων καὶ ἐπὶ αἰγίλωπος καὶ ἐπὶ τῶν μελαινομένων, ἢ πριζομένων διὰ τὰ ἀναστομούμενα ἀγγεῖα καὶ ἐπὶ τῶν ἄλλως αἱμοῤῥαγούντων. περὶ μὲν οὖν κεφαλὴν ταῦτα συνίσταται τῶν ὑπαγομένων χειρουργίαις. καταγμάτων δὲ περὶ κεφαλὴν εἴδη πέντε, ῥωγμὴ, ἐγγείσωμα, ἐκπίεσμα, ἀπόχημα, καμάρωσις κατὰ δέ τινας ἓξ καὶ τριχίασις, ἡ ἐπιπόλαιος δηλονότι τῶν ὀστῶν ἐγχάραξις. ὑδροκεφάλων δὲ εἴδη τέσσαρα. τὸ μὲν μεταξὺ ἐγκεφάλου καὶ μήνιγγος. τὸ δὲ μεταξὺ μήνιγγος καὶ ὀστοῦ. τὸ δὲ μεταξὺ ὀστοῦ καὶ περικρανίου. τὸ δὲ μεταξὺ ὀστοῦ καὶ δέρματος. συνίστανται δὲ περὶ τὸ δέρμα μελικηρὶς, ἀθέρωμα, καὶ ἔξωθεν ἀλωπεκίασις. τὰς μὲν οὖν ἀλωπεκίας ἀμύσσομεν, τὰς δὲ μελικηρίδας καὶ τὰ ἀθερώματα μυρσινοειδῶς, ἢ καὶ ἁπλῶς διαιροῦντες τὴν ἐπιφάνειαν, εἶτα ἀποδέροντες τοῖς δακτύλοις τοὺς χιτῶνας, σὺν τοῖς ἐνοῦσιν ὑγροῖς κομιζόμεθα. τὰ δὲ ὑδροκέφαλα τὰ μὲν ὑπὸ τὸ δέρμα καὶ τὸ περικράνιον δύο που ἢ τρισὶν εὐθείαις διαιρέσεσι κενοῦμεν. τὰ δὲ ὑπὸ τὰ ὀστᾶ ἐκκόπτοντες. τὰ δὲ μεταξὺ μήνιγγος καὶ ἐγκεφάλου ἀθεράπευτα. πᾶν δὲ εἶδος τῶν ἐν κεφαλῇ καταγμάτων τῇ ἐκκοπῇ ὑπάγεται διὰ ἐκκοπέων περιαιρουμένων τὸ κατεαγὸς τῶν ὀστῶν. οἱ μὲν οὖν παλαιοὶ χοινικίοις πρίοντες ταῖς διὰ τῆς περιστρεφομένης ἐξέκοπτον αὐτά· οἱ δὲ μετὰ ταῦτα κεφαλοτρυπάνοις, ἕδρας παρέχοντες τοῖς ἐκκοπεῦσιν. οἱ δὲ νῦν μόνοις τοῖς ἐκκοπεῦσιν ἀρκοῦνται. τῶν δὲ περὶ ὀφθαλμοὺς παθῶν ταῦτα χειρουργίαις ὑπάγεται, τριχίασις, ὑδατίδες, ἐγκανθίδες, πτερύγια, σταφυλώματα, ὑποχύματα, ῥεύματα χρόνια καὶ ὑπερβάλλοντα, λιθίασις περὶ τὰ βλέφαρα, σύμφυσις εἰς αὐτὸ τῶν περὶ τοὺς ὀφθαλμοὺς αἰγίλωψ. τὰ μὲν οὖν κεχαλασμένα βλέφαρα ἀναῤῥάπτομεν καὶ καταῤῥάπτομεν ἀφαιροῦντες  αὐτῶν ταινίδιον τὸ σύμμετρον καὶ κατὰ τὸ σχῆμα τῶν βλεφάρων. ἐπὶ δὲ τῶν μὴ κεχαλασμένων ἀναβροχίζοντες τὰς τρίχας διὰ βελόνης. τὰς δὲ ὑδατίδας κομιζόμεθα κατ᾿ ἰδίαν βάλλοντες. τὰς δὲ ἐγκανθίδας καὶ πτερύγια καὶ τὰ σταφυλώματα περιαιροῦμεν, τὰ μὲν σταφυλώματα λίνον διείραντες καὶ ἀποβροχίζοντες, τὰ δὲ πτερύγια καὶ τὰς ἐγκανθίδας ἢ λίνῳ ἀνατείναντες, ἢ ἀγκίστρῳ. τὰ δὲ ὑποχύματα κατάγομεν, παρακεντοῦντες περὶ τὴν ἴριν, ἐκ τοῦ πρὸς τῷ μικρῷ κανθῷ μέρους μέχρι κενεμβατήσει καὶ παρακεντήσει· εἶτα πλαγιάζοντες ἐπὶ τὴν ἴριν τῷ ἄκρῳ αὐτοῦ τὸ συνεστὸς κατὰ τὴν κόρην ὑγρὸν κατάγομεν ξύοντες καὶ σφίγγοντες, ὥστε μὴ ἀναβλέψαι. τὸ δὲ ῥεῦμα ἵστησιν ὑποσπαθισμός τε καὶ περισκυθισμὸς καὶ ἀγγειολογία. ὁ μὲν οὖν ὑποσπαθισμὸς γίνεται τριῶν διαιρέσεων ὑπὲρ μετώπου διδομένων· εἶτα τῆς σπαθομήλης διεκβαλλομένης διὰ τῶν μεταξὺ σωμάτων. ὁ δὲ περισκυθισμὸς τοιοῦτός ἐστι· διαιρεῖται ἐπὶ ἐγκαρσίαις διαιρέσεσι τὸ μέτωπον, οἷον στεφανιαία. καθ᾿ ἕτερον δὲ μέρος αὐτῆς, μικρὸν ἀνωτέρω τῶν κροτάφων ἀφαιρεῖταί τινα τρίγωνα, ἐοικότα τὸ σχῆμα τῷ Δ στοιχείῳ. ἡ δὲ ἀγγειολογία ἐπιτελεῖται τῶν κεκρυμμένων ἀγγείων ἀπὸ κροτάφου ἐπὶ κρόταφον διαιρουμένων εἰς βάθος. τὴν δὲ τῶν βλεφάρων λιθίασιν ἰώμεθα διαιροῦντες τὸ βλέφαρον ἐπὶ πολὺ καὶ κομιζόμενοι τὸν λίθον ἀσκύλτως. τὰ δὲ συμπεφυκότα βλέφαρα ἀναπτύξαντες σμίλῃ διαστέλλομεν τιλτοῖς ξυροῖς τοὺς δὲ αἰγίλωπας περιαιροῦντες μέχρι ὀστοῦ καυτῆρσι διακαίομεν. εἰσὶ δὲ οἳ ἀντὶ καυστηρίου κεφαλοτρεπάνῳ τιτρῶσι τὸ ὀστοῦν, ὡς ἐπὶ τὴν ῥῖνα. τὰ δὲ ἐν ῥινὶ συνιστάμενα, πολύποδας μὲν περιαιροῦμεν στενῷ σμιλαρίῳ καὶ ξυστῆρι ὕστερον ἀποξύομεν τὰς ῥίζας. αἱ δὲ ὄζαιναι ὡς ἐπὶ τὸ πολὺ ἀθεράπευτοι· ἡ δὲ αὐτὴ ἐγχείρησις καὶ ἐπὶ τούτων. τῶν δὲ ἐν τῷ στόματι ἐπουλίδας μὲν καὶ παρουλίδας διαιροῦμεν, ὅταν πυοποιήσωμεν. τὰς δὲ κεχαλασμένας σταφυλὰς ἀμέτρως ἐκτέμνομεν μυδίῳ λαβόμενοι, τοὺς δὲ ὀδόντας ἐξαιροῦμεν περιχαράσσοντες. τοὺς δὲ ἐν παρισθμίοις ὑπεραίροντας τὸ κατὰ φύσιν ἀδένας περιαιροῦμεν τοῖς ἀντιοτόμοις. τὰ δὲ ἐν τῷ τραχήλῳ στεατώματα καὶ χοιράδας διαιροῦντες τὴν ἐπιφάνειαν καὶ ἀποδέροντες τοῖς δακτύλοις, λύοντες τὴν πλοκὴν τῶν ἀγγείων κομιζόμεθα. τὰ δὲ γαγγλία ἐν τοῖς μετακαρπίοις μὲν ὡς ἐπὶ τὸ πολὺ γίνεται καὶ γυναιξὶν ἐριουργοῖς τὰ πλεῖστα ἐκθλῶμεν, ἃ δὴ καὶ κηρώμασιν ἐκμαλασσόμενα καθίσταται. τὰ δὲ ἐν μασχάλαις φύματα καὶ χοιράδας μετὰ περιαιρέσεως τέμνομεν. ὁμοίως δὲ καὶ τὰς ἐν βουβῶσι. τὰ δὲ ἐν μεσοπλευρίῳ ἀποστήματα διαιροῦντες οὐκ ἀθρόως ποιούμεθα τοῦ πύου τὴν ἔκκρισιν, ἀλλὰ πρὸς μέτρον. εἰσὶ δὲ οἳ καὶ διακαίουσιν αὐτά. καρκινώματα γίνεται μὲν ἐν πολλοῖς μέρεσι τοῦ σώματος, μάλιστα δὲ περὶ τοὺς μασθούς. περιαιρεῖται δὲ ἔνθ᾿ ἂν ᾖ καὶ καυστηρίοις διακαίεται οὐ σφόδρα πεπυρωμένοις. εἰσὶ δὲ οἳ ξυραφίοις πεπυρωμένοις ὁμοῦ τέμνουσι καὶ διακαίουσιν. ἐξόμφαλοι δὲ πάντες μὲν οἱ ἔχοντες ἐν ὑπεροχῇ τὸν ὀμφαλὸν λέγονται. διαφορὰς δὲ ἔχουσι τρεῖς. οἱ μὲν γὰρ αὐτῶν πνευματόμφαλοι, οἱ δὲ ἐντερόμφαλοι, οἱ δὲ ὑδρόμφαλοι. πᾶσαι δὲ αἱ διαφοραὶ ὑπάγονται χειρουργίαις, λίνου διπλοῦ διὰ βελόνης διεμβαλλομένου καὶ περισφιγγομένου τοῦ ὀμφαλοῦ. τοὺς δὲ ὑδεριῶντας παρακεντοῦμεν μικρὸν ὑπὸ τὸν ὀμφαλὸν, ἐκ τῶν εὐωνύμων σιδηρᾷ μυρ- σίνῃ μέχρι κενεμβατήσῃ. τῶν δὲ λειποδέρμων διττὴ ἡ χειρουργία, τῶν μὲν ἔνδοθεν ὑποδερομένων, τῶν δὲ ἔξωθεν ἐπιπολῆς διαιρουμένων ἐν κύκλῳ, ἴνα ἔνδον ἡ πόσθη ἐπισπασθῇ. οἱ δὲ πεφιμωμένοι τὴν ἀκροποσθίαν χειρίζονται, ἐπαναγομένης τῆς ἀκροποσθίας ἐφ᾿ ὅσον δύναται. εἶτα τῶν προφαινομένων τύλων ἀπολυομένων φλεβοτόμῳ ἐξ ἐπιπολῆς. ὑποσπαδίαι δέ εἰσιν οἱ ἐκ γενετῆς ἔχοντες τὴν οὐρήθραν κάτωθεν, ὑπὸ τὸν λεγόμενον κύνα. θεραπευτέον δὲ τετρημένης τῆς βαλάνου ἄκρας καὶ σωληνιδίου ἐντιθεμένου. οἱ δὲ λεγόμενοι ἄτρητοι, εἴτε τρῆμα ἔχοιεν λεπτὸν εἴτε μηδ᾿ ὅλως, οὕτω συγχειρίζονται. τὸ ὀξὺ τοῦ φλεβοτόμου καθιέντες προσαναπτύσσομεν, εἶτα τὸν δάκτυλον ὑποβάλλοντες πανταχόθεν ἀπολύομεν. τοὺς δὲ λίθον ἔχοντας ἐν κύστει τέμνομεν σφηνώσαντες μὲν τὸν λίθον ἐν τῷ τῆς κύστεως τραχήλῳ, ἐπικόπῳ δὲ τῷ λίθῳ χρώμενοι διαιροῦμεν ἀθρόως τὰ ἐπικείμενα σώματα καὶ λιθολάβῳ τὸν λίθον κομιζόμεθα. τοὺς δὲ ῥυαδικοὺς, τοὺς ὁπωσοῦν γεγονότας, ἐὰν μέγας λίαν ὁ τύλος ᾖ, περιαιροῦντες ἀνασκευάζομεν. οἷς δὲ ἐποχὴ οὔρου διὰ τὸ πλῆθος ἐνοχλεῖ, περιτεινομένης τῆς κύστεως καὶ συστέλλεσθαι μὴ δυναμένης, διὰ καθετῆρος κομιζόμεθα τὸ οὖρον. ἔοικε δὲ ὁ καθετὴρ τῷ ῥωμαϊκῷ σίγμα S. καθίεται δὲ εἰς τὸν καυλὸν διὰ τῆς οὐρήθρας μέχρι τῆς κύστεως, ἔχοντες ἐν αὐτῷ ῥάμμα ἐπ᾿ ἄκρου ἔχον ἐρίου βραχὺ προκύπτον προβρεχόμενον τῷ οὔρῳ, ἔπειτα ἑλκόμενον εἰς τὰ ἐκτός· συνέπεται δὲ αὐτῷ τὸ οὖρον, εἰς ἔκκρισιν οἷον ὁδηγοῦν τι αὐτῷ. τῶν δὲ περὶ ὄσχεον συνισταμένων ὄγκων εἴδη εἰσὶν ἑπτὰ, ὑδροκήλη, πωροκήλη, στεατοκήλη, σαρκοκήλη, ἐπιπλοκήλη, κιρσοκήλη, ἐντεροκήλη. εἰσὶ δὲ ἐφ᾿ ὧν καὶ ἐπιπλέκεται ταῦτα, οἷον ὑδρεντεροκήλη, σαρκοεπιπλοκήλη. ἐπὶ μὲν οὖν τῶν ὑδροκηλικῶν διελόντα δεῖ τὸ ὄσχεον καὶ κατὰ τὸ φλεβωδέστατον ἐντυχόντα τῷ χιτῶνι τῷ τὸ ὑγρὸν περιέχοντι κενῶσαι καὶ τὰ περισσὰ τοῦ χιτῶνος ἐπαφαιρεῖν. ἐφ᾿ ὧν δὲ ἄνευ τοῦ χιτῶνός ἐστιν, ἐκκρίναντες τὸ ὑγρὸν ἀρκούμεθα. τὰς δὲ στεατοκήλας καὶ πωροκήλας τέμνειν χρὴ, ὁμοίως ὑπερβάλλοντας τῇ ἀριστερᾷ χειρὶ τὸ ὄσχεον, ἔπειτα διαιρεῖν ἐξ ἐπιπολῆς ἕως ἐντύχωμεν τῷ στέατι, ἢ πώρῳ, ἢ ὅ τι ἂν ᾖ καὶ τοῦτο κομιζόμεθα.  καὶ οἱ σαρκοκηλικοὶ δὲ ὁμοίως χειρίζονται. δεῖ μόνην τὴν πρὸς δὲ τὴν ὑποπίπτουσαν σάρκα λευκανθίζουσαν περιαιρεῖν, τὴν δὲ ἐρυθρὰν ἀποδέροντα καὶ ἀπαλλοτριοῦντα τότε ἀφαιρεῖν τὰ ἐγκαταλείμματα. ἐπὶ δὲ τῶν κιρσοκηλῶν ἀνατείνας ἀγκίστρῳ ἐξ ἐπιπολῆς διαιρῶν καὶ ἀναλαβὼν τὸν κιρσὸν καὶ ἀποδείρας ἀπολιπὼν ὡσεὶ μικροῦ δακτύλου τὸ πλάτος, τὸ δὲ λοιπὸν ἀνατείνων ἀπόκοπτε. φυλακτέον δὲ ἀκριβῶς ἐπὶ τῶν συμπεπλεγμένων κρεμαστήρων, ἢ διδύμων. τοὺς δὲ ἐντεροκηλικοὺς καὶ ἐπιπλοκηλικοὺς οὕτω τέμνομεν ἀναπιέσαντες τὸ ἔντερον, ἢ τὸν ἐπίπλουν ἀκριβῶς, εἶτα τὸν σπερματικὸν πόρον ἀφαιροῦμεν ὅσον δυνάμεθα. εἰ δὲ μὴ τὸ περιτόναιον ἐπισπασάμενοι καὶ ἐπιβροχήσαντες περιαιροῦμεν. τὰς δὲ αἱμοῤῥοΐδας λίνον λεπτὸν διπλοῦν, διὰ τῶν βάσεων αὐτῶν διείροντες ἀποσφίγγοντες, μετὰ δύο ὥρας ἀποτέμνομεν. τῶν δὲ συρίγγων αἱ μέν εἰσιν ἀσύντρητοι, μόνον τὸ στόμα ἔχουσαι. αἱ δὲ συντετρημέναι, ἢ ἔνδον εἰς τὸν δακτύλιον, ἢ ἔξωθεν. ἐπὶ μὲν οὖν τῶν συντετρημένων εἰς τὸν δακτύλιον διαβάλλων τὴν μηλωτίδα, εἶτα τὸν δάκτυλον καθεὶς εἰς τὴν ἕδραν, ἐπισπάσαι τὸ ἔντερον ἄκρῳ τῆς μηλωτίδος καὶ περιαίρει κάτωθεν ἀρχόμενος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐκτὸς τῆς ἕδρας. ἐπὶ δὲ τῶν μὴ συντετρημένων τῷ ὀξεῖ τῆς μηλωτίδος διαπερᾷν ἅπαντα τὰ ὑγιῆ σώματα. εἰσὶ δὲ οἳ ἀντὶ τοῦ ἀνακείρειν, ἢ περιαιρεῖν τὰ μεταξὺ τῶν συντρήσεων λίνον βύσσινον συνεστραμμένον ἐν ἄκρῳ τῆς μηλωτίδος, ἔχοντα τὰ διῃρημένα τούτῳ ἀποσφίγγοντες τὰ μεταξὺ σώματα, ἑκάστης ἡμέρας περιτείναντες τὰ ῥάμματα, διακόπτουσι τὰ μεταξὺ καὶ ἐκτυλώσαντες τῇ Αἰγυπτίᾳ ἐπουλοῦσιν. ἀναγέγραπται δὲ καὶ παρ᾿ Ἱπποκράτους πρώτου ὁ τρόπος οὗτος. τοὺς δὲ ἐν τοῖς σκέλεσι κιρσοὺς πρῶτον ἔξωθεν ἐπισημηνάμενοι δι᾿ ὅλου ἐγχαράξεσιν, εἶτα κλίναντες, ἐξ ἐπιπολῆς λαβόμενοι τοῦ δέρματος, αὐτὸ πρῶτον διαιροῦμεν, εἶτα ἀγκίστρῳ ἐπισπώμενοι τὸν κιρσὸν διαδέομεν καὶ μετὰ πάσας τὰς διαιρέσεις τοῦτο ποιήσαντες, ἢ κιρσουλκῷ ἐξαιροῦμεν διακόπτοντες τὰ ἄκρα, ἢ διπυρήνῳ διαλαβόντες λίνῳ διὰ τῆς κοιλίας τοῦ κιρσοῦ κατ᾿ ἀναστροφὴν ἐξέλκομεν. τά τε λεγόμενα δρακόντια ὅμοιά ἐστι τοῖς κιρσοῖς· μεγάλην δὲ ἀλγηδόνα ἐπιφέρει κινούμενα, μικρὸν προκύπτοντα. δεῖ οὖν διελόντα ὡς ἐπὶ τῶν κιρσῶν ἀποδέρειν καὶ οὕτως ἐξαιρεῖν. τοὺς δὲ ἥλους καὶ τύλους καὶ ἀκροχορδόνας καὶ θύμους καὶ μυρμηκίας ἐκτέμνοντες ἐπικαίομεν, ἢ τῷ ψωρικῷ ἐπιπάσσομεν. τὰ δὲ κολοβώματα, τὰ περὶ μυκτῆρας, ἢ ὦτα, ἢ χείλη οὕτως εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταται, τὰ μὲν χείλη σμιλαρίῳ πανταχόθεν ἀναδέροντες αἱμάσσομεν, εἶτα προσάγοντες ῥάπτομεν πυκνότερον. πρὸς δὲ τὰς σιαγόνας ἐξ ἑκατέρου πέρατος τῶν χειλῶν, καθ᾿ ἃ συμπέφυκεν ἀλλήλοις, ἔνδοθέν τε καὶ ἔξωθεν διαιροῦμεν καὶ τίλμασι διαστέλλομεν, πρὸς τὸ μὴ τὴν σάρκα φυεῖσαν, χάλασμα παρασχεῖν· τὰ δὲ ἐν τοῖς ὠσὶν ἢ μυκτῆρσιν κολοβώματα, ὅταν ὁ χόνδρος ᾖ διῃρημένος, ἐκχονδρίζειν δεῖ καὶ οὕτως διαῤῥάπτειν ἐρείῳ ῥάμματι. [Περὶ καταγνυμένων κώλων καὶ ἐξαρθρουμένων μορίων.] Τὰ δὲ καταγνύμενα κῶλα ἐκ διατάσεως μὲν εὐθετίζεται, ἐξ ἐπιδέσεως δὲ πωροῦται. τὰ μὲν οὖν περὶ κεφαλὴν κατάγματα ποσαχῶς τε γίνεται καὶ ὅπως θεραπεύεται εἴρηται. κᾂν ἐν προσώπῳ κάταγμα γένηται, ὡς τὰ ἐν τῇ κεφαλῇ θεραπεύειν, ἐκκόπτοντα τὸ πεπονθὸς ὀστοῦν. εἰδέναι δὲ χρὴ καὶ ὅσα τῶν καταγνυμένων ὀστῶν ἀθεράπευτα. ἐὰν μὲν οὖν ῥὶς κατεάγῃ, οὐκ ὀρθοῦται. καὶ οὖς δὲ κατάγνυσθαί φησιν Ἱπποκράτης, ὅτι καὶ ὁ χόνδρος ὀστοῦν μιμεῖται καὶ δυσαποκατάστατος εἶναι δοκεῖ εἰς τὸ ἀρχαῖον σχῆμα. ἀλλὰ κᾂν ἐξ ὑπερώας μεσίζῃ ἡ ῥὶς, ὥς φησι, σιμοῦται ἀθεράπευτος. ἐὰν δὲ κλεὶς κατεάγῃ, ἢ κατακλεὶς, ἤ τις πλευρὰ καὶ ταῦτα, ὡς ἐπὶ τὸ πολὺ δυσαποκατάστατα. ἐπιτιθέναι δὲ χρὴ ἐπὶ τῶν κατακλείδων μάλιστα καὶ ἐπιδεῖν ἀπὸ μασχάλης ἐπὶ μασχάλην. ἐὰν δέ τι τῶν μειζόνων κώλων κατεάγῃ, ἢ τῶν μικροτέρων μερῶν, οἶον δακτύλων σκυταλίδες, ἢ καρποῦ ὀστᾶ, ἢ μετακαρπίου, ἢ ταρσοῦ, πάντα μεγαλομερῶς μὲν κατάγνυται, καυληδὸν, ἢ ῥαφανηδὸν, ἢ σχιδακηδόν. ἐπὶ λεπτὸν δὲ καρυηδὸν ἢ ἀλφιτηδόν. πρότερον μὲν οὖν χρὴ ἐπιδέοντα πάντα καταγνύμενα καὶ διατείνοντα πάνυ ἰσχυρῶς καὶ βεβαίως διαστῆσαι καὶ πολὺ ἀποστῆσαι ἀλλήλων, ἵνα εὐθετισθῇ καὶ ἀποκατασταθῇ εἰς τὸ ἀρχαῖον σχῆμα. εὐθετίζειν δὲ χρὴ τὰ ὀστᾶ, οὐκ ἐπὶ εὐθὺ πάντα, ἀλλὰ πρὸς σχῆμα τοῦ ὁμοζύγου κώλου. ἐὰν μὲν εὐθὺ ᾖ, ἐπ᾿ εὐθείας, ἐὰν δὲ καμπύλον ἢ ἄλλως πως σκαμβὸν, ὁμοίως. τρόπος δὲ παρασκευῆς ἐστιν ἐπιδέσεως εἰς πάντα, ἐπίδεσμον ποιεῖν ἐξ ὀθονίων παλαιῶν, πρός τε τὸ πλάτος καὶ τὸ μέγεθος τοῦ κώλου. πλάτος μὲν ἐπὶ τῶν μεγίστων δακτύλων τεσσάρων ἢ πέντε, ἐπὶ δὲ τῶν ἰσχνοτέρων μὴ ἔλασσον δακτύλων τριῶν. ἐπιδέσεως δὲ νόμος τοιοῦτος. ἡ πρώτη ἐπίδεσις ἀπὸ τοῦ κατάγματος ἐπὶ τρεῖς ἐπιδέσεις ἄνω νέμεται ὡς ἐπὶ τὸ πλεῖστον. ἡ δὲ δευτέρα ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται, ἀλλασσομένων τῶν ἐπιδέσεων, κάτω μὲν νέμεται, ἐπὶ τὰ ἄνω δὲ ἀνάγεται, ὥστε εἶναι διπλῆν τῆς πρώτης. διάβροχον δὲ εἶναι ὑδρελαίῳ, ἢ οἰνελαίῳ ἢ γλυκελαίῳ μέχρι πρώτης διὰ τρίτης, ἔπειτα κηρωτῇ λελυμένῃ καὶ ὑγρᾷ, ὡς παχὺ ἔλαιον εἶναι. πιέζειν δὲ μηδὲ πάνυ ἄγαν, ἵνα μὴ νεκρωθῇ, ἀλλ᾿ ὥστε προκεῖσθαι καὶ προσερηρεῖσθαι, μήτε κεχαλασμένως, ἵνα συνέκχῃ καὶ ἀποκρούηται τὰ ἐπιῤῥέοντα, πρὸς τὸ μὴ φλεγμαίνειν. ἔπειτα σπλῆνας τριπτύχους ἢ τετραπτύχους ποιοῦντας ἐπιτιθέναι, πληροῦντας τοῦ κώλου τὸ πάχος, ὥστε μήτε ἐπιπίπτειν  ἀλλήλοις μήτε ἀφεστῶτας διαλείμματα ποιεῖν· ἐπὶ δὲ τούτοις ἐπιδεσμίδα τρίτην ἐπιβάλλοντας ἀπὸ τοῦ κατάγματος κάτω νέμεσθαι ἐπὶ τὰ ἄνω χωρεῖν καὶ ἐκεῖ τερματίζεσθαι. αἱ δὲ ἐπιλύσεις αἱ μὲν πρῶται διὰ τρίτης· αἱ δὲ μετὰ τὴν ἑβδόμην διὰ πλειόνων πρὸς τὰς ἐπειγούσας χρείας. ναρθηκίζουσαι δὲ, ἀπὸ νάρθηκος ἀληθινοῦ, ἐπὶ τῆς ἐσχάτης ἐπιδεσμίδος, ἐρίου προστιθεμένου, ἐκ διαστημάτων τασσομένων τῶν ναρθήκων· ὅταν ἀκριβῶς ἀφλέγμαντον ᾖ, τῶν μὲν κυρτῶν αὐτοῦ ἔξωθεν αἱρουμένων, τοῦ δὲ λείου ἐπιβάλλοντος ἔνδοθεν ἁμματίῳ, ἐπ᾿ αὐτοῖς ἁμματιζομένων ἢ ταινιδίων ἢ ναυτικοῦ ῥάμματος. ἐπὶ δὲ τῶν μετὰ τραύματος καταγμάτων, ἀντὶ τούτων πάντων, σπλῆνας διπτύχους, ἢ τριπτύχους ποιοῦντας, ἕκαστον πληροῦντα τὸ πάχος ἐν κύκλῳ τοῦ κώλου, ὡς χωρίζεσθαι τὰ πέρατα αὐτοῦ, ἐπιπίπτοντα ἀλλήλοις, ἅπαν τε κῶλον τούτοις ἐπὶ δέον συγκείμενον ἔχοντες· πρώτως μὲν τοῖς σοῖς ἐπιβάλλουσι τῷ σώματι διαβρόχους εἶναι τῶν προειρημένων· ἐπὶ δὲ τούτοις προϋποκείμενα ἔχουσιν ἔρια καὶ ἀποδεσμίδας ἁπλῶς ἐπὶ τοῖς ἐρίοις κατὰ τῆς ὑποτιθεμένης ἕδρας τοῦ ἀνοίκτου σωλῆνος· μάλιστα δὲ οὗτος ὁ τρόπος τῆς ἐπιδέσεως ἁρμόδιος ἐπὶ τῶν ἀλφιτηδὸν καταγνυμένων, μετὰ τραυμάτων καὶ πολλῆς περιθλάσεως τῶν μυῶν, ἐφ᾿ ὧν καὶ μοτὰ χρὴ προϋποτιθέναι διάβροχα τοῖς ἁρμόζουσι. μοτῶν δὲ εἴδη πέντε· στρεπτὸς, ξυστὸς, τιλτὸς, ἐλλυχνιωτὸς, πριαπισκωτός. ἐπὶ δὲ τῶν ἐξαρθρούντων δεῖ μὲν καὶ τῆς διατάσεως προηγουμένης· ἡ δὲ ἐμβολὴ καθ᾿ ἕκαστον οἰκεία μετὰ τὴν διάτασιν παραλαμβάνεται. πάντα δὲ ἐπὶ τοῦ Ἱπποκρατείου βάθρου καταρτίζεται, ὁμοῦ τε διατεινόμενα καὶ συμβαλλόμενα. ἐξαρθροῖ δὲ κεφαλὴ μὲν, ἐνήρθρωται γὰρ τῷ πρώτῳ σπονδύλῳ τοῦ τραχήλου πρὸς τὸν δεύτερον. ἡ δὲ κάτω γνάθος ἐξίσταται μὲν τοῦ κατὰ μῆλα ζυγώματος, ἐμβάλλεται δὲ μόναις ταῖς χερσὶ παραγομένη ἔνθεν κᾀκεῖθεν ἐπὶ τὰ συνερειδόμενα πρὸς τῇ ἄνω. τοῦ δὲ ὤμου εἰς μασχάλην μόνην ὀλισθάνοντος ἡ δι᾿ ἄμβης ἐμβολὴ μετὰ διατάσεως. εἰσὶ δὲ καὶ ἄλλαι παλαιστρικαὶ λεγόμεναι. ἀγκῶνος δὲ ἐξαρθρημάτων διαφοραὶ τέσσαρες, ἡ μὲν ἔσω, ἡ δὲ ἔξω, ἡ δὲ εἰς τὰ ἔμπροσθεν, ἡ δὲ εἰς τὰ ὄπισθεν· τὰς μὲν εἰς τὰ ἐκτὸς ἢ εἰς τὰ ἐντὸς, μετὰ διατάσεως ἀντιπαράγοντες τὰ ἐξεστῶτα ὀστέα οὕτως καθιστῶμεν, τὰς δὲ εἰς τοὐπίσω, ἢ εἰς τὸ ἔμπροσθεν, ἄνευ διατάσεως· ἡ μὲν γὰρ ἐκ συγκάμψεως ἀθρόας, ἐντιθεμένου τινὸς τῇ συγκάμψει τοῦ ἀγκῶνος, καθίσταται· ἡ δὲ ἐκτάσεως σφοδροτέρας. καρποῦ δὲ καὶ μετακαρπίου καὶ δακτύλων ἐξαρθρήματα ἐκ βραχείας διατάσεως τῶν χειρῶν εὐθετίζεται. ῥάχεως δὲ πᾶσα διαστροφὴ, ἥ τε ὕβωσις καὶ εἴσωσις καὶ σκολίωσις, ἀδιόρθωτα. μηροῦ δὲ ἡ πρὸς τὰ ἰσχία κεφαλὴ ἢ ἔσωθεν εἰς τὸ περιτόναιον ἐμπίπτει, ἢ ἔξωθεν εἰς τὸ ἀντικείμενον, ὀπίσω τε εἰς γλουτὸν καὶ ἔμπροσθεν εἰς βουβῶνα. ἀνίατοι δὲ τέσσαρες διαφοραί. κατὰ δὲ τὸ γόνυ συνεχὴς μὲν ἡ εἰς τὸ ἔξω ἐξάρθρησις καὶ ῥᾳδία ἡ ἀποκατάστασις διὰ συγκάμψεως. ἔλαττον δὲ εἰς τὰ ἐντὸς καὶ γίνεται καὶ ἀποκαθίσταται. ἔτι δὲ σπανιώτερον ἡ εἰς τουπίσω. ἡ δὲ εἰς τοὔμπροσθεν οὐδὲ ὅλως γίνεται. οὐδέποτε γὰρ ἐξίσταται τὰ ὀστᾶ διὰ τὴν συνέχουσαν ἐπιγονατίδα, πλὴν εἰ μὴ καὶ αὕτη κατεάγῃ κατὰ δὲ τὰ σφυρὰ βραχεῖα μὲν παρεναλλαγὴ γινομένη δυσαποκατάστατος. πολλὴ δὲ καὶ βίαιος οὐδὲ ἀνέχεται τὴν διόρθωσιν. ἐπικίνδυνος γὰρ σφόδρα καὶ εἰ μετὰ τραύματος γένηται· δάκτυλοι δὲ ποδὸς ἐξαρθρήσαντες, ὡς τῶν χειρῶν ἀπευθύνονται. αἱ δὲ τῶν συμφύσεων αὐτῶν πᾶσαι διαστάσεις, ὡς ἐπὶ προσώπου καὶ πήχεως καὶ κερκίδος κνήμης τε καὶ περόνης, μετακαρπίου τε καὶ ταρσοῦ καὶ ἔτι εἰς τὸ ἀρχαῖον ἀποκαθίστανται. τὰ δὲ μελαινόμενα καὶ νεμόμενα, εἴτε ἐκ καταγμάτων εἴτε βιαίου σφίγξεως, ἐκπρίζομεν ὅλα τὰ κῶλα πολλάκις. ὁμοίως δὲ καὶ τὰ ὑπὸ τῶν ἰοβόλων ἤδη προκατειλημμένα. ἔπειτα καυτῆρσιν ἄγαν πεπυρωμένοις ἱστῶμεν τὴν νομήν. μετὰ δὲ τοὺς καυτῆρας πράσῳ τῷ χλωρῷ καταπλάσσομεν μεθ᾿ ἁλῶν, εἶτα ὅταν καθαρθῶσιν αἱ ἐσχάραι, ὡς ἕλκη θεραπεύομεν. τὰ δὲ τῶν ἰοβόλων δήγματα οὐδὲ ταχὺ ἐπουλοῦσθαι βουλόμεθα, ἀλλ᾿ ὡς ἐπὶ τὸ πλεῖστον ῥευματίζεσθαι τὰ ἕλκη σπουδάζομεν.