<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><p>[Ἀνατομὴ τῶν ἐντός.] Ἀνατομὴ <lb/>καταχρηστικῶς μὲν λέγεται καὶ ἡ τῶν ἐκτὸς
                        μερῶν τε καὶ <lb/>μορίων τοῦ σώματος διέξοδος, ἥτις ἐστὶ διὰ λόγου διήγησις
                        <lb/>ἑκάστου, μετὰ τῆς κατὰ φύσιν θέσεως αὐτῶν καὶ τάξεως <lb/>καὶ χρείας,
                        ἣν παρέχεται τῷ ζώῳ καὶ τῆς οἰκείας ἑκάστου <lb/>ὀνομασίας, περὶ ὧν ἤδη
                        διεξήλθομεν· κυρίως δὲ λέγεται ἡ <lb/>ἀνατομὴ, ἡ τῶν ἐντὸς μετὰ λόγου
                        ἀνάπτυξις. οὐ γὰρ τὸ τῇ <lb/>ὄψει αὐτὰ δειχθῆναι ἀνατομή ἐστιν, ἀλλὰ τὸ μετὰ
                        λόγου <lb/>ἑκάστου αὐτῶν γνῶσιν λαβεῖν, τάς τε κατὰ φύσιν ἐνεργείας,
                        <lb/>ὅπως δι᾿ αὐτῶν ἀποτελοῦνται ἐκμαθεῖν καὶ τὰς κοινωνίας <lb/>ἃς ἔχει
                        πρὸς ἄλληλα τὰ σπλάγχνα καὶ τὰ ἄλλα μέρη τοῦ <lb/>σώματος διὰ φλεβῶν. ὁ μὲν
                        οὖν ἐγκέφαλος ἐξ οὐδενὸς τῶν <lb/>προειρημένων, κατ᾿ Ἐρασίστρατον ἀρχικῶν
                        ἀγγείων φαίνεται <lb/>πεπλέχθαι, διὸ καὶ παρέγχυμα τροφῆς δοκεῖ αὐτῷ εἶναι.
                            <pb n="710"/> ἔστι δ᾿ ἁπλοῦν σῶμα καὶ διὰ τοῦτο ἀρχικὸν καὶ κυριώτατον
                        <lb/>τῶν ἐν ἡμῖν. διὸ καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς αὐτῷ <lb/>πιστεύουσιν, ὡς
                        Πλάτων καὶ Ἱπποκράτης. περιέχεται δὲ ὑπὸ <lb/>μηνίγγων δύο, καὶ μιᾶς μὲν
                        προσεχοῦς καὶ προστυποῦς αὐτῷ, <lb/>ἣ καλεῖται χοροειδὴς καὶ ἔστι
                        φλεβωδεστέρα. ἡ δὲ ἑτέρα <lb/>ἐπὶ ταύτης οὖσα προσήρτηται μᾶλλον τῷ κρανίῳ
                        κατά <lb/>τινα μέρη. καὶ ἔστι νευρωδεστέρα. ἐκ μὲν οὖν τῶν ἄνω <lb/>φλέβες
                        ἀπὸ καρδίας εἰς αὐτὸν ὀχετεύουσι τὴν τροφὴν, κατὰ <lb/>τὸ λεγόμενον
                        ληχηνεῖον, ἐκ τῶν πρὸς τῇ βάσει ἀρτηριῶν. <lb/>ἐντεῦθεν δὲ καὶ νεῦρα ἄρχεται
                        ἐκφύεσθαι αὐτοῦ, ὅθεν καὶ <lb/>εἰς πᾶν τὸ σῶμα ἀναδιδόασιν τὰς ψυχικὰς
                        ἐνεργείας. νεύρων <lb/>δὲ εἴδη δύο, τὸ μὲν τῶν συνδετικῶν, τῶν συνεχόντων τὰ
                        <lb/>ὀστᾶ πρὸς ἄλληλα. τὸ δὲ τῶν αἰσθητικῶν καὶ κινητικῶν, <lb/>ἃ τὴν
                        αἴσθησιν ἐμποιεῖ τῷ σώματι καὶ τὴν προαιρετικὴν <lb/>κίνησιν εἰς πᾶν
                        διαπέμπει, ἐξ ὧν καὶ τῶν μυῶν ἡ γένεσις. <lb/>τῶν δὲ ὀφθαλμῶν οἱ πόροι
                        ἐκπεφύκασι καὶ αὐτοὶ ἀπὸ τῆς <lb/>βάσεως τοῦ ἐγκεφάλου, δι᾿ ὧν τὸ ὁρατικὸν
                        πνεῦμα εἰς τοὺς <lb/>ὀφθαλμοὺς διαδίδοται. ἐντεῦθεν δὲ καὶ εἰς τοὺς μυκτῆρας
                            <pb n="711"/> ἀποφύσεις ἤρτηνται, δι᾿ ὧν τε ὀσφραινόμεθα καὶ δι᾿ ὧν
                        <lb/>ἐκκαθαίρεται ὁ ἐγκέφαλος. εἰς δὲ τὰ ὦτα ἀποφύσεις μὲν <lb/>οὔκ εἰσι.
                        τέτρηται δὲ αὕτη ἡ μῆνιγξ ἐκ τῶν ὄπισθεν καὶ <lb/>σκωληκοειδῆ ἀπόφυσιν
                        ποιεῖται, δι᾿ ἧς καὶ αὐτὰ ἀποκαθαίρεται· <lb/>καὶ ἐν ἀρχῇ ταύτης τὸ
                        λεγόμενον κωνοειδές. ἐντεῦθεν <lb/>δὲ καὶ ὁ ῥαχίτης μυελὸς ἄρχεται. κοιλίας
                        δὲ ἔχει ὁ <lb/>ἐγκέφαλος δύο· κατ᾿ ἐνίους δὲ μίαν, ἔνθα τὸ ἡγεμονικὸν
                        <lb/>τῆς ψυχῆς ἵδρυται. περιέχεται δὲ καὶ τὰ τοῦ κρανίου ὀστᾶ, <lb/>ἄνωθεν
                        ὑπὸ τῷ δέρματι, τῷ περικρανίῳ λεγομένῳ ὑμένι, <lb/>ἐκπεφυκότι μὲν διὰ τῶν
                        ῥαφῶν, ἐκ τῶν μηνίγγων· ἀρχὴ <lb/>δὲ οὗτος γίνεται τοῦ τε ὑπεζωκότος τὰς
                        πλευρὰς ὑμένος καὶ <lb/>τοῦ διαφράγματος καὶ τοῦ περιτοναίου καὶ παντὸς
                        ὑμένος <lb/>νευρώδους. ὁ δὲ ὀφθαλμὸς συνέστηκεν μὲν καθ᾿ Ἱπποκράτην <lb/>ἐκ
                        χιτώνων δύο, οὓς μήνιγγας ὁ Ἱπποκράτης καλεῖ, ἐπειδὴ <lb/>ἐκ τῶν μηνίγγων
                        ἐκπεφύκασιν. κατὰ δὲ τοὺς νεωτέρους ἐκ <lb/>τριῶν, κατ᾿ ἐνίους δὲ ἐκ
                        τεσσάρων. πρῶτος μὲν οὖν ἔξωθέν <lb/>ἐστιν ὁ κερατοειδὴς, λευκὸς μὲν κατὰ τὰ
                        ἄλλα, κατὰ δὲ <lb/>τὴν ἴριν λεπτυνόμενος διαφαίνει τὸ ὑποκείμενον χρῶμα,
                        καθ᾿ <pb n="712"/> ὃ μέλας, ἢ γλαυκότερος, ἢ χαροπὸς φαίνεται· δεύτερος δέ
                        <lb/>ἐστιν ὁ ῥαγοειδὴς ῥαγὶ σταφυλῆς ἐοικὼς τὰ ἔνδοθεν, τετρημένος <lb/>κατὰ
                        τὴν κόρην. τρίτος δὲ ὁ ἀμφιβληστροειδὴς, ἐγκολπούμενος <lb/>ὥσπερ καὶ
                        δεχόμενος ἐπ᾿ ἄκρῳ τὸν ὑπό τινων εἰσαγόμενον <lb/>τέταρτον χιτῶνα, ὃν καὶ
                        ἄδηλον προσαγορεύουσιν. <lb/>ἔστι μὲν γὰρ ὑμὴν σμικρότατός τε καὶ
                        ἰσχνότατος. ἀλλ᾿ <lb/>ὁ μὲν πρῶτος καὶ ὁ δεύτερος στερεοὶ ὑμένες καὶ χιτῶνες
                        <lb/>παχεῖς εἰσιν. ὁ δὲ τρίτος καὶ τέταρτος ἰσχνότατοι. διὸ καὶ
                        <lb/>Ἱπποκράτης τοὺς πρώτους μόνους οἶδε, λέγων. ὁ δὲ ὀφθαλμὸς <lb/>μήνιγγας
                        ἔχει δύο. ὑγρὰ δὲ περιέχουσιν οἱ ὑμένες οὗτοι <lb/>τρισσὰ, τότε ὑδατοειδὲς
                        καὶ τὸ ὑαλοειδὲς καὶ τὸ κρυσταλλοειδές· <lb/>βλεφάρων δὲ τὰ μὲν ἔσωθεν
                        σαρκώδη, τὰ δὲ μεταξὺ <lb/>χονδρώδη. ἔξωθεν δὲ δέρματι σκέπεται. διὰ δὲ τὸ
                        <lb/>σκληρὸν τοῦ μεταξὺ χόνδρου πιμελὴ ὑπέστρωται αὐτῷ οἷον <lb/>μάλαγμα,
                        ἥτις ἐπὶ τὸ πολὺ πλεονάζουσα τὰς ὑδατίδας ποιεῖ. <lb/>ἡ δὲ γλῶσσα σαρκώδεις
                        μὲν τὰ πλεῖστα· διττὸν δὲ νεύρων <lb/>εἶδος ἐμπέφυκεν εἰς αὐτὴν ἐκ τῆς τοῦ
                        ἐγκεφάλου βάσεως, <lb/>τὸ μὲν τῶν καλουμένων μαλακῶν νεύρων, δι᾿ ὧν τὴν
                        αἴσθησιν <pb n="713"/> τὴν γευστικὴν ἐπὶ τὴν ἀρχὴν ἀναδίδωσι. τὸ δὲ τῶν
                        <lb/>σκληρῶν, δι᾿ ὧν καὶ ἡ κίνησις, ἡ προαιρετικὴ ἐπ᾿ αὐτὴν <lb/>ἀναφέρεται.
                        πρὸς δὲ τῇ ῥίζῃ αὐτῆς ἐμπέφυκεν ἡ ἐπιγλωττὶς, <lb/>ἥτις ἐν τῷ καταπίνειν
                        ἀνατρέχουσα ἐπιπωματίζει τὸν βρόγχον, <lb/>ἵνα μή τι τῶν στερεῶν, ἢ ὑγρῶν
                        ἐμπέσῃ εἰς αὐτόν. <lb/>τῆς δὲ αὐτῆς αἰτίας ἕνεκα καὶ αἱ ἀντιάδες γεγόνασι,
                        τέσσαρες <lb/>οὖσαι τὸν ἀριθμὸν, δύο μὲν προφανεῖς πρὸς τῇ ῥίζῃ <lb/>τῆς
                        γλώττης ἑκατέρωθεν, δύο δὲ ἐχόμεναι τούτων ἐνδότεραι. <lb/>λέγονται δὲ αὗται
                        καὶ παρίσθμια, διὰ τὸ ἐοικέναι τὸ <lb/>χωρίον ἰσθμῷ εἰς ὅ παράκεινται,
                        μάλιστα δὲ ὅταν φλεγμαίνωσιν. <lb/>διότι στενοῦσιν ἄγαν τὴν δίοδον ταύτην.
                        ἐπεὶ <lb/>δὲ δύο ὕλαις διοικεῖται τὸ ζῶον, τροφῇ καὶ πνεύματι, πνεύματος
                        <lb/>μὲν ὁδοί τε καὶ καταδοχαὶ τάδε, ῥῖνες, στόμα, βρόγχος, <lb/>τραχεῖα
                        ἀρτηρία, πνεύμων. ῥὶς μὲν καὶ στόμα πρὸς τὸ <lb/>ἀναπνεῖν, ὁ δὲ γαργαρεὼν,
                        ἵνα μὴ ἀθρόως εἰς τὸν βρόγχον <lb/>προσεμπίπτῃ ψυχρὸς ἀήρ. ἀρτηρία δὲ
                        τραχεῖα, πάροδός <lb/>ἐστιν αὐτῷ εἰς τὸν πνεύμονα ἐν τῷ στήθει κείμενον, δι᾿
                        οὗ <lb/>καὶ ἡ πᾶσα ἀναπνοὴ γίνεται, διαστελλομένου μὲν, ἵνα δέξηται ﻿<pb n="714"/> συστελλομένου δὲ, ἵνα ἐκπέμψῃ. διὸ καὶ ἔοικε τῇ <lb/>μὲν
                        ἐνεργείᾳ ταῖς χαλκευτικαῖς φύσαις, τῷ δὲ σχήματι βοὸς <lb/>ὁπλῆ ἐν πνεύμονι
                        δὲ κατεργασθέντος τοῦ πνεύματος, τὸ <lb/>μὲν ἀναγκαιότατον εἰς τὴν ἀριστερὰν
                        κοιλίαν τῆς καρδίας <lb/>φέρεται, τὸ δὲ ἄχρηστον ἐκπνεῖται δι᾿ ὦν περ
                        εἰσεπνεύσθη. <lb/>τροφῆς δὲ ἀγγεῖα, τὰ πρὸς ὑποδοχὴν καὶ ὄργανα πρὸς
                        κατεργασίαν <lb/>τάδε· στόμα μὲν καὶ ὀδόντες, στόμαχος, κοιλία, <lb/>νῆστις
                        καὶ λεπτὰ ἔντερα. στόμα μὲν καὶ ὀδόντες πρὸς λέανσιν. <lb/>στόμαχος δὲ πρὸς
                        ὄρεξιν καὶ κατάποσιν. παρατέταται <lb/>δὲ τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ διατείνει
                        μέχρι διαφράγματος. <lb/>κοινὴ δὲ πρὸς πέψιν ἡ γαστήρ. ἄρχεται δὲ ὡς ἀπὸ
                        μέσου <lb/>τοῦ χόνδρου, ἔνθα στόμα κοιλίας λέγεται, ὑπιοῦσα δὲ τὸ <lb/>ἧπαρ,
                        τῷ κύτει σιγματοειδὴς οὖσα, ἐπὶ τὰ ἀριστερὰ νεύει, <lb/>τῷ ἑτέρῳ ἄκρῳ, ἔνθα
                        καὶ ὁ πυλωρός ἐστιν, ἵνα μὴ ἀθρόως <lb/>διεκπίπτῃ αὐτῆς ἡ τροφή. νῆστις δὲ
                        καὶ λεπτὸν ἔντερον <lb/>πρὸς ἀνάδοσιν· πολλοὺς δὲ ἑλιγμοὺς ἡ νῆστις ἔχει καὶ
                        συνέχεται <lb/>τῷ μεσαραίῳ, ἢ μεσεντερίῳ, ὃ ἐξυφαίνουσιν αἱ εἰς <pb n="715"/> αὐτὸν καθήκουσαι φλέβες, δι᾿ ὦν ἡ πλείστη ἀνάδοσις γίνεται <lb/>ἐπὶ πύλας
                        ἥπατος. συνάπτεται δὲ αὐτῇ τὸ λεπτὸν ἔντερον, <lb/>ὡς μέρος αὐτῆς δοκεῖν
                        εἶναι· ἔοικε γὰρ νήστει ἡπλωμένῃ. <lb/>ἑξῆς δὲ τὸ τυφλὸν ἔντερον, πρὸς
                        ὑποδοχὴν τῆς τροφῆς. <lb/>ἐπὶ δὲ τούτῳ τὸ κῶλον πρὸς ὑποδοχὴν τῶν
                        διακεκριμένων <lb/>περιττωμάτων ἐκ τῆς ἀναδόσεως, διαβαῖνον <lb/>δὲ ἐπὶ τὰ
                        δεξιὰ ὑπὲρ ὀμφαλὸν ἐντὸς τοῦ ἥπατος καὶ τοῦ <lb/>σπληνὸς εἰς τὰ κάτω πάλιν
                        φέρεται διαζῶσαν τὸ ἐπιγάστριον <lb/>ὅλον καὶ τελευτᾷ κατὰ τὸ ἀπευθυσμένον.
                        δύο τοίνυν <lb/>πόροι ἀρχόμενοι ἀπὸ τῆς τοῦ στόματος εὐρυχωρίας, ὁ μὲν
                        <lb/>κατὰ τὸ ἔμπροσθεν τοῦ τραχήλου τέτακται καὶ καλεῖται <lb/>βρόγχος, ἢ
                        τραχεῖα ἀρτηρία. ὅθεν δὲ ἄρχεται, καθ᾿ ἃ ἀνεστόμωται <lb/>φάρυγξ λέγεται, ἢ
                        λάρυγξ. συνέστηκε δὲ ὁ πᾶς <lb/>πόρος, ἐκ χόνδρων οἷον κρικοειδῶν, ἢ
                        κυκλοτερῶν, ἵνα <lb/>ἀσύμπτωτος μένῃ πρὸς τὸ ἀδιαλείπτως εἰσπνεῖν τὸ ζῶον,
                        <lb/>διὸ καὶ ἀεὶ ἀναπέπταται αὐτοῦ τὸ στόμα. τροφῆς μὲν γὰρ <lb/>ἀποσχέσθαι
                        ἐπὶ πλεῖστόν ἐστιν ὑπομένειν, μὴ εἰσπνεῖσθαι <lb/>δὲ, οὐδὲ τὸ ἀκαριαῖον· διὰ
                        τοῦτο δὲ καὶ καθαρὰν τῷ <pb n="716"/> πνεύματι τὴν δίοδον ταύτην παρέχει,
                        ὅπως μηδέποτε ἐμποδίζῃ <lb/>τὴν ὁδὸν τῷ πνεύματι. ἀμέλει εἴπου ἐν τῷ
                        τρέφεσθαι <lb/>λαθὸν παρεμπέσοι τι εἰς αὐτὸν, εὐθὺς βὴξ καὶ πνιγμὸς
                        <lb/>ἐπακολουθεῖ, ἄχρις οὗ ἐξωθούμενον ὑπὸ τοῦ πνεύματος <lb/>ἀνενεχθῇ.
                        διαπέμπει δὲ τὸ πνεῦμα ἡ τραχεῖα ἀρτηρία εἰς τὸν <lb/>πνεύμονα καὶ
                        περαιοῦται εἰς τὰς ἐν αὐτῷ τραχείας ἀρτηρίας, <lb/>αἳ καὶ αὐταὶ καὶ βρόγχια
                        καλοῦνται. ὁ δὲ στόμαχος ἐνδοτέρω <lb/>τοῦ βρόγχου ὢν, πρὸς τοῖς σπονδύλοις
                        τοῦ τραχήλου, συμπαρεκτείνεται <lb/>μὲν τῇ τραχείᾳ ἀρτηρίᾳ ἐπὶ πολὺ, ἀλλ᾿ ὁ
                        μὲν <lb/>βρόγχος προσκείμενος, ἐν τῷ καταπίνεσθαι τὴν τροφὴν προσανατρέχων,
                        <lb/>ἐπιπωματίζεται ἀκριβῶς τῇ ἐπιγλωττίδι, ἥτις <lb/>πέφυκεν ἐκ τῆς ῥίζης
                        τῆς γλώττης. ἡ δὲ ἐπιγλωττὶς οὐ μόνον <lb/>τὸ στόμα ἐπιπωματίζει, ἀλλὰ καὶ
                        τὴν τροφὴν τὴν ὑπὸ <lb/>τῆς γλώττης, οἷον ὑπὸ πτύου ἀναλιχμωμένην
                        διαπορθμεύει, <lb/>ὥσπερ γέφυρα, ἐπὶ τὸν στόμαχον ὑπὲρ τὸ στόμα τοῦ βρόγχου
                        <lb/>ὑπερθεῖσα αὐτήν. ὁ δὲ στόμαχος φυσικὴν ἐνέργειαν <lb/>ἔχων τὴν
                        ὀρεκτικὴν δύναμιν διαστέλλεται μὲν ὑπὸ <pb n="717"/> τῆς ὀρέξεως καὶ
                        καταπίνει τὰ εἰσφερόμενα. ἡ δὲ τῷ ὑποκειμένῳ <lb/>στελλομένη, οἷον ἐκθλίβει
                        καὶ ἀπωθεῖται αὐτὰ ἐπὶ τὰ <lb/>ὑποκείμενα μέρη ἐκβαλὼν διὰ τοῦ διαφράγματος,
                        συμφυεῖ <lb/>τῷ στόματι τῆς κοιλίας, δι᾿ οὗ στενοῦ πόρου ὄντος εἰς <lb/>τὴν
                        γαστέρα τροφὴ παρέρχεται γαστρὸς δὲ, ἡ μὲν φυσικὴ <lb/>ἐνέργεια πέττει τὴν
                        προσενεχθεῖσαν αὐτῇ τροφήν. πεφθεῖσα <lb/>δὲ αὐτὴ, πρῶτον μὲν ἔοικεν χυλῷ
                        πτισσάνης. διά τε τοῦ <lb/>λεγομένου πυλωροῦ ὄντος ἔτι στενωτέρου, διηθεῖται
                        εἰς τὴν <lb/>νῆστιν ἡ τροφὴ, ἥτις λεπτὸν ἔντερον οὖσα, διὰ τοῦτο ὑπὸ
                        <lb/>τῆς φύσεως εἰς ἕλικας πλείστας συνετέθη, ὅπως μὴ ῥᾳδίως
                        <lb/>διακόπτηται, ἢ διασπᾶται. συνέχονται δὲ αἱ ἕλικες αὐτῆς <lb/>καὶ
                        ὑποβαστίζονται τῷ λεγομένῳ μεσαραίῳ, ἢ μεσεντερίῳ· <lb/>οὐ μόνον δὲ τὴν
                        χρείαν ταύτην παρέχει τὸ μεσάραιον, <lb/>ἀλλὰ καὶ τὰς ὑπὸ τοῦ ἥπατος
                        ἐκπεφυκυίας δύο φλέβας, <lb/>ἔπειτα εἰς πολλὰς ἀποσχίδας διαιρουμένας, αἳ
                        ἐμβάλλουσιν <lb/>εἰς τὸ μεσάραιον, ὅπως καὶ αὗται μὴ διαῤῥήσσωνται. ἰσχναὶ
                        <lb/>οὖσαι. ἀλλ᾿ ἀνέχονται ὑπὸ τοῦ ἐνυφασμένου αὐτῷ ὑπερείσματι, <pb n="718"/> συγχρώμεναι τούτῳ καὶ οἷον διαβάθρα κουφιζόμεναι <lb/>περαιοῦνται καὶ
                        οὕτως ἐπὶ πάσας τὰς ἕλικας τῆς νήστεως <lb/>ἐοικυίας βδέλλαις, ἀνεστομωμέναι
                        εἰς τὴν νῆστιν, πᾶσαν <lb/>δέχονται τὴν ἐν αὐτῷ κεχυλωμένην τροφήν. ἅμα δὲ
                        τῷ δέξασθαι <lb/>εὐθὺς ἐξαιματοῦσιν αὐτὴν χυλὸν ὄντα τὸ πρόσθεν, <lb/>μέχρις
                        ὅτε ἐν τῇ νήστει ἐστί. οὐδὲ γὰρ ἑτέρωθεν αἵματος <lb/>ἀγγεῖον, οὔτε
                        φλέγματος, ἢ ἄλλου τινὸς εἶναι περιεκτικὸν, <lb/>ὁ τῆς φύσεως νόμος
                        διαγορεύει. πάλιν οὖν διὰ τοῦ μεσαραίου <lb/>αἱ φλέβες αὗται ἐδέξαντο, δύο
                        γενόμεναι ἐκ πολλῶν <lb/>ἐμβάλλουσιν εἰς τὸ ἧπαρ κατὰ τὰς λεγομένας αὐτοῦ
                        πύλας. <lb/>ἐν δὲ τῷ ἥπατι ἐξαιματουμένης τῆς τροφῆς, ὁμοῦ διακρίνεται
                        <lb/>ἕκαστον τῶν περιττωμάτων. καὶ ἡ μὲν ξανθὴ χολὴ <lb/>ἐπὶ κύστιν τὴν ἐν
                        τῷ ἥπατι φέρεται. ἡ δὲ μέλαινα ἐπὶ <lb/>σπλῆνα. ἀπὸ δὲ ἥπατος ἐξαιματωθεῖσα
                        ἡ τροφὴ εἰς τὴν <lb/>δεξιὰν ἀναδίδοται τῆς καρδίας κοιλίαν. ἀπὸ δὲ τῆς
                        καρδίας, <lb/>διὰ μὲν τῶν σφαγιτίδων, ἐπὶ τὰ ἄνω τὸ αἷμα ἀναδίδοται.
                        <lb/>διὰ δὲ τῆς κοίλης φλεβὸς, ἐπὶ πάντα τοῦ σώματος τὰ μέρη. <lb/>ἀπὸ γοῦν
                        τῆς κοίλης φλεβὸς διακρινομένου τοῦ ἐῤῥώδους ﻿<pb n="719"/> ἀπὸ τοῦ αἵματος,
                        ἀποσχίδες ἐπὶ νεφροὺς φέρουσιν, οἳ κεῖνται <lb/>κατὰ τὴν ὀσφὺν ὑπὸ τὰς ψόας,
                        δι᾿ ὦν διηθεῖται τὸ <lb/>οὖρον. ἐπὶ τὴν κύστιν δὲ παραγίνεται, διὰ τῶν
                        λεγομένων <lb/>οὐρητήρων. ἡ δὲ κύστις δέχεται μὲν κατὰ τοῦ σώματος αὐτῆς
                        <lb/>τὸ οὖρον. ἐκκρίνει δὲ διὰ τοῦ καυλοῦ εἰς τὰ ἐκτός. δίδυμοι <lb/>δὲ τὴν
                        μὲν σύστασιν ἀδενώδεις, δοχεῖα δέ εἰσιν καὶ <lb/>ἐργαστήρια τοῦ γόνου, ὃς
                        φέρεται ἐπ᾿ αὐτοὺς διὰ τῶν κρεμαστήρων. <lb/>καθήκουσι δὲ εἰς αὐτοὺς καὶ
                        ἕτερα ἀγγεῖα τὰ <lb/>τρέφοντα αὐτούς. περιέχεται δὲ ὑπὸ δύο χιτώνων, τοῦ τε
                        <lb/>ἐρυθροειδοῦς καὶ τοῦ δαρτοῦ λεγομένου. ἐπὶ δὲ τούτοις ἡ <lb/>ὀσχή. ταῖς
                        δὲ γυναιξὶν ἡ ὑστέρα ἔοικεν ὀσχῇ ἀνεστραμμένῃ. <lb/>ἀνεστόμωνται εἰς τὸ
                        ἔνδον αὐτῆς φλέβες, ὡς ὅτι πλεῖσται, <lb/>δι᾿ ὦν τὸ αἷμα ἀποκαθαίρεται, ὃ ἐν
                        ταῖς συλλήψεσιν ἐπέχεται <lb/>καὶ χωρεῖ εἰς τροφὴν καὶ διάπλασιν τοῦ
                        ἐμβρύου· ἀπὸ <lb/>γὰρ τῶν φλεβῶν τῶν πλεκουσῶν τὸ χορίον γενόμεναι δύο
                        <lb/>φλέβες καὶ ἀπὸ τῶν κατ᾿ αὐτὸ ἀρτηριῶν δύο ἀρτηρίαι καὶ <lb/>ἀπὸ τῶν
                        νεύρων νεῦρον ἓν συνελθόντα ἀποτελεῖ τὸν οὐραχὸν, <lb/>ὃς ἐμβάλλει εἰς τοῦ
                        ἐμβρύου τὸν ὀμφαλὸν, ἐξ οὗ καὶ <lb/>ἐκφύεται καὶ ἀποκρεμᾶται. ἀπὸ δὲ ὀμφαλοῦ
                        αἱ μὲν φλέβες <pb n="720"/> ἐπὶ ἥπατος πύλας τὸ αἷμα διδόασιν ἐπὶ τῶν
                        ἐμβρύων. αἱ δὲ <lb/>ἀρτηρίαι κατὰ τὴν κύστιν εἰς τὴν παχεῖαν ἀρτηρίαν
                        ἐμβάλλουσι. <lb/>τὸ δὲ νεῦρον τοῦτο εἰς τὴν ῥάχιν. </p></div><div type="textpart" subtype="chapter" n="12"><p>[Περὶ ὀστεολογίας.] Τῶν δὲ <lb/>ὀστῶν διττὴ ἡ σύνθεσις, ἡ μὲν πρὸς τὸ
                        κινεῖσθαι καὶ καλεῖται <lb/>ἄρθρον, ἡ δὲ πρὸς τὸ ἀκίνητον καὶ καλεῖται
                        συνάρθρωσις. <lb/>εἴδη δὲ ταύτης τρία, ῥαφὴ, σύμφυσις, γόμφωσις, <lb/>κατὰ
                        ῥαφὴν μὲν οὖν σύγκεινται τὰ ἐκ τῆς κεφαλῆς ὀστᾶ. <lb/>ῥαφαὶ δὲ εὑρίσκονται
                        ἐπὶ τῶν πλείστων πέντε. στεφανιαία <lb/>ἡ διὰ τοῦ βρέγματος. ὀβολιαία ἡ διὰ
                        τῆς κορυφῆς. λαμβδοειδὴς, <lb/>ἡ διὰ ἰνίου κροτάφιαι δύο καθ᾿ ἑκάτερον
                        κρόταφον <lb/>μία. ὀστᾶ δὲ κρανίου ἑπτά· ἰνίου ἕν· κορυφῆς δύο· κροτάφων
                        <lb/>δύο· μετώπου ἕν. πολυμόρφου ἕν· ἐκφύσεις δὲ ἔχει ὁ ἐγκέφαλος <lb/>δύο,
                        ἑκατέρωθεν τῆς παρεγκεφαλίδος, αἳ καλοῦνται κορῶναι. <lb/>ἐναρμόζονται δὲ
                        εἰς τὰς τοῦ πρώτου σπονδύλου κοιλότητας, <lb/>ἐν ᾧ καθάπερ ἐπὶ κνώδακος τῆς
                        τοῦ δευτέρου σπονδύλου <lb/>ἀποφύσεως, ἡ κεφαλὴ εἴς τε τὰ πλάγια
                        ἐπιστρέφεται, ἀνανεύει <lb/>τε καὶ ἐπινεύει. μετὰ δὲ ταῦτα, αἱ ὀστοειδεῖς
                        ἀποφύσεις <pb n="721"/> καλούμεναι δύο μικρὸν διεστῶσαι, δι᾿ ὧν τένοντες
                        <lb/>καὶ νεῦρα καταφέρονται· εἶτα ἄλλα δύο ἐπάνω τῶν ἀκουστικῶν <lb/>πόρων,
                        τὰ ζυγοειδῆ καλούμενα ὀστᾶ· ὑπὸ δὲ ταῦτα <lb/>λιθοειδῆ ὀστᾶ δύο καὶ ταῦτα.
                        ἔμπροσθεν δὲ αἱ βελονοειδεῖς <lb/>ἐκφύσεις. ἐγένοντο δὲ εἰς διάστασιν τοῦ
                        φαρυγγέτρου. <lb/>καὶ λέγεται ὑοειδὲς ὀστοῦν, καθ᾿ ὃ χόνδρῳ συνδεῖται αὐτῶν
                        <lb/>τὰ ἄκρα. ἐπάνω δὲ τούτων τὰ ἀνώνυμα, ὦν κατὰ τὸ ἔμπροσθεν <lb/>μέρος
                        κεῖται τὸ πολύμορφον. κατὰ δὲ σύμφυσιν <lb/>τὰ τῆς ἄνω γνάθου ὀστᾶ
                        σύγκειται. συμφύσεις δὲ ἔχει τὸ <lb/>πρόσωπον ἐννέα, μίαν μὲν κατ᾿
                        εὐρυχωρίαν ἑκατέραν <lb/>τῶν ὀφθαλμῶν τεταγμένην· δύο δὲ ἐκ πλαγίων τῆς
                        <lb/>ῥινός καὶ ἄλλην μέσην τὴν ῥῖνα ἐπ᾿ εὐθείας τέμνουσαν. δύο <lb/>δὲ κατὰ
                        μῆλα καὶ δύο κατὰ τῆς ὑπερώας πλαγίας. μίαν δὲ <lb/>ἐπ᾿ εὐθείας διαιροῦσαν
                        καὶ τέμνουσαν τὴν ὑπερώαν. κοιναὶ <lb/>δὲ προσώπου καὶ κεφαλῆς αἱ ἐπὶ τῶν
                        ζυγωμάτων. ὀστᾶ δὲ <lb/>προσώπου δώδεκα, ῥινὸς δύο. ὀφθαλμῶν δύο. μήλων δύο,
                        <lb/>ὑπερώας τέσσαρα. τὰ τῶν φατνίων δύο, τὰ τοῖς πτερυγίοις <lb/>ὅμοια. ἡ
                        δὲ κάτω γνάθος κατ᾿ ἐνίους μὲν δύο ἐστὶν ὀστᾶ <pb n="722"/> συμπεφυκότα κατὰ
                        τὸ γένειον· κατ᾿ ἐνίους δὲ ἕν. κατὰ γόμφωσιν <lb/>δὲ σύγκεινται οἱ ὀδόντες,
                        ἐγγεγόμφωνται γὰρ τοῖς <lb/>φατνίοις. εἰσὶ δὲ τὸν ἀριθμὸν λβ΄. ἔν τε τῇ ἄνω
                        καὶ κάτω <lb/>γνάθῳ. τομεῖς ὀκτώ. κυνόδοντες τέσσαρες, μυλίται εἴκοσι.
                        <lb/>τῶν δὲ ἄλλων ὀστῶν αἱ μὲν κλεῖδες πρὸς μὲν τὸ ἀκρώμιον <lb/>συμφυεῖς
                        δέδενται, πρὸς δὲ τὸ στέρνον μίγμα ἄρθρου καὶ <lb/>συμφύσεως δοκοῦσιν
                        ποιεῖσθαι. ἐοίκασι δὲ τῷ σχήματι τῷ <lb/>ῥωμαϊκῷ σίγμα (S), καὶ αὐτῷ
                        ἡπλωμένῳ. ἑξῆς δὲ πλευραί. <lb/>δώδεκα γὰρ αἱ πᾶσαι καθ᾿ ἑκάτερον πλευρόν.
                        ἑπτὰ δὲ αὐτῶν <lb/>πρός τε τοὺς τῆς ῥάχεως σπονδύλους καὶ πρὸς τὸ στέρνον
                        <lb/>συνάπτουσιν ἑκατέρωθεν. αἱ δὲ λοιπαὶ πέντε τῇ μὲν <lb/>ῥάχει
                        συμβάλλουσιν ἐκ τῶν ὄπισθεν, κατὰ δὲ τὰ ἔμπροσθεν <lb/>εἰς ἀλλήλας
                        ἀνανεύουσαι, χόνδρῳ συνδέονται. οἱ δὲ σπόνδυλοι <lb/>εἰκοσιτέσσαρες μὲν οἱ
                        πάντες. διαιροῦνται δὲ τραχήλου <lb/>μὲν ἑπτά· νώτου δώδεκα· ὀσφύος δὲ
                        πέντε. ἐπὶ πᾶσι δὲ <lb/>τὸ ἱερὸν ὀστοῦν, δοκοῦν ἐκ σπονδύλων συγκεῖσθαι
                        συμπεφυκότων <lb/>ἀλλήλοις. τὸ δὲ στέρνον ὁμοίως καὶ αὐτὸ δοκεῖ ἐκ <lb/>τῶν
                        ἑπτὰ ὀστῶν συγκεῖσθαι, συμπεφυκότων ἀλλήλοις ἐν τῷ <pb n="723"/> ξιφοειδεῖ
                        σχήματι. βραχίων δὲ ἑκάτερος κατὰ ἄρθρον διήρμοσται <lb/>τῷ τοῦ ὤμου.
                        ἐμβάλλει δὲ τῇ ἑαυτοῦ κεφαλῇ <lb/>πλαγίως εἰς τὴν κοιλότητα τῆς ὠμοπλάτης.
                        ἐπίκεινται δὲ <lb/>αἱ ὠμοπλάται μυσὶν τοῖς ὑπεστρωμένοις ταῖς πλευραῖς ἐκ
                        <lb/>τῶν ὄπισθεν. πῆχυς δὲ καὶ κερκὶς παράκεινται μὲν ἀλλήλοις <lb/>κατὰ
                        σύμφυσιν, συμβάλλουσιν δὲ καὶ τοῦ βραχίονος <lb/>τῇ ἑτέρᾳ κεφαλῇ κατ᾿
                        ἄρθρον. τρισὶ μὲν γὰρ ἑαυτοῦ κονδύλοις <lb/>εἰς τὴν σιγματοειδῆ τοῦ πήχεος
                        ἀναγλυφὴν ἐναρμόζεται <lb/>ὁ βραχίων. τῷ δὲ τετάρτῳ κονδύλῳ ὡς περὶ κνώδακα
                        <lb/>ἡ κερκὶς περιστρέφεται. καρποῦ δὲ τὰ ὀστᾶ τρία μὲν ὄντα <lb/>πρὸς μὲν
                        ἄλληλα συμφύσει δέδενται· πρὸς δὲ πῆχυν καὶ <lb/>κερκίδα κατ᾿ ἄρθρον
                        διήρμοσται. τὰ δὲ τοῦ μετακαρπίου <lb/>πέντε ἐστὶν· ἄρθρον δὲ καὶ αὐτὰ ποιεῖ
                        πρὸς τὰ τοῦ καρποῦ, <lb/>πρὸς ταῦτα γὰρ συμπέφυκε. τὰ δὲ τοῦ καρποῦ πρὸς
                        <lb/>μὲν αὐτὰ καὶ πρὸς τὰ τοῦ μετακαρπίου συμφύσει συνέχεται, <lb/>πρὸς δὲ
                        τὰς πρώτας τῶν δακτύλων σκυταλίδας κατ᾿ <lb/>ἄρθρον συμβάλλονται. δακτύλων
                        δὲ σκυταλίδες μὲν καθ᾿ <lb/>ἕκαστον τρεῖς, κατ᾿ ἄρθρον δὲ ἡ σύνθεσις αὐτῶν.
                        μηροῦ δὲ ﻿<pb n="724"/> ἓν μὲν ὀστοῦν. συμβάλλει δὲ ἐπικεκαμμένῃ μετρίως τῇ
                        κεφαλῇ <lb/>αὐτοῦ εἰς βαθεῖαν κοτύλην τοῦ ἰσχίου καὶ νεύρῳ <lb/>ἀπήρτηται
                        ἐκφυομένῳ ἐκ μέσης τῆς κοτύλης καὶ ἐμφυομένῳ <lb/>εἰς μέσην τὴν κεφαλὴν τοῦ
                        μηροῦ. τὰ δὲ ἰσχία δύο <lb/>ὄντα ὀστᾶ, ἐκ μὲν τῶν ὄπισθεν κατὰ σύμφυσιν
                        παράκεινται <lb/>τῷ ἱερῷ ὀστῷ· ἐκ δὲ τῶν ἔμπροσθεν ἀλλήλοις, ἔνθα <lb/>καὶ
                        ἥβης ὀστᾶ καλεῖται. κνήμης δὲ ἑκατέρας, δύο μὲν τὰ <lb/>ὀστᾶ, τότε τῆς
                        κνήμης καὶ τὸ τῆς περόνης. οὐκ ἐξικνεῖται δὲ <lb/>ἡ περόνη πρὸς τὸ κατὰ γόνυ
                        ἄρθρον, ἀλλὰ μόνον τὸ τῆς <lb/>κνήμης ἄκρον, τέσσαρας ἔχον ἐν αὐτῷ
                        ἐπιπολαίους τύπους, <lb/>εἰς οὓς ὑποδέχεται τοὺς τοῦ μηροῦ κονδύλους δύο
                        ὄντας. <lb/>ἐπίκειται δὲ αὐτοῖς ἡ ἐπιγονατὶς, ἐκ τῶν ἔμπροσθεν ὀστάριον
                        <lb/>στρογγύλον, ὑπόπλατυ οἷον ἀσπιδίσκιον συνέχον αὐτῶν <lb/>τὴν συμβολὴν,
                        διὰ τὸ ἐπιπολαίως συνηρθρῶσθαι. τῆς δὲ <lb/>περόνης τὸ μὲν ἄνω ἄκρον
                        συμπέφυκε κατὰ τοῦ ἀντικνημίου <lb/>ὑπὸ τὴν ἐπίφυσιν, κατὰ δὲ τὰ σφυρὰ ἐπὶ
                        πέρατα τοῦ ἀντικνημίου <lb/>καὶ τῆς περόνης, πρὸς μὲν ἄλληλα συνδεῖται
                        νευροχονδρώδει <lb/>δεσμῷ. ἐπιβέβηκε δὲ τῷ ἀστραγάλῳ, ἐντὸς <lb/>αὐτοῦ
                        συνέχον τὰ ὀστᾶ. ὁ δὲ ἀστράγαλος κατὰ μῆκος τοῦ <pb n="725"/> ποδὸς κείμενος
                        τῇ μὲν περόνῃ ἐπιβέβηκε καὶ συνήρμοσται <lb/>ἀκινήτως. τοῖς δὲ τῆς κνήμης
                        ὀστοῖς καὶ τῷ σκαφοειδεῖ κατὰ <lb/>τὰ ἐμπρόσθια αὐτοῦ μέρη συμβάλλει κατὰ
                        ἄρθρον. τὸ <lb/>δὲ σκαφοειδὲς καθὰ μὲν συμβάλλει τῷ ἀστραγάλῳ κεκοίλωται,
                        <lb/>ὡς σκαφοειδὲς δοκεῖν εἶναι. ἐκ δὲ τοῦ ἀντικειμένου <lb/>κυρτὸν ὂν ἔχει
                        τρίβους τρεῖς, αἷς δέχεται τὰ χαλκοειδῆ <lb/>ὀστᾶ τρία ὄντα· τὸ δὲ κυβοειδὲς
                        ἔξωθεν μὲν τὴν θέσιν <lb/>ἔχει· συνήρθρωται δὲ πρὸς τὸ σκαφοειδὲς καὶ τὴν
                        πτέρναν. <lb/>ἔχει δὲ καὶ ἔκφυσιν ἐκ τῶν κάτω εἰς τὸ ἔμπροσθεν, ὑφ᾿ ἣν
                        <lb/>ὑπελήλυθε τοῦ ταρσοῦ τὸ ὀστοῦν, πρὸς τὸ ἀνέχειν αὐτό. <lb/>εἶτα τὸ
                        καλούμενον πεδίον ἐκ πέντε καὶ αὐτὸ συγκείμενον <lb/>ὀστῶν· εἶτα ἐφεξῆς
                        εἰσιν οἱ πέντε δάκτυλοι τοῦ ποδὸς, ἐκ <lb/>τριῶν ἅπαντες φαλάγγων, ὁμοίως
                        τοῖς κατὰ τὰς χεῖρας συγκείμενοι <lb/>πλὴν τοῦ μεγάλου, μόνος γὰρ αὐτὸς ἐκ
                        δύο ἐγένετο. <lb/>συνάγουσι δὲ τὰς μὲν τούτων διαρθρώσεις ὑμενώδεις τινὲς
                        <lb/>σύνδεσμοι, τὰς δὲ κατὰ τὸν ἀστράγαλόν τε καὶ τὴν πτέρναν <lb/>ἰσχυροί
                        τε πάνυ καί τινες ἐξ αὐτῶν στρογγύλοι τε ἅμα καὶ νευροχονδρώδεις. </p></div><div type="textpart" subtype="chapter" n="13"><p>[Περὶ χυμῶν τε καὶ δυνάμεων καὶ <pb n="726"/> νόσων καὶ διαφορῶν αὐτῶν καὶ
                        αἰτιῶν καὶ θεραπειῶν.] <lb/>Οἱ δὲ ἐν τῷ σώματι χυμοὶ ἐκ πρώτης γενέσεως
                        τέσσαρες <lb/>ὄντες συμμιγεῖς μέν εἰσιν ἀλλήλοις καὶ ἀνακεκραμένοι τῷ
                        <lb/>σώματι. πλεονάζει δὲ ἄλλος ἐν ἄλλῳ μᾶλλον τόπῳ, τὸ μὲν <lb/>αἷμα ἐν
                        καρδίᾳ, τὸ δὲ φλέγμα ἐν τῇ κεφαλῇ· ἡ ξανθὴ δὲ <lb/>χολὴ ἐν ἥπατι· καὶ ἡ
                        μέλαινα ἐν σπληνὶ. τοῦ δὲ ἐμφύτου <lb/>πνεύματος διττὸν εἶδος. τὸ μὲν
                        φυσικὸν, τὸ δὲ ψυχικόν. εἰσὶ <lb/>δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν.
                        ἑκτικὸν μὲν οὖν <lb/>ἐστι πνεῦμα, τὸ συνέχον τοὺς λίθους. φυσικὸν δὲ τὸ
                        τρέφον <lb/>τὰ ζῶα καὶ τὰ φυτά. ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων <lb/>αἰσθητικά
                        τε ποιοῦν τὰ ζῶα καὶ κινούμενα πᾶσαν κίνησιν. <lb/>ἵδρυται δὲ ἐν τοῖς ζώοις·
                        ἐκ γὰρ τῶν τριῶν συνέστηκε τὰ <lb/>ζῶα. τὸ μὲν οὖν ψυχικὸν ἐν τῇ κεφαλῇ
                        κατῴκισται. τὸ δὲ <lb/>φυσικὸν ἐν καρδίᾳ. τὸ δὲ ἑκτικὸν ἐν παντὶ τῷ σώματι.
                        φυσικαὶ <lb/>μὲν οὖν εἰσιν ἐνέργειαι, ἀπὸ πρώτης γενέσεως κύησις <lb/>καὶ
                        διάπλασις, ἐπὶ δὲ τῶν ἀποτεχθέντων ὄρεξις καὶ κατάποσις, <lb/>ἡ ἐν τῷ
                        στομάχῳ πέψις, ἀνάδοσις, ἐξαιμάτωσις, διάκρισις, <lb/>θρέψις, αὔξησις.
                        διακρίνεται δὲ ἐν τῷ σώματι σκύβαλον, <pb n="727"/> φλέγμα, χολαὶ, οὖρον,
                        ἱδρῶτες, μύξαι, σίαλον, γάλα. <lb/>ψυχικαὶ δὲ δυνάμεις, αἴσθησίς τε καὶ
                        προαίρεσις. αἰσθήσεις <lb/>μὲν οὖν εἰσι πέντε, ἃς τὰ ζῶα παρέχει διὰ τῶν τοῦ
                        σώματος <lb/>ὀργάνων, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις καὶ ἁφή. προαιρεῖται
                        <lb/>δὲ ἡ ψυχὴ, τὰ μὲν ἄνευ τοῦ σώματος λογιζομένη, <lb/>ἢ ἐνθυμουμένη· μετὰ
                        δὲ τοῦ σώματος προαιρεῖται, κινοῦσα <lb/>αὐτὸ πρὸς ὑποδοχήν τινων, ἢ
                        ἔκκρισιν, ἢ τὴν κατὰ τόπους <lb/>κίνησιν· ἡ δὲ ἀναπνοὴ σύνθετός τις ἐνέργεια
                        δοκεῖ εἶναι, <lb/>πὴ μὲν κατὰ προαίρεσιν, πὴ δὲ ἀπροαιρέτως καὶ φυσικῶς
                        <lb/>γενομένη, ὡς ἐν τοῖς ὕπνοις. ὑγιαίνει τοίνυν ὁ ἄνθρωπος, <lb/>τῶν μὲν
                        πρώτων ἐξ ὧν συνέστηκε τῶν στοιχείων καὶ τῶν <lb/>δευτέρων ἐξ ὧν διεπλάσθη
                        τῶν τεσσάρων χυμῶν, ποσότητός <lb/>τε συμμέτρως ἐχόντων πρὸς ἄλληλα καὶ ταῖς
                        ποιότησιν <lb/>εὐαρμόστως· τῶν δὲ στερεῶν σωμάτων, ἐξ ὧν σύγκειται,
                        <lb/>μήτε διαιρουμένων, μήτε καταπυκνουμένων, μήτε <lb/>ἐξισταμένων ἐκ τῆς
                        αὐτῶν χώρας. τῶν δὲ πνευμάτων μήτε <lb/>ἐπιτεινομένων ἄγαν, ὡς ἐπὶ τῶν
                        φρενιτικῶν, μήτε ἐκλυομένων, <lb/>ὡς ἐπὶ τῶν ληθαργικῶν, ἢ ἐπὶ τῶν ἐν
                        καρδιακῇ <pb n="728"/> διαθέσει ὄντων· τούτοις γὰρ τὸ ἑκτικὸν πνεῦμα ἔοικεν
                        <lb/>ἐκλύεσθαι. ἐν ὑγείᾳ δὲ συντηρητέον τὸν ἄνθρωπον, τοῖς τε <lb/>συνήθεσι
                        γυμνασίοις χρώμενον καὶ τροφαῖς ταῖς κατὰ χώραν <lb/>ἐν ἑκάστῃ ὥρᾳ
                        τετηρημέναις, τὸ πλῆθος αὐτῶν μόνον <lb/>φυλαττόμενον, ἐξ οὗ ἀπεψίαι
                        γίνονται, ἀφ᾿ ὧν αἱ νόσοι <lb/>συνίστανται. προφυλακτέον δὲ τὰς νόσους
                        μελλούσας γίνεσθαι <lb/>ἢ ἔσεσθαι. εἰ μὲν ἐκ πλήθους, ἀποσιτίαν
                        παραλαμβάνειν, <lb/>ἢ κάθαρσιν, ἢ φλεβοτομίαν· εἰ δὲ ἀπὸ καμάτου <lb/>καὶ
                        ἐνδείας, ἀναπαῦσαι καὶ ὑποθρέψαι σύμφορον. αἱ δὲ <lb/>νόσοι γίνονται πᾶσαι
                        καθ᾿ Ἱπποκράτην αἱ μὲν ἔξωθεν ἐκ <lb/>τοῦ περιέχοντος, αἱ δὲ ἔσωθεν ἐκ τῶν
                        διαιτημάτων, ἃ <lb/>προσφερόμεθα, ὑφ᾿ ὧν ἢ πλεονάζει τις τῶν τεσσάρων χυμῶν,
                        <lb/>ἢ ἐλλείπει, ἢ κατὰ ποιότητα μεταβάλλει. ὑπὸ δὲ τούτων <lb/>καὶ τὰ
                        ἔμφυτα πνεύματα ἃ μὲν ἐπιτείνεται ἄγαν, ἃ <lb/>δὲ χαλᾶται εἰς ὑπερβολήν. τὰ
                        δὲ στερεὰ σώματα καὶ ἔνδοθεν <lb/>καὶ ἔξωθεν πολλὰς αἰτίας ἔχει τοῦ
                        ὑπομένειν πλείονα <lb/>πάθη. κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην, ὡς ἐπίπαν
                        <lb/>μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθ᾿ ὃν μὲν ἡ παρέμπτωσις ﻿<pb n="729"/>
                        εἰς τὰς ἀρτηρίας τοῦ αἵματος· καθ᾿ ὃν δὲ ἡ ἔκτασις <lb/>τῶν ὄγκων ἐν τοῖς
                        ἀραιώμασιν. σημεῖα δὲ πλήθους νοσοποιοῦντος, <lb/>κύρτωσις ἀγγείων καὶ
                        ἔρευθος ἐπὶ τὸ πρόσωπον <lb/>καὶ ὄγκος ὅλου τοῦ σώματος καὶ τῶν σφυγμῶν τὸ
                        μέγεθος <lb/>μετὰ εὐτονίας. ἐνδείας δὲ οὔσης σύμπτωσις τοῦ ὄγκου <lb/>καὶ
                        ἰσχνότης περὶ τὸ πρόσωπον καὶ μικροσφυξία μετ᾿ <lb/>ἀτονίας. τὸν μὲν οὖν
                        πυρετὸν οἱ παλαιοὶ πάθος, αὐτὸν <lb/>καθ᾿ αὑτὸν ἡγοῦνται. Ἐρασίστρατος δὲ
                        καὶ τῶν νεωτέρων <lb/>τινὲς ἐπιγένημα. πυρετὸς δέ ἐστι τροπὴ ἐμφύτου θερμοῦ
                        <lb/>ἐπὶ τὸ καυσωδέστερον, διὰ τὸ ἔνδον ἀποστρέφεσθαι καὶ ἐμποδίζεσθαι
                        <lb/>διαπνεῖν. σημειούμεθα δὲ τοὺς πυρέττοντας ἐκ <lb/>τῆς θερμῆς τῆς
                        ἐπιτεταμένης καὶ ἀπροΐτου οὔσης καὶ τῶν <lb/>σφυγμῶν ἐν ἀρχῇ μὲν εἰσβολῆς
                        ἀμυδρᾶς καὶ ἀνωμάλου κινήσεως <lb/>μετὰ πυκνότητος, ἐν ἀκμῇ δὲ σφοδροτάτης
                        μετὰ <lb/>ἐπάρσεως καὶ τάχους ὑπερβάλλοντος. κατὰ δὲ τοὺς νεωτέρους <lb/>ἡ
                        ἐκ βάθους ἀναφερομένη θερμασία πλείων τῆς κατὰ <lb/>φύσιν, δακνώδης καὶ
                        δριμεῖα καὶ ἐπίμονος, μετὰ τῆς τῶν <lb/>σφυγμῶν πυκνότητός τε καὶ
                        σκληρότητος οὖσα, τὸν πυρετὸν <lb/>ἀφορίζει. εἴδη δὲ πυρετῶν κατὰ πάντας
                        δύο, ὅ τε συνδεχὴς <pb n="730"/> καὶ διαλείπων. συνεχὴς μὲν οὖν ἐστιν ὁ εἰς
                        ἀπυρεξίαν, <lb/>πρὶν τελέως λυθῆναι τὸ νόσημα, μὴ παυόμενος. πάλιν <lb/>δὲ
                        τοῦ διαλείποντος εἴδη εἰσὶν ἓξ κατὰ τοὺς ἀρχαίους, <lb/>ἀμφημερινὸς,
                        τριταῖος, τεταρταῖος, πεμπταῖος, ἑβδομαῖος, <lb/>ἐναταῖος. ἀμφημερινὸς μὲν
                        οὖν ἐστιν ὁ καθ᾿ ἑκάστην ἢ <lb/>νύκτα, ἢ ἡμέραν ἐπισημαίνων, ἢ ἀνϊέμενος.
                        τριταῖος δὲ ὁ <lb/>παρὰ μίαν. τεταρταῖος δὲ ὁ παρὰ δύο. πεμπταῖος δὲ ὁ παρὰ
                        <lb/>τρεῖς. ἑβδομαῖος ὁ παρὰ πέντε. ἐναταῖος ὁ παρὰ ἑπτά. ὁ <lb/>ἡμιτριταῖος
                        γὰρ ὅτε μὲν ἐν συνεχείᾳ ἐπιφαίνεται, ὅτε δὲ ἐν <lb/>τοῖς διαλείπουσι
                        τάττεται. τῶν δὲ ἄλλων νοσημάτων εἴδη <lb/>δύο, εἴτε σὺν πυρετοῖς εἴη εἴτε
                        ἄνευ πυρετοῦ. τὰ μὲν γάρ ἐστιν <lb/>ὀξέα, τὰ δὲ χρόνια. ὀξέα μὲν οὖν ἐστι
                        τάδε, φρενῖτις, καῦσος, <lb/>συνάγχη, πλευρῖτις, περιπνευμονία, καρδιακὴ
                        διάθεσις, <lb/>ἴκτερος, χολέρα, εἰλεὸς, κωλικὴ διάθεσις, ἀποπληξία, τέτανος,
                        <lb/>ὀπισθότονος ἐμπροσθότονος. τὰ μὲν οὖν ὀξέα ὡς ἐπίπαν <lb/>ὑπό τε
                        αἵματος καὶ χολῆς ξανθῆς συνίσταται, πλεοναζόντων <lb/>ἔν τισι μέρεσι τοῦ
                        σώματος, ἐν οἷς νοσοποιοῦσιν ἐκτρεπομένων <lb/>ἐπὶ τὸ κάκιον, τὰ δὲ χρόνια
                        ὑπὸ φλέγματος καὶ μελαίνης <pb n="731"/> χολῆς ὁμοίως, ἢ πληθυνόντων πολὺ
                        παρὰ τὸ κατὰ <lb/>φύσιν, ἢ μεταβαλλόντων ἐπὶ τὸ δριμύτατον. θεραπευτέον δὲ
                        <lb/>τοὺς ἐκ πλήθους νοσοῦντας, κατὰ μὲν δίαιταν ἀφαιροῦντά <lb/>τε τὸν ἐκ
                        πλήθους νοσοῦντα, ἢ δι᾿ ἀσιτίας, ἢ διὰ καθάρσεως, <lb/>ἢ διὰ φλεβοτομίας.
                        προστιθέντα δὲ καὶ προσφέροντα <lb/>τοῖς ἐξ ἐνδείας εἰς τὴν νόσον
                        ἐμπεσοῦσιν, οἷς δὲ ἀπεψία <lb/>καὶ δριμύτης ὑγρῶν αἰτία ἐστὶ, συμπέττειν δεῖ
                        ταῖς ἐπιβροχαῖς <lb/>καὶ τοῖς καταπλάσμασι, κατακεραννύναι δὲ τὰ δριμέα
                        <lb/>καὶ εὐχύλοις καὶ ὑγραινούσαις τροφαῖς χρῆσθαι. οἱ δὲ <lb/>καιροὶ τῶν
                        βοηθημάτων ἔν τε ὅλῳ τῷ νοσήματι καὶ ταῖς <lb/>μερικαῖς ἐπισημασίαις εἰσὶ
                        τέσσαρες, ἀρχὴ, ἀνάβασις, ἀκμὴ, <lb/>παρακμή. ἐν ἀρχῇ μὲν ὅλου τοῦ νοσήματος
                        ἀποσιτία ἁρμόζει <lb/>μέχρι τῆς διὰ τρίτης. ἐφ᾿ ὧν δὲ καὶ ἀρχὴ παντὸς μέχρι
                        <lb/>τῆς διὰ τρίτης. φλεβοτομίαν δὲ ἐν ἀρχῇ μὲν κρίνουσιν <lb/>οἱ νεώτεροι,
                        μέχρι τῆς διὰ τρίτης, οἱ δὲ παλαιοὶ καὶ μετὰ <lb/>τὴν τρίτην
                        παραλαμβάνουσιν, ἐὰν τὰ τῆς δυνάμεως ὑφεστήκῃ <lb/>καὶ τὸ νόσημα ἀπαιτῇ.
                        τροφῆς δὲ καιρὸς μετὰ τὴν <lb/>διάτριτον κατὰ τοὺς νεωτέρους, κατὰ δὲ τοὺς
                        παλαιοὺς οὐκ <pb n="732"/> ἐπὶ πάντων, ἀλλ᾿ ἐπὶ τῶν ἐκ πλήθους νοσούντων καὶ
                        ἐπὶ <lb/>νέων καὶ ἐπὶ πρεσβυτέρων. ἐπὶ δὲ παιδίων ἀπ᾿ ἀρχῆς τρέφουσιν
                        <lb/>καὶ ἐφ᾿ ὦν ἔθος τοιοῦτον, ἢ διὰ χώραν, ἢ διὰ τὸ <lb/>περιέχον. πρὸ δὲ
                        τῆς τροφῆς τῶν μετὰ τὴν πρώτην διάτριτον <lb/>ἐπιβροχαῖς χρηστέον τῆς
                        κεφαλῆς καὶ τῶν μέσων. <lb/>ταῖς δὲ ἑξῆς καταπλάσμασι καὶ κλύσμασι. τὰς δὲ
                        οὖν <lb/>ἐμβροχὰς ἀεὶ καὶ τὰς ἐπὶ τῶν μέσων θερμὰς παραληπτέον <lb/>καὶ
                        ἁπλᾶς ἑψοῦντας κύμινον ἢ ξυλάνηθον, τὰς δὲ ἐπὶ κεφαλὴν <lb/>θερμὰς μὲν ἐπὶ
                        ληθάργου καὶ πάσης καταφορᾶς, ἐμψυχούσας <lb/>δὲ ἐπὶ φρενιτίδων καὶ ἐπὶ
                        παντὸς πυρετοῦ ὀξέος· <lb/>τῶν δὲ καταπλασμάτων τὰ μὲν διὰ μόνου μέλιτος καὶ
                        <lb/>ἐλαίου κατασκευάζεται καὶ καλεῖται μαλακτικὰ, τὰ δὲ δι᾿ <lb/>ὑδρελαίου,
                        ἅπερ ὀνομάζουσιν ὠμὴν λύσιν, τὰ δὲ ἐμπασσόμενα <lb/>τούτοις, οἶά ἐστι γύρις
                        καὶ λινόσπερμον καὶ τῆλις. οἱ <lb/>δὲ κλυσμοὶ δι᾿ ὑδρελαίου καὶ μέλιτος καὶ
                        ἁλῶν καὶ νίτρου <lb/>βραχέος. καιρὸς δὲ τούτων ὁ πρὸ τῆς τροφῆς ἐν ἀνέσει
                        <lb/>τῶν ἐπισημασιῶν καὶ παρακμῇ. ἐπὶ δὲ τῶν συνεχῶν ὁ <lb/>ὄρθρος. φρενῖτις
                        μὲν οὖν ἐστιν ἔκστασις διανοίας μετὰ παρακοπῆς <lb/>σφοδρᾶς καὶ χειρῶν
                        ἀλόγου περιφορᾶς καὶ κροκυδισμοῦ <pb n="733"/> καὶ καρφολογίας καὶ πυρετοῦ
                        ὀξέος. γίνεται δὲ ἐξ <lb/>αἰτίας ὡς ἐπὶ πολὺ χολῆς. συνίσταται δὲ περὶ
                        ἐγκέφαλον, <lb/>ἢ μήνιγγας, ἢ ὥς τινες λέγουσι περὶ φρένας, ὃ διάφραγμα
                        <lb/>καλεῖται. θεραπεία δὲ ἁρμόδιος ἥδε. εἰ μὲν προγνοίη τις <lb/>ἐν ἀρχῇ
                        διὰ φλεβοτομίας καὶ σικύας, ἀφαίρεσις δὲ καὶ <lb/>κλυσμὸς καὶ ἀποσιτία
                        ἁρμόδιος. ἐνστάντος δὲ τοῦ πάθους <lb/>ἐπιβροχαὶ καρωτικαὶ τε καὶ ὑπνωτικὰ
                        ἐπιχρίσματα καὶ τροφαὶ <lb/>ὑγραίνουσαι. ὁ δὲ καῦσος εἶδος μέν ἐστι πυρετοῦ,
                        τέτακται <lb/>δὲ ὑπὸ μὲν Ἱπποκράτους ἐν τοῖς ὀξέσιν, ὡς τεταρταῖος <lb/>ἐν
                        τοῖς χρονίοις, ὑπὸ δὲ τῶν νεωτέρων οὐκ ἔτι. συνίσταται <lb/>δὲ ἐκ χολῆς, οὐκ
                        ἄγαν ξηρᾶς περὶ τὰ φλεβία, τὰ <lb/>κατὰ τὸ ἧπαρ. θεραπεύεται δὲ φλεβοτομίᾳ
                        ἐν ἀρχῇ καὶ ψυχροῦ <lb/>δόσει ἐν ἀκμῇ, ἢ πόμασιν ἐμψύχουσιν, ἢ ἐπιθέσεσιν,
                        <lb/>οἷόν ἐστι τὸ δι᾿ ὑδρελαίου ζεστοῦ. κυνάγχη δὲ καὶ συνάγκη
                        <lb/>φλεγμοναί εἰσι περὶ τὸν τράχηλον, ἡ μὲν περὶ τὸ ἐντὸς αὐτοῦ <lb/>ὀξέως
                        πνίγουσα, ἡ κυνάγκη· ἡ δὲ συνάγκη εἰς τὰ ἐκτὸς <lb/>μᾶλλον νεύουσα καὶ διὰ
                        τοῦτο ἦττον πνίγουσα καὶ ἦττον <lb/>κινδυνώδης ἐστί. γίνεται δὲ ἑκάτερον
                        πάθος ἢ ὑπὸ ﻿<pb n="734"/> χολῆς, ἢ ὑπὸ φλέγματος ἁλμυροῦ. συνίσταται δὲ ὁτὲ
                        <lb/>μὲν σὺν πυρετῷ ὀξεῖ, ὁτὲ δὲ χωρὶς πυρετοῦ. θεραπεία δὲ <lb/>ἡ μὲν
                        γενναιοτάτη καὶ ὀξυτάτη εὐθὺς ἐν ἀρχῇ διὰ φλεβοτομίας, <lb/>μετὰ δὲ ταῦτα
                        διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων <lb/>καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων κηρωτῶν.
                        Ἀσκληπιάδης <lb/>δὲ ἐπὶ τῶν ἄκρως πνιγομένων καὶ λαρυγγοτομεῖ. πλευρῖτις
                        <lb/>δέ ἐστι φλεγμονὴ περὶ τὸ πλευρὸν ἐκ τῶν ἔνδον, μετὰ πυρετοῦ <lb/>ὀξέος
                        καὶ ἀλγημάτων σφοδρῶν καὶ βηχός. γίνεται δὲ <lb/>ὑπὸ χολῆς μάλιστα. θεραπεία
                        δὲ ἐν ἀρχῇ μὲν φλεβοτομία, <lb/>εἶτα ἡ διὰ τῶν καταπλασμάτων καὶ ξηρῶν
                        πυριῶν, οἷον <lb/>κέγχρων καὶ ἁλῶν· τρίτη ἡ διὰ τῶν ἀνακαθαιρόντων ἔνδοθεν
                        <lb/>φαρμάκων πλευριτικῶν ἐπιγραφομένων. φυλάττεσθαι δὲ <lb/>ἐπὶ τούτων τὰς
                        τῆς κοιλίας ῥύσεις. ἡ δὲ περιπνευμονία <lb/>τοῖς μὲν δοκεῖ φλεγμονὴ βαρεῖα
                        εἶναι περὶ πνεύμονα καὶ τῷ <lb/>βάρει τοῦτο διαδείκνυται. τοῖς δὲ οὐ δοκεῖ ὁ
                        πνεύμων δύνασθαι <lb/>φλεγμαίνειν, τὰ πλησίον δὲ αὐτοῦ φασὶν ἐν τοιαύτῃ
                        <lb/>διαθέσει γινόμενα οὕτως ὀνομάζεσθαι αὐτὴν ποιεῖ. συνίσταται <lb/>δὲ τὸ
                        πάθος τοῦτο μετὰ πυρετοῦ ὀξέος καὶ ὑπὸ <pb n="735"/> τῶν αὐτῶν αἰτίων ὧν ἡ
                        πλευρῖτις· κατὰ δέ τινας ὑπὸ <lb/>φλέγματος. θεραπεία δὲ τὰ πολλὰ ὁμοία τῇ
                        πλευρίτιδι. ἡ <lb/>δὲ καρδιακὴ διάθεσις οὐκ ἀπὸ τοῦ περὶ καρδίαν εἶναι τὸ
                        <lb/>πάθος οὕτως ὠνομάσθη, ἀλλ᾿ ἐπεὶ καρδίαν οἱ παλαιοὶ τὸν <lb/>στόμαχον
                        ἐκάλουν. τούτου δὲ ἀναλυομένου ἐν πυρετῷ ὀξεῖ <lb/>συμβαίνει τοὺς κάμνοντας
                        διαφορεῖσθαι. γίνεται δὲ τὸ πάθος <lb/>ὡς ἐπὶ τὸ πολὺ μὲν ἐκ τῶν ἀμέτρων
                        ἀποσιτιῶν, ἢ <lb/>ἐκ φλεβοτομίας ἀκαίρου, ἤ τινος ἀφαιρέσεως ἀλόγου
                        <lb/>παραληφθείσης. διὸ τροφῆς δέονται τῆς εὐαναδότου καὶ
                        <lb/>ἀναθερμαινούσης, ὥσπερ δι᾿ οἴνου καὶ χιόνος καὶ τῶν στερεῶν <lb/>ὅσα
                        τροφιμώτερα καὶ τὸν στόμαχον τονοῦν δυνάμενα. <lb/>ἔστι δὲ ὅτε καὶ
                        φλεγμαινόντων τῶν ἔνδον, μάλιστα δὲ τοῦ <lb/>ἥπατος, τοῦτο γίνεται, ὅτε
                        τοὐναντίον, ἀφαιρέσεως δεῖται <lb/>καὶ καταπλάσεως τῆς ἐπὶ τῶν
                        φλεγμαινόντων. ἴκτερος δέ <lb/>ἐστιν ἀνάχυσις χολῆς εἰς τὴν ἐπιφάνειαν, ὁτὲ
                        μὲν σὺν πυρετῷ <lb/>ὀξεῖ, ὁτὲ δὲ καὶ ἄνευ πυρετοῦ, μετὰ ἐγκαύσεως τῶν
                        <lb/>ἔνδον καὶ κακοστομαχίας. δεῖται δὲ, εἰ μὲν τὰ μέσα φλεγμαίνει,
                        <lb/>καταπλασμάτων πρῶτον καὶ εἰ πλῆθος ὑποκέοιτο φλεβοτομίας, <pb n="736"/>
                        εἰ δὲ μὴ, τῶν τὴν χολὴν κενούντων ἢ διὰ κοιλίας <lb/>καὶ ἐντέρων, ἢ δι᾿
                        οὔρων, ἢ διὰ ῥινῶν, ἢ δι᾿ ἱδρώτων. <lb/>ἡ δὲ χολέρα διττή ἐστι καθ᾿
                        Ἱπποκράτην, ἡ μὲν ὑγρὰ, ἣν <lb/>καὶ πολλοὶ ἴσασι μετ᾿ ἐκκρίσεως σφοδρᾶς καὶ
                        χολώδους καὶ <lb/>κάτωθέν τε καὶ ἄνωθεν καὶ στροφῶν χαλεπῶν μετὰ τῶν
                        <lb/>ἐπιγινομένων σπασμῶν καὶ συνολκῶν κατὰ τὰς γαστροκνημίας <lb/>μάλιστα·
                        ἐπιμέλεια δὲ ἐπιβροχῶν μὲν θερμῶν κατὰ <lb/>τῶν συνελκομένων· καὶ λουτροῦ
                        μετὰ τὴν ἀποκάθαρσιν καὶ <lb/>τροφῆς εὐδιοικήτου τε καὶ εὐανοδότου καὶ
                        εὐστομάχου. τὸ <lb/>δὲ ἕτερον εἶδος ξηρὰν χολέραν καλεῖ ὁ Ἱπποκράτης, ὑπὸ
                        <lb/>μὲν τοῦ αὐτῷ αἰτίου γινομένην καὶ περὶ τὰ αὐτὰ συνισταμένην, <lb/>ἄνευ
                        μέντοι ῥύσεως κοιλίας καὶ ἐμέτων. διὸ καὶ <lb/>δεῖται προανέσεως τε καὶ διὰ
                        καταπλασμάτων καὶ οὐ προσφορᾶς, <lb/>ἀλλὰ τοὐναντίον ἐνδείας. εἰλεὸς δὲ καὶ
                        κωλικὴ διάθεσις <lb/>φλεγμοναί εἰσιν ἐντέρων, ἡ μὲν τοῦ λεπτοῦ, ἡ δὲ
                        <lb/>τοῦ κώλου. διὸ καὶ ἀποκλείεται τά τε διαχωρήματα καὶ αἱ <lb/>φῦσαι
                        ἐνειλούμεναι τοῖς ἐντέροις, τῷ μὴ ἔχειν τὴν ἔξοδον, <pb n="737"/> ἀλγήματα
                        σφοδρὰ παρέχουσι καὶ στρόφους. ὀξύτερον δὲ καὶ <lb/>τῇ διαθέσει καὶ τοῖς
                        συμπτώμασιν ὁ εἰλεὸς καὶ κινδυνωδέστερος. <lb/>ἔμετοί τε γίνονται τῶν
                        εἰλεωδῶν, τοῖς ἐσχάτως ἔχουσιν <lb/>ἑκάτερον τὸ πάθος. ἐν ἀρχῇ μὲν
                        ·φλεβοτομίᾳ ὁ εἰλεὸς <lb/>μάλιστα ἰᾶται, τὰ πολλὰ δὲ ἀσιτίαις καὶ
                        καταπλάσμασι τοῖς <lb/>ἀνιεῖσι καὶ λύουσι τὰς φλεγμονάς. ἐνεργέστερον δὲ
                        βοηθεῖ <lb/>τὰ ἔνδοθεν ἐνιέμενα κωλικὰ φάρμακα. τῶν τε γὰρ ἀλγημάτων
                        <lb/>ῥύεται καὶ ὕπνον ἐπάγει καὶ τὴν διαχώρησιν κινεῖ. <lb/>ἀποπληξία δὲ
                        γίνεται μὲν διὰ πλῆθος ὑγρῶν παχέων, ἐμφραττόντων <lb/>τὰ ἀπὸ τῆς κεφαλῆς
                        ἀγγεῖα, τὰ διαδιδόντα εἰς <lb/>πᾶν τὸ σῶμα τὴν αἴσθησιν καὶ τὴν κίνησιν, διὸ
                        καὶ ἀναίσθητοι <lb/>καὶ ἄφωνοι καὶ ἀκίνητοι γίνονται ἀπόπληκτοι. λέγει
                        <lb/>δὲ Ἱπποκράτης περὶ τοῦδε τοῦ πάθους. ἀποπληξίην ἰσχυρὴν <lb/>μὲν λύειν
                        ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον. φλεβοτομεῖν δὲ <lb/>εὐθὺς τοὺς
                        κεκρατημένους, ἐὰν καὶ τὰ τῆς ἡλικίας συνᾴδῃ <lb/>καὶ ἡ δύναμις ὑπακούῃ.
                        τέτανος δὲ καὶ ὀπισθότονος καὶ <lb/>ἐμπροσθότονος περὶ τὰ νεῦρα πάθη. εἶδος
                        δέ ἐστιν ἑκάτερον <lb/>σπασμοῦ τῶν ἀπὸ τῆς κεφαλῆς νεύρων, δι᾿ ὧν τὴν <pb n="738"/> κίνησιν διαδίδωσιν εἰς τὸ σῶμα. γίνεται δὲ δι᾿ ἔμφραξιν
                        <lb/>ὑγρῶν παχέων τῶν νεύρων, ὁτὲ μὲν εἰς τοὔπισθεν, ὥστε <lb/>μὴ συννεύειν,
                        καὶ καλεῖται ὀπισθότονος, ὁτὲ δὲ τῶν εἰς τὸ <lb/>ἔμπροσθεν, ὥστε μὴ
                        ἀνανεύειν, καὶ καλεῖται ἐμπροσθότονος, <lb/>ὁτὲ δὲ ἐπ᾿ εὐθείας, ὥστε μὴ
                        συγκάμπτεσθαι, καὶ τέτανος <lb/>προσωνόμασται. θεραπεύεται δὲ ὑπὸ
                        φλεβοτομίας, εἰ <lb/>πλῆθος ὑπόκειται, ὡς ὁ παρ᾿ Ἱπποκράτει καταπεσὼν καὶ
                        <lb/>τὴν κεφαλὴν τραυματισθείς. ἰᾶται δὲ αὐτοὺς καὶ ψυχροῦ <lb/>πολλοῦ
                        κατάχυσις, θέρους ὥρᾳ μάλιστα, εἰ μὴ ἰσχνὸς, ἀλλ᾿ <lb/>εὔσαρκος εἴη ὁ
                        πάσχων. θέρμης γὰρ ἐπανάκλησιν ποιεῖται. <lb/>ὡς δὲ οἱ πολλοὶ χρῶνται
                        κηρώμασι τοῖς ἠρέμα θερμαίνουσι <lb/>καὶ χαλῶσι καὶ ἀλείμμασι τοῖς ὁμοίοις
                        καὶ ἐρίων <lb/>ἠλαιωμένων ἐπιθέσει καὶ πυρίαις καὶ καταπλάσμασι θερμοῖς.
                        <lb/>χρόνια δὲ πάθη περὶ τὰ ἐντὸς συνίσταται τάδε. κεφαλαία, <lb/>ἐπιληψία,
                        ἴλιγγοι, σκοτώματα, μανία, μελαγχολία, <lb/>λήθαργος, κόρυζα, βράγχος,
                        κατάῤῥους, αἵματος ἀναγωγὴ, <lb/>ἐμπύημα ἐν θώρακι, φθίσις, ἀπόστημα ἐν
                        μεσοπλευρίῳ, ἀπόστημα <lb/>ἐν κατακλεῖσιν, ἡπατικὴ διάθεσις, τεινεσμὸς,
                        δυσεντερία, ﻿<pb n="739"/> ἕλμινθες αἱ πλατεῖαι, ἕλμινθες αἱ στρογγύλαι,
                        ἀσκαρίδες, <lb/>ἰσχιὰς, ἀρθρῖτις, ποδάγρα, ἐλεφαντίασις. δοκεῖ δὲ τῶν
                        <lb/>ἐκτὸς εἶναι. τῶν οὖν χρονίων κεφαλαία ἐστὶ κεφαλῆς ἄλγημα
                        <lb/>ἐνδιάθετον περιοδικῶς ἐνίοτε, τὰ πολλὰ κινούμενον, ὑπὸ <lb/>φλέγματος
                        γινόμενον, ὁτὲ δὲ εἰς ἕν μέρος τῆς κεφαλῆς τὸ <lb/>ἄλγημά ἐστι καὶ καλεῖται
                        ἑτεροκρανία· ἴασις δὲ ἀμφοτέρων <lb/>δι᾿ ἀφαιρέσεως αἵματος, ἢ διὰ σικύας
                        ἐπὶ τὸ ἰνίον καὶ <lb/>ἀποφλεγματισμοῦ καὶ διὰ κοιλίας κάθαρσιν καὶ
                        ἐπιθεμάτων, <lb/>ὅσα ἀναγράφεται ἐν καταπλάσματος τρόπῳ, ἢ ἐν μαλάγμασιν,
                        <lb/>ἢ ἐπιχρίσμασιν, τὸ δὲ τελευταῖον σιναπισμῷ ἀναξηραίνεται <lb/>τὸ
                        αἴτιον. ἐπιληψία δὲ, ἣν καὶ ἱερὰν νόσον καλοῦσι, <lb/>συνίσταται μὲν περὶ
                        τὰς ἀρχὰς τῶν ἀπὸ κεφαλῆς νεύρων, <lb/>δι᾿ ὧν ἡ αἴσθησις καὶ ἡ κίνησις εἰς
                        πᾶν τὸ σῶμα διαδίδοται. <lb/>αἰτία δὲ τοῦ πάθους, ὡς ὁ Πλάτων καὶ Ἱπποκράτης
                        <lb/>φασὶ, φλέγμα καὶ χολὴ μέλαινα, διὸ καταπίπτουσιν οἱ τῷ <lb/>πάθει
                        ἐχόμενοι, ἐμφραττομένων αὐτοῖς τῶν ὁδῶν τῆς τε <lb/>αἰσθήσεως καὶ τῆς
                        κινήσεως, ἀφρῶσι δὲ διὰ τὸν κλόνον <lb/>τῶν ὑγρῶν, ὃς γίνεται ἀπὸ τοῦ
                        σπασμοῦ τῶν νεύρων, διὸ <pb n="740"/> ἔστιν ὅτε καὶ οὖρον ἐκκρίνουσιν
                        ἀπροαιρέτως. ἰᾶται δὲ τὸ <lb/>πάθος ἐπὶ μὲν τῶν πρὸ ἥβης παίδων, ἡ φύσις
                        ἐκλάμψασα <lb/>περὶ ἥβην καὶ κρίσιν τοῦ νοσήματος ἐργασαμένη, τῷ ἐμφύτῳ
                        <lb/>θερμῷ ἀναξηράνασα τὰ αἴτια. τοῖς δὲ μετὰ τὴν ἥβην <lb/>δυσίατον, ἢ καὶ
                        ἀνίατον τὸ πάθημα. τὰ δὲ σκοτώματα καὶ <lb/>αἱ ἴλιγγες συγγενῆ ἐστιν τῆς
                        ἐπιληψίας καὶ ὑπὸ <lb/>τῶν αὐτῶν αἰτίων γινόμενα καὶ περὶ τὰ αὐτὰ χωρία
                        συνιστάμενα. <lb/>ἐπιπολαία μέντοι ἡ κατασκευὴ αὐτῶν καὶ οὐκ ἐνδιάθετος,
                        <lb/>διὸ καὶ εὐιατοτέρα καθάρσεσι ταῖς ἀπὸ κοιλίας, <lb/>μάλιστα τῇ ἱερᾷ,
                        ἔπειτα ἀποφλεγματισμοῖς καὶ ἐμέτοις ἐν <lb/>κύκλῳ παραλαμβανομένοις, τοῖς
                        μὲν ἀπὸ δείπνου, τοῖς δὲ <lb/>νήστεσιν. ἐπὶ πᾶσι δὲ κατορθοῦται ἑλλεβόρῳ.
                        τῆς δὲ περὶ <lb/>τὴν διάνοιαν ἐκστάσεως, δύο μὲν τὰ ἐξέχοντα εἴδη μανία
                        <lb/>τε καὶ μελαγχολία. πολλαὶ δὲ καὶ ἐν τούτοις αἱ διαφοραὶ,
                        <lb/>ἀκατωνόμαστοι οὖσαι. συνίσταται μὲν οὖν περὶ κεφαλὴν πᾶσαν
                        <lb/>ἔκστασις διανοίας. αἰτία δὲ τῆς μὲν μανίας ξανθὴ <lb/>χολή. διὰ τοῦτο
                        ταραχώδεις καὶ ἔκφοροι καὶ πρόχειροι ὑβρισταί <lb/>τε οἱ τούτῳ ἐχόμενοι τῷ
                        πάθει. τῆς δὲ μελαγχολίας <pb n="741"/> αἰτία μέλαινα χολὴ, ψυχρότερος χυμὸς
                        καὶ ζοφώδης. διὸ <lb/>ζοφοειδεῖς τέ εἰσι καὶ δύσθυμοι οἱ τοιοῦτοι. ὕποπτοι
                        δὲ εἰς <lb/>πάντα καὶ μισάνθρωποί τε καὶ ἐρημίαις χαίροντες, οἷος ὁ
                        <lb/>Βελλοροφόντης ἱστορεῖται. <lb/>Ἤ τοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο,
                        <lb/>Ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. <lb/>ἴασις δὲ διὰ καθάρσεως
                        τῶν ἀπὸ κοιλίας καὶ μάλιστα ἡ δι᾿ <lb/>ἐμέτων. ἐπὶ πᾶσι δὲ ἑλλέβορος
                        ἑκάτερος λύσις. ὁ δὲ λήθαργος <lb/>ἐναντίον πάθος ἐστὶ τῇ φρενίτιδι.
                        καταφορὰ γάρ ἐστι <lb/>βαθεῖα καὶ δυσανάκλιτος. οἱ κάμνοντες ἐπιλανθανόμενοι
                        πάντων <lb/>ὅσα λέγουσι. ταῦτα δὲ ἐν πυρετῷ αὐτοῖς συνεδρεύει. <lb/>τόπος
                        μὲν οὖν τοῦ πάθους ἡ κεφαλή. περὶ γὰρ μήνιγγας <lb/>αὐτῆς συνίσταται. αἴτιον
                        δὲ τούτου φλέγμα, χυμὸς ψυχρὸς, <lb/>καὶ τῇ ψύξει καὶ τῇ ὑγρότητι εἰς ὕπνον
                        αὐτοὺς κατάγον. <lb/>θεραπεία δὲ ἁρμόδιος, ἡ ὑπεναντία τῇ φρενίτιδι,
                        <lb/>ἀνάτριψις τῶν ἄκρων, διά τινων δριμέων καὶ νυσσόντων, <lb/>ὀσφραντῶν τε
                        προσαγωγαὶ ἀνεγειρόντων. τροφαί τε ὁμοίως <pb n="742"/> διαχέουσαι καὶ
                        τέμνουσαι τὸ φλέγμα, ἐπιβροχαί τε τῆς <lb/>κεφαλῆς διὰ τῶν ἀναξηραινόντων
                        καὶ καταπλάσματά ἐστιν <lb/>ὅπου κατὰ τῶν μέσων. πολλάκις γὰρ ταῦτα
                        φλεγμαίνοντα <lb/>πιέζει καὶ τὴν ἐν τῇ κεφαλῇ ἀρχὴν εἶναι νεύρων. κόρυζα δὲ
                        <lb/>καὶ βράγχος καὶ κατάῤῥους ἀπὸ κεφαλῆς μὲν ἄρχεται τὰ <lb/>πάθη
                        πληρουμένης, εἶτα κατασταζούσης, ὁτὲ μὲν εἰς ῥῖνας, <lb/>καὶ καλεῖται
                        κόρυζα, ὁτὲ δὲ εἰς βρόγχον, καὶ βράγχος ὀνομάζεται <lb/>τὸ πάθος, ὁτὲ δὲ εἰς
                        θώρακα, καὶ κατάῤῥους λέγεται. <lb/>εὐίατον μὲν οὖν καὶ πρόσκαιρον ἡ κόρυζα·
                        δεύτερον ὁ <lb/>βράγχος. ὀλιγοσιτίαι γὰρ καὶ θερμαὶ τροφαὶ καὶ σιτώδεις
                        <lb/>ἐρύσαντο πολλάκις τῶν παθῶν. δυσίατον δὲ ὁ κατάῤῥους καὶ <lb/>πολλάκις
                        ἀνίατος. ἐκ γὰρ κατάῤῥου δριμέος καὶ ἁλμυροῦ <lb/>διεσθιομένων τῶν σωμάτων
                        αἵματος ἀναγωγὴ γίνεται. αἰτίαι <lb/>δὲ αἵματος ἀναγωγῆς τρεῖς· ἢ γὰρ κατ᾿
                        ἀνάβρωσιν τῶν <lb/>ἀγγείων, παραῤῥέοντος τοῦ αἵματος εἰς τὴν τραχεῖαν
                        ἀρτηρίαν, <lb/>ἀνάγεται διὰ τοῦ στόματος, ἢ διὰ δύναμιν ῥήξεως
                        <lb/>γενομένης, ἢ δι᾿ ἀσθένειαν καὶ ἀτονίαν τῶν ἀγγείων οὐ <lb/>στεγόντων,
                        ἀλλ᾿ ἀνεστομωμένων διαπηδῶντος τοῦ αἵματος. <pb n="743"/> διαφέρει δὲ
                        αἵματος ἔκκρισις καὶ αἵματος ἀναγωγή. ἡ μὲν <lb/>γὰρ ἢ ἀπὸ πνεύμονος ἢ ἀπὸ
                        τῆς τραχείας ἀρτηρίας γίνεται· <lb/>ἡ δὲ ἀπὸ στομάχου καὶ τὸ αἷμα μελάντερον
                        φαίνεται, <lb/>τὸ δὲ ἀπὸ θώρακος ξανθότερον καὶ ἀφρίζον, ἔπειτα τῷ τὸ
                        <lb/>μὲν μετὰ βηχὸς ἀνάγεσθαι, τὸ δὲ ἄνευ βηχός. πολλάκις δὲ <lb/>καὶ ἀπὸ
                        κεφαλῆς διὰ τῶν τῆς ὑπερώας τρημάτων εἰς τὸ <lb/>στόμα καταφερόμενον τὸ
                        αἷμα, ἀναγωγῆς φαντασίαν παρέχει <lb/>οὐκ οὖσαν. τόποι δὲ ἔξ ὧν κυρίως τὸ
                        αἷμα ἀνάγεται <lb/>τρεῖς, πρῶτος μὲν τὸ φαρύγετρον, καὶ ἀκινδυνοτέρα καὶ
                        εὐιατοτέρα <lb/>ἐντεῦθεν ἡ τοῦ αἵματος ἀναγωγή, δεύτερος ἀπὸ <lb/>τῆς
                        τραχείας ἀρτηρίας, καὶ δυσίατος αὕτη ἡ διαφορὰ καὶ <lb/>κινδυνώδης, τρίτος ἡ
                        ἀπὸ τοῦ πνεύμονος πασῶν δυσιατοτέρα <lb/>καὶ κινδυνωδεστέρα, ἐφ᾿ ἧ μάλιστα
                        καὶ τὸ ἐμπύημα <lb/>καὶ ἡ φθίσις, ὥς φησιν Ἱπποκράτης. ἐφ᾿ αἵματος πτύσει
                        <lb/>πύου πτύσις· ἐπὶ πύου πτύσει φθίσις· ἐπὶ φθίσει θάνατος. <lb/>δοκεῖ δέ
                        τισι καὶ ἀπὸ πλευροῦ αἷμα ἀνάγεσθαι. ἀμφίβολος <lb/>δὲ οὗτος ὁ τρόπος. ἴασις
                        δὲ αἵματος ἀναγωγῆς ἐπισχεθῆναι <lb/>τὸ αἷμα, ἢ διὰ φλεβοτομίας
                        μετοχετεύσαντα καὶ ﻿<pb n="744"/> μάλιστα ἐπὶ τῶν νέων, ἢ διὰ ὀξυκράτου
                        στήσαντα, ἢ <lb/>ἀποσιτίᾳ μειώσαντα τὸ πλῆθος, ἢ διά τινος τῶν ἁπλῶν
                        <lb/>φαρμάκων, οἷον ἀκακίας, ὑποκυστίδος, βαλαυστίου, ἀρνωγλώσσου <lb/>χυλοῦ
                        καὶ τῶν ὁμοίων. ἐμπυήματος δὲ ἴασις <lb/>ἡ μὲν παλαιὰ διὰ καυστηρίων
                        ἀναξηραινόντων τὸν <lb/>θώρακα καὶ εἰς τὰ ἐκτὸς μεταῤῥευματίσαι, ἡ δὲ
                        νεωτέρα <lb/>συμπεπᾶναι τοῖς τε καταπλάσμασι καὶ τοῖς ἐκλεικτοῖς,
                        <lb/>ἔπειτα ἀνακαθᾶραι ταχέως τοῖς διὰ στόματος <lb/>διδομένοις φαρμάκοις,
                        πρὶν ἢ καθαιρεθῆναι τὸ σῶμα. ἐπιγράφεται <lb/>δὲ τὰ φάρμακα ἰδίως, πρὸς
                        ἐμπυικούς. τὰ δὲ ἐν <lb/>μεσοπλευρίοις συνιστάμενα ἐμπυήματα τεμνόμενα ἰδίως
                        <lb/>πρὸς μοτὸν ἔχει τὴν ἔκκρισιν τοῦ ὑγροῦ· ἡ γὰρ ἀθρόα <lb/>ἀναιρεῖ.
                        γίγνεται δὲ ἐμπυήματα καὶ ὑπὸ τὸ διάφραγμα, ἃ <lb/>λέγουσιν ἐν κατακαλύψει
                        ἀποστήματα, οὐχ ὁμοίως κινδυνώδη, <lb/>οὐδὲ δυσίατα, τὰ πολλὰ ἐντὸς
                        ῥηγνύμενα ταύτῃ ἐκκρίνεται, <lb/>ἢ διαιρουμένων τῶν ἐκτὸς σωμάτων. ἱστορεῖ
                        δὲ Διοκλῆς <lb/>καὶ τὰ ἐν θώρακι ἐμπυήματα, ἔστιν ὅτε συῤῥηγνύμενα <lb/>εἰς
                        τὴν ἐπὶ νεφροὺς καὶ κύστιν φέρουσαν ἀρτηρίαν, ταύτῃ <pb n="745"/>
                        ἀποκρίνεσθαι σὺν τοῖς οὔροις. φθίσις μὲν κυρίως <lb/>λέγεται ἡ ἐν πνεύμονι,
                        ἢ εἰς τὸν θώρακα ἐπὶ τῶν ἐμπυημάτων <lb/>σύντηξις τοῦ σώματος. δυσίατον δὲ
                        τὸ πάθος, ἢ <lb/>καὶ ἀνίατον. γαλακτοποσία τε ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τόποι
                        <lb/>ξηρότεροι καὶ τῆς Αἰγύπτου τὰ ἄνω καὶ ἡ Λιβύα ἰῶνται <lb/>μάλιστα τὸ
                        πάθος. λέγεται δὲ καὶ ἰσχιαδική τις φθίσις ὑπὸ <lb/>Ἱπποκράτους, ἡ ἐπὶ τοῖς
                        περὶ τὸ ἱερὸν ὀστοῦν ἐμπυήμασι <lb/>σύντηξις τοῦ σώματος. ὁμοίως δὲ καὶ ἡ
                        νεφριτική. αἱ δὲ <lb/>περὶ τὸ ἧπαρ καὶ σπλῆνα φλεγμοναὶ, εἰ μὲν εἰς ἐμπύημα
                        <lb/>μεταβάλλοιεν, συντήκουσι καὶ αὗται μετρίως τὸ σῶμα. εὐιατότερα <lb/>δὲ
                        ταῦτα τὰ ἐμπυήματα τῶν ἐν πνεύμονι καὶ <lb/>ἀκινδυνότερα. εἰ δὲ μὴ
                        μεταβάλλοιεν, ἀλλ᾿ ἄπεπτοι μένοιεν <lb/>αἱ φλεγμοναὶ καὶ σκιῤῥώδεις καχεξίας
                        ἐπιφέρουσαι τῷ σώματι <lb/>καὶ τελευτῶσαι ὕδρωπας ἐπιφέρουσι. μέχρι δὲ ἁπλαῖ
                        <lb/>φλεγμοναί εἰσιν, ἡ μὲν περὶ ἧπαρ πυρετοὺς ἐπιφέρει συνεχεῖς, <lb/>ἡ δὲ
                        περὶ σπλῆνα τεταρταίους ὡς ἐπὶ τὸ πολύ. <lb/>αἰτία γὰρ τοῦ τύπου τούτου
                        μέλαινα χολὴ, ἧς ἀγγεῖον ὁ <lb/>σπλὴν, ὅθεν ἴαμα τεταρταίου, πρὸ μὲν τοῦ
                        ῥίγους, πυριῶντα <pb n="746"/> τὰ ἄκρα διὰ τὴν ψυχρότητα τοῦ χυμοῦ, ἐν δὲ
                        τοῖς <lb/>διαλείμμασιν ἡ δι᾿ ἐμέτων ἀγωγή. ὑδρώπων δὲ τριττὸν <lb/>εἶδος
                        κατὰ τοὺς νεωτέρους, ὁ μὲν ἀσκίτης, ὁ δὲ τυμπανίτης, <lb/>ὁ δὲ ὑποσαρκίδιος.
                        κατὰ δὲ Ἱπποκράτην δύο φύσεις. <lb/>ὁ γὰρ ἀσκίτης καὶ ὁ τυμπανίτης τῆς αὐτῆς
                        ἰδέας ἐστί. ἐφ᾿ <lb/>ἑκατέρᾳ γὰρ παρέγχυσίς ἐστιν τῆς ἐξυδαρουμένης τροφῆς
                        <lb/>εἰς τὸν μεταξὺ τόπον τῶν τε ἐντέρων καὶ τοῦ περιτοναίου· <lb/>ἀλλ᾿ ἐπὶ
                        μὲν τοῦ ἀσκίτου πλεῖον τὸ ὕδωρ, ἔλαττον τὸ <lb/>πνεῦμα. ἐπὶ δὲ τοῦ
                        τυμπανίτου πλεῖον τὸ πνεῦμα, ἔλαττον <lb/>τὸ ὑγρόν. ὁ δὲ ὑποσαρκίδιος κατὰ
                        πᾶν ἐστὶ τὸ σῶμα ἀνάλυσις <lb/>τῶν στερεῶν σωμάτων εἰς ὕδατος φύσιν. τοῦτον
                        καὶ <lb/>Ἱπποκράτης ἀνίατόν φησιν. καλεῖται δὲ καὶ λευκοφλεγματίας.
                        <lb/>αἰτία δὲ παντὸς ὑδέρου, ὡς μὲν Ἐρασίστρατός φησιν, <lb/>φλεγμονὴ
                        ἥπατος, ἢ σπληνὸς χρονισθεῖσα καὶ σκιῤῥωθεῖσα. <lb/>ἐμποδίζουσα γὰρ τῆς
                        τροφῆς τὴν ἐν τοῖς σπλάγχνοις <lb/>τούτοις κατεργασίαν τε καὶ ἀνάδοσιν εἰς
                        πᾶν τὸ σῶμα <lb/>ἐξυδαρεῖ αὐτὴν, καταψυχθεῖσα δὲ παρεγχεῖται μεταξὺ ἐντέρων
                        <lb/>καὶ περιτοναίου. κατὰ δὲ Ἱπποκράτην καὶ αὐτὴ μὲν <pb n="747"/> ἀνίατος·
                        εἰ δὲ καὶ ἄνευ φλεγμονῆς γινόμενον ὕδερον καὶ <lb/>μάλιστα τὸν ὑποσαρκίδιον
                        τοῦ ἐμφύτου θερμοῦ καταψυχομένου <lb/>καὶ οὐκ ἔτι κρατοῦντος τὴν ἐν τοῖς
                        ἀγγείοις τροφὴν, <lb/>διὸ καταψυχόμενον τὸ αἷμα ἐξυδαροῦται καὶ παραῤῥεῖ διὰ
                        <lb/>τῶν φλεβῶν, ὡς ἐκ τῶν ἀσκῶν, τὸ ἔλαιον διαπηδήσει. μέχρι <lb/>μὲν γὰρ
                        ἐν ταῖς φλεψὶν αἷμά ἐστιν, ἀκριβῶς ὑπὸ τοῦ <lb/>σώματος τῶν φλεβῶν
                        συνέχεται. ὅταν δὲ ἡ ἐν αὐτῷ λιπαρότης <lb/>πλεονάσῃ, ὡς ἐπὶ τῶν πιμελῶν,
                        παρεγχεόμενον τοῦτο <lb/>πιμελὴν ποιεῖ. ἢ ἐξυδαρούμενον τὸ αἷμα, ἢ μὴ
                        στεγνόμενον <lb/>διαῤῥεῖ, ἢ εἰς τὸν μεταξὺ τόπον τῶν ἐντέρων καὶ τοῦ
                        περιτοναίου, <lb/>ἢ κατὰ πᾶν τὸ σῶμα. ἴασις δὲ τῶν δύο ἑτέρων <lb/>ὑδρώπων,
                        ἢ διὰ μαλαγμάτων ἀναξηραινόντων, ἢ διὰ φαρμάκων <lb/>διουρητικῶν, ἢ διὰ
                        καθαρτικῶν ὑπηλάτων. νεφροὶ δὲ <lb/>πεπονθότες ἀλγήματα μὲν σφοδρὰ
                        ἐπιφέρουσιν, δυσδιάκριτος <lb/>δὲ ἐπ᾿ αὐτῶν ὁ πεπονθὼς τόπος διὰ τὸ
                        συμπεφυκέναι <lb/>αὐτὸν τοῖς ἔξωθεν σώμασι καὶ ἐπικεῖσθαι τὸ κῶλον αὐτοῖς·
                        <lb/>διὸ ἐν πυήσει γινόμενοι φαντασίαν παρέχουσι φλεγμονῆς, <lb/>ἤ τοι περὶ
                        τὰ ἐκτὸς ἢ κωλικῆς διαθέσεως. πολλάκις δὲ <pb n="748"/> καὶ κώλῳ
                        συμπάσχουσιν οἱ νεφροί. πάθη δὲ συνίστανται <lb/>περὶ νεφροὺς ταῦτα,
                        φλεγμονὴ, ἕλκωσις, λιθίασις, πάρεσις. <lb/>φλεγμονῆς μὲν οὔσης, οὐδὲν
                        διασημαίνει δι᾿ οὔρων· <lb/>ἀλλὰ μᾶλλον ἀλγήματα ἐπιφέρει, οὐκ ἀκριβῶς
                        ἐπιφαίνοντα <lb/>τὸν πρωτοπαθοῦντα τόπον δι᾿ ἃ ἔφαμεν. δυσπαραμύθητοι
                        <lb/>δὲ αἱ ὀδύναι, οὔτε καταπλάσμασιν εἴκουσαι, οὔτε τῇ διὰ <lb/>σικύας
                        ἀφαιρέσει ἐνδιδοῦσαι, μόνον δὲ εἴπερ τοῖς ἔνδοθεν <lb/>διδομένοις τισὶ
                        νεφριτικοῖς φαρμάκοις. εἰ δὲ ἕλκωσις εἴη, <lb/>ὅτε μὲν πυώδη διὰ τῶν οὔρων
                        ἀποκρίνεται, ὅτε δὲ αἱματώδη. <lb/>λιθιάσεως δὲ οὔσης, ὁτὲ μὲν αἱματώδη
                        ἀποκρίνεται, <lb/>τραχυνομένων τῶν σωμάτων ὑπὸ τοῦ λίθου, ὁτὲ δὲ ψαμμία
                        <lb/>ὑφίστανται τῷ οὔρῳ, εἰ εὔθρυπτος εἴη ὁ λίθος, ἢ καὶ <lb/>γενέσεως ἀρχὴν
                        ἔχοι. ἐπὶ δὲ παρέσεως αἱματῶδες τὸ οὖρον <lb/>ἀποδίδοται, ὡς ἂν οὐ
                        διακρινόμενον. περὶ δὲ τὴν κύστιν <lb/>ταῦτα συνίσταται τὰ πάθη, πάρεσις,
                        πιτυρίασις, λιθίασις, <lb/>ἕλκωσις, περὶ τὸν τράχηλον μάλιστα. ἐπισυμβαίνει
                        δὲ τούτοις <lb/>ἰσχουρία, στραγγουρία, δυσουρία, ἀπό τε τούτων καὶ <lb/>ἐξ
                        ἄλλων αἰτίων. φλεγμονὴν μὲν οὖν δηλοῖ τὰ περὶ τὸ ἐφήβαιον ﻿<pb n="749"/>
                        ἀλγήματα καὶ δυσχέρεια περὶ τὴν τοῦ οὔρου ἔκκρισιν. <lb/>λύει δὲ φλεγμονὴν
                        κύστεως κατάπλασμα καὶ ἐπιβροχαὶ καὶ <lb/>ἔνδεια τροφῆς. εἰ δὲ ὑπερβάλλοι
                        καὶ ἀφαίρεσις αἵματος διὰ <lb/>φλεβοτομίας. ἕλκωσιν δὲ σημαίνει, ποτὲ μὲν
                        αἱματώδη ἐκκρινόμενα, <lb/>ποτὲ δὲ πυώδη, ἔστι δὲ ὅτε μυξώδη καὶ τὰ περὶ
                        <lb/>τὸ ἐφήβαιον ἀλγήματα. ἴασις δὲ διὰ τῶν ἐπιθεμάτων καὶ <lb/>μάλιστα
                        γλυκυχυμία καὶ εὔχυμος τροφὴ προσφερομένη. καὶ <lb/>τὰ ἔνδοθεν διδόμενα πρὸς
                        ἕλκωσιν κύστεως καὶ τὸ Βισσίνου <lb/>φάρμακον. πάρεσιν δὲ κύστεως, δηλοῖ μὲν
                        καὶ ἡ τῶν οὔρων <lb/>ἀπροαίρετος ἔκκρισις. δυσίατον δὲ, ἢ καὶ ἀνίατον τὸ
                        πάθος. <lb/>λίθον δὲ ἐν κύστει ὄντα, σημειοῦνται μὲν ἀκριβέστατα <lb/>οἱ
                        δάκτυλοι καθιέμενοι εἰς τὸ ἀπευθυσμένον ἐπὶ τῆς <lb/>ἕδρας, ὥς τε
                        ἐπικάμπτεσθαι τὸν λιχανὸν δάκτυλον ἐπὶ τὸν <lb/>μέσον τοῖς ἄκροις καὶ ἐπὶ τὸ
                        ἔμπροσθεν ἐπὶ τὴν κύστιν, <lb/>ἔνθα καὶ ἐντυγχάνουσι τῷ λίθῳ ἐμπλέοντι καὶ
                        ἀναφέρουσιν <lb/>αὐτὸν εἰς τὸν τράχηλον τῆς κύστεως. λίθων δὲ διαφοραὶ
                        <lb/>πλείονες· οἱ μὲν γὰρ αὐτῶν προσφυεῖς, οἱ δὲ ἀπόλυτοι, καὶ <lb/>οἱ μὲν
                        εὔθραυστοι, οἱ δὲ δύσθραυστοι. δυσίατοι μὲν οὖν <pb n="750"/> ὡς ἐπὶ τὸ πολὺ
                        οἱ προσφυεῖς. τῶν δὲ ἄλλων τοὺς μὲν εὐθραύστους, <lb/>τὰ φάρμακα δύνανται
                        διαλύοντα ἐκκρίνειν. τοὺς <lb/>δὲ στερεοὺς καὶ δυσλύτους οἱ χειρουργοὶ
                        κομίζονται, διαιροῦντες <lb/>τῆς κύστεως τὸ σαρκοειδὲς τοῦ τραχήλου.
                        ἰσχουρία <lb/>μὲν οὗν ἐστιν ἡ τελεία ἐποχὴ τῶν οὔρων. στραγγουρία δὲ, <lb/>ἡ
                        κατὰ στράγγα οὔρησις. καὶ δυσουρία τὸ αὐτὸ τοῦτο μόνον <lb/>ποιοῦσα,
                        δυσχέρειαν τοῦ ἀπουρεῖν. γίνεται δὲ ταῦτα <lb/>διὰ πολλὰς αἰτίας, ὁτὲ μὲν
                        διὰ τὸν λίθον ἐσφηνωμένον τῷ <lb/>τραχήλῳ τῆς κύστεως καὶ τελέως ἐμφράττοντα
                        τὸν πόρον <lb/>ἢ ἔνδον τι καταλιπόντα ἢ ἐννηχόμενον τῇ κύστει. γίνεται
                        <lb/>δὲ ἰσχουρία διὰ φλεγμονὴν κύστεως ὑπερβάλλουσαν καὶ διὰ <lb/>πλήρωσιν
                        ἄμετρον, οὐ δυναμένης περισταλῆναι τῆς κύστεως <lb/>καὶ διὰ δριμύτητα τῶν
                        οὔρων τοῦ τραχήλου ἀκριβῶς συστελλομένου <lb/>τῇ δήξει καὶ διὰ θρόμβον
                        αἵματος ἀποκλείοντα <lb/>τὴν δίοδον καὶ διὰ παχύτητα οὔρων προσισχομένων.
                        πεπεμμένων <lb/>οὖν τῶν ἐκκρινομένων ὄντων, τὴν τοιαύτην παχύτητα
                        <lb/>ἀποσπᾶσθαι χρὴ, τὸν δὲ θρόμβον διαλύειν τοῖς δυναμένοις <pb n="751"/>
                        τήκειν. τὴν δὲ πλήρωσιν κενοῦν τῷ Ἐρασιστρατείῳ <lb/>καθετῆρι. ἔστι δὲ οὗτος
                        προσεοικὼς τῷ ῥωμαϊκῷ σίγμα <lb/>σ, ἡ δὲ περὶ κοιλίαν καὶ ἔντερα ἀρχὴ, ὁ
                        στόμαχός ἐστι <lb/>καὶ κατὰ φύσιν ἐχόντων καὶ παρὰ φύσιν διατιθεμένων.
                        <lb/>στομάχου τοίνυν παθήματα φλεγμονὴ, ἕλκωσις, αἵματος <lb/>ἀναγωγὴ,
                        ἐμπνευμάτωσις, πλάδος, ἀνορεξία, ἀκράτεια τῶν <lb/>προσφερομένων. φλεγμονὴν
                        μὲν οὖν σημαίνει τὸ ἄλγημα <lb/>ἐγκείμενον. ἐπιμέλεια δὲ δι᾿ ἐπιβροχῶν καὶ
                        καταπλασμάτων <lb/>καὶ τροφῶν σιτωδῶν καὶ εὐδιοικήτων. ἕλκωσιν <lb/>δὲ ἐν
                        στομάχῳ δηλοῖ ἰδίως σῆψις καὶ δῆξις καὶ δυσκαταποσία. <lb/>ἴασις δὲ διά τε
                        τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ <lb/>τροφῶν εὐχύλων, αἷμα δὲ ἀπὸ στομάχου
                        ἀναγόμενον ἐπέχει <lb/>διδόμενα, τὰ πρὸς αἵματος ἀναγωγὴν τὴν ἀπὸ θώρακος,
                        τὰ <lb/>προγεγραμμένα. ἐμπνευμάτωσιν δὲ διαλύουσι στομάχου αἱ <lb/>ἐξόποροι
                        καὶ ὅσα ἐρυγὴν κινεῖ. πλάδον δὲ ἀναξηραίνει, ξηροφαγία <lb/>τε καὶ ἀψινθίου
                        πόσις. ἀνορεξία δὲ ἡ μέν τις γίνεται <lb/>διὰ φλέγμα παρακείμενον καὶ δεῖ
                        ἀναξηραίνειν τὸ <lb/>αἴτιον, ἢ διὰ χολὴν ἐπιπολάζουσαν καὶ δεῖ ἀνακαθαίρειν
                            <pb n="752"/> τὸν στόμαχον, ἢ ἀδυνατοῦντα τὴν φυσικὴν ἐνέργειαν
                        ἀποδιδόναι <lb/>τὴν ὀρεκτικὴν, ὡς καὶ ὀφθαλμοὺς ἀμβλυωπεῖν δι᾿ <lb/>ἀτονίαν
                        τοῦ ὁρατικοῦ πνεύματος. πρὸς δὲ τὴν τοιαύτην ἀνορεξίαν <lb/>χρὴ τὰ
                        προκλητικὰ καὶ ὑπομνηστικὰ τῆς ὀρέξεως <lb/>προσφέρειν. ἀκρατὴς δὲ γίνεται ὁ
                        στόμαχος τῶν προσφερομένων <lb/>καὶ διὰ πλάδον, μάλιστα δὲ δι᾿ ἀτονίαν καὶ
                        ἀσθένειαν, <lb/>ὡς καὶ χεὶρ παρειμένη οὐκ ἴσχει ὧν ἂν ἐφάπτηται. <lb/>χρὴ
                        οὖν τονοῦν αὐτὸν καὶ ἰσχυροποιεῖν, τότε ὅλον τὸ σῶμα <lb/>ἀνατρέφειν. περὶ
                        δὲ κοιλίαν γίνεται μὲν πολλὰ τῶν περὶ <lb/>τὸν στόμαχον πλὴν τῆς ἀνορεξίας.
                        τὸ δὲ μὴ πέπτειν τὰ <lb/>σιτία ἴδιον αὐτῆς καὶ τὰ πλεῖστα περὶ αὐτὴν
                        γίνεται, ᾧ <lb/>πάθος ἕπεται ἡ διάῤῥοια. τὰ μὲν οὖν ἄλλα ὁμοίως ἰατέον
                        <lb/>τοῖς περὶ τὸν στόμαχον. τὴν δὲ διάῤῥοιαν ἀκριβῶς ἐξεταστέον, <lb/>δι᾿
                        ἣν αἰτίαν ἀπεπτηθείσης τῆς τροφῆς γίνεται. καὶ <lb/>εἰ μὲν διὰ φλεγμονὴν,
                        καταπλάττειν καὶ ἐπιβρέχειν, εἰ δὲ <lb/>διὰ φλέγμα παρακείμενον ποιοῦν τὸν
                        πλάδον, ἀναξηραίνειν <lb/>τῇ διαίτῃ τὴν ὑγρότητα, εἰ δὲ παρὰ χολῆς πλῆθος,
                        τὴν <lb/>χολὴν καθαίρειν, εἰ δὲ δι᾿ ἀτονίαν, ὡς τοῖς ἀτονοῦσι τόνον <pb n="753"/> ἐμποιεῖν τῷ σώματι. εἰ δὲ παρ᾿ αὐτὴν τὴν ποιότητα τῶν
                        <lb/>προσενεχθέντων δυσπέπτων ὄντων, ἢ εὐφθάρτων, ἤ τι <lb/>ἐχόντων
                        ἀλλότριον, ἀποθεραπεύσαντα παραιτεῖσθαι <lb/>τὰ τοιαῦτα. δυσεντερία δέ ἐστι
                        πάθος περὶ τὰ ἔντερα· <lb/>γίνεται δὲ ἐπὶ διαῤῥοίᾳ χρονιζόντων τῶν
                        διεφθαρμένων καὶ <lb/>διεσθιόντων καὶ ἑλκούντων τὰ ἔντερα. γίνεται δὲ καὶ
                        ἄνευ <lb/>διαῤῥοίας ἐξ ἀρχῆς, ὑπὸ χυμοῦ τινος δριμέος διαφαγόντος <lb/>τὸ
                        ἔντερον. ἔστι δὲ ὅτε καὶ ἐπὶ λύσει νοσήματος γίνεται ἡ <lb/>δυσεντερία, ἣν
                        ἀπαγορεύει ὁ Ἱπποκράτης ἰᾶσθαι, μὴ ἐκ <lb/>τῆς ἐποχῆς ἕτερόν τι μεῖζον
                        ἐπιγίνηται νόσημα. τὴν μὲν <lb/>οὖν ἐκ διαῤῥοίας γενομένην ἰᾶται τοῖς
                        στέλλουσι καὶ ἱστᾶσι <lb/>τὸ ῥεῦμα, τὴν δὲ ἔκ τινος δήξεως χυμοῦ δριμέος
                        ἰᾶται τοῖς <lb/>καταγλυκαίνουσι καὶ κατακεράσαι δυναμένοις, ἐκκλύζων τε
                        <lb/>τὰ αὐτὰ τὰ ἡλκωμένα τοῖς ὁμοίοις. χρονίζοντος μέντοι τοῦ <lb/>πάθους
                        νομώδη καὶ σεσηκότα εἴωθεν διαχωρεῖν, ὅτε ἁρμόζουσιν <lb/>οἱ ἐνιέμενοι
                        τροχίσκοι, οἱ διὰ σανδαράχης καὶ τιτάνου <lb/>καὶ ἀρσενικοῦ καὶ τῶν τοιούτων
                        συντιθέμενοι. μὴ ﻿<pb n="754"/> ὄντων δὲ νομωδῶν τῶν διαχωρουμένων, μὴ
                        χρῆσθαι τούτοις, <lb/>ἐπεὶ σπασμὸν ἐπιφέρουσιν. εἰ δὲ καὶ ἀνωτέρω ἡ τοιαύτη
                        <lb/>ἕλκωσις τῶν ἐντέρων εἴη, οὐδὲ οὕτως χρηστέον τοῖς <lb/>τροχίσκοις. οὐ
                        γὰρ φθάνουσιν ἐπὶ τὰ πεπονθότα ἐξικνεῖσθαι. <lb/>τῶν γὰρ ὑγιεινῶν
                        καθαπτόμενοι ὄλεθρον ἐργάζονται, ἀνωτερικοῖς <lb/>δὲ φαρμάκοις χρῆσθαι, τοῖς
                        πρὸς δυσεντερίαν ἀναγεγραμμένοις. <lb/>λειεντερία δὲ γίνεται μὲν ἀπὸ τῆς
                        δυσεντερίας, <lb/>ὅταν πολλῆς ἑλκώσεως οὔσης ἐπὶ τὰ ἔντερα οὐλαὶ <lb/>πολλαὶ
                        ἐπιγένωνται, δι᾿ ἃς οὐ κρατεῖ τὰ ἔντερα τῆς τροφῆς, <lb/>ὅθεν λειεντερία
                        εἴρηται ἐκ τῆς περὶ τὰ ἔντερα λειότητος. <lb/>διὸ καὶ ἀνίατος ἡ τοιαύτη
                        λειεντερία. οὐλὰς γὰρ οὐκ <lb/>ἔστιν ἰᾷν. χαλεπὴ δὲ καὶ δυσίατος ἡ δι᾿
                        ἀτονίαν ἐντέρου <lb/>γινομένη. ἐγχειρεῖν δὲ τῇ θεραπείᾳ, τόνον ἐντιθέντα τῷ
                        τε <lb/>ὅλῳ τῷ σώματι καὶ τοῖς ἐντέροις. γίνεται δὲ καὶ <lb/>λειεντερία καὶ
                        διὰ φλέγμα ἐπικλύσαν τὰ ἔντερα καὶ ὄλισθον <lb/>ἐμποιοῦν αὐτοῖς. καὶ δεῖ
                        ἀναξηραίνειν ἀποσιτίᾳ τε καὶ τροφῇ <lb/>τῇ πρὸς φλέγμα ἀντιτασσομένῃ.
                        τεινεσμὸς δὲ ἰδίως περὶ <lb/>τὸ ἀπευθυσμένον γίνεται. φλεγμαῖνον γὰρ τοῦτο
                        συνεχεῖς <pb n="755"/> ἐντάσεις καὶ προθυμίας πρὸς διαχώρησιν ἐμποιεῖ καὶ
                        τοῦτό <lb/>ἐστιν ὁ τεινεσμός. ἴασις δὲ διὰ πυριαμάτων κάτωθεν τῶν
                        <lb/>στυφόντων καὶ τροφὴ σιτώδης καὶ σταλτική. εἰ δὲ ἐπιμένει <lb/>καὶ
                        ἐνέματα διὰ πτισάνης χυλοῦ καὶ στέατος τραγείου χρηστέον. <lb/>ἕλμινθες δὲ
                        πάθος ἐντέρων. τρισσὸν δὲ εἶδος ἑλμίνθων· <lb/>αἱ μὲν γὰρ στρογγύλαι
                        σπιθαμιαῖαι τὸ μῆκος, ἢ καὶ μείζους, <lb/>αἳ καὶ μέχρι στομάχου νέμονται. αἱ
                        δὲ βραχεῖαι καὶ ἐμφερεῖς <lb/>σκώληξι μακροτέροις, καλοῦνται δὲ ἀσκαρίδες,
                        συνίστανται <lb/>δὲ περὶ τὸ ἀπευθυσμένον. αἱ δὲ πλατεῖαι καὶ ἐπιμήκεις, ὥστε
                        <lb/>ὅλῳ τῷ ἐντέρῳ παρατείνονται. λέγονται δὲ καὶ κειρίαι <lb/>ἐκ τοῦ
                        ἐμφερεῖς εἶναι κειρίαις. ὁμοίως δὲ καὶ ταινίαι, εὐίατοι <lb/>μὲν οὖν
                        στρογγύλαι. πληθύνουσι γὰρ ἐπὶ παιδίων. αἱ <lb/>δὲ ἀσκαρίδες πλεονάζουσιν
                        ἐπὶ τῶν παρηβώντων, δυσίατοι <lb/>δὲ καὶ δυσέκκριτοι, μόνον ὑπὸ τῶν
                        δριμυφαγιῶν καὶ φαρμάκων <lb/>τῶν διὰ πικρᾶς συντεθειμένων καὶ ἑλενίου, ὡς
                        ἐπὶ <lb/>τὸ πλεῖστον ἐμβαλλομένων. ἰσχίας δὲ καὶ ἀρθρῖτις καὶ ποδάγρα
                        <lb/>μεγέθει μόνον ἀλλήλων διαφέρουσι, ταῖς δὲ αἰτίαις <pb n="756"/> καὶ
                        τοῖς τόποις τοῖς πρωτοπαθοῦσι τὰ αὐτά ἐστιν. ὑπό τε <lb/>γὰρ φλέγματος ὡς
                        ἐπὶ πολὺ γίνονται καὶ περὶ τὰ νεῦρα <lb/>συνίστανται, τὰ συνέχοντα τὰ ἄρθρα
                        καὶ τὴν κίνησιν αὐτοῖς <lb/>παρέχοντα. ἀλλ᾿ ἡ μὲν ἰσχίας περὶ τὸ ἄρθρον τὸ
                        κατὰ <lb/>ἰσχίον γίνεται. διατείνεται δὲ πολλάκις μέχρι σφυρῶν. ἴασις
                        <lb/>δὲ διὰ φλεβοτομίας ἀπὸ σφυροῦ. καὶ διὰ σικύας ἀπὸ τοῦ <lb/>ἰσχίου καὶ
                        διὰ κλυσμῶν δριμέων καὶ δι᾿ ἃ δυσεντερίας τρόπον <lb/>τινὰ ποιοῦσι καὶ τὰ
                        ἔξωθεν καταπλάσματα ἄκοπα καὶ <lb/>μαλάγματα. ποδάγρα δὲ περὶ μόνους τοὺς
                        πόδας συνίσταται <lb/>καὶ ἐπισημαίνει ἐν ἀκμῇ μὲν πυρετῶδες ἄλγημα, διὸ τῶν
                        <lb/>ἐμψυχόντων δεῖται, παρακμῇ δὲ ναρκῶδες καὶ μετὰ ψύξεως, <lb/>ὅθεν τῶν
                        θερμαινόντων δεῖται. ἀρθρῖτις δὲ ταὐτὸν πάθος <lb/>τοῖς προειρημένοις περὶ
                        πάντα τὰ ἄρθρα συνιστάμενον. φαρμάκων <lb/>δὲ δεῖται θεραπευτικῶν τῶν
                        ἀλεαινόντων κηρωμάτων <lb/>καὶ τῆς καταλλήλου διαίτης. ἡ δὲ ἐλεφαντίασις τὸ
                        πάθος <lb/>ἔσχε τὸ ὄνομα ἀπὸ ὁμοιότητος τῆς πρὸς τὸν ἐλέφαντα. τὸ <lb/>γὰρ
                        δέρμα τῶν ἐν τῷ πάθει τούτῳ κατεσχημένων παχύτερόν <lb/>τε καὶ σκληρότερόν
                        ἐστιν, ἐμφέρειαν ἔχον πρὸς τὸ τῶν <pb n="757"/> ἐλεφάντων δέρμα. αἴτιον δὲ
                        τοῦ πάθους φλέγμα παχὺ καὶ <lb/>χολὴ μέλαινα, ἢ βλεννώδης μάλιστα
                        ἐνσπειρομένη. οἱ γὰρ <lb/>χυμοὶ οὗτοι θηριῶδες αὐτὸ ἀποφαίνουσιν. διὸ καὶ
                        μόνη θεραπεία <lb/>ἀνύσιμος ἐπὶ τῶν ἐλεφαντιώντων, ἡ δι᾿ ἑλλεβόρου
                        <lb/>λευκοῦ καὶ μέλανος. τινὲς δὲ τῶν παλαιοτέρων εἰς ἓξ διαιροῦσι <lb/>τὸ
                        πάθος αὐτὸ, εἰς ἐλεφαντίασιν, λεοντίασιν, ὀφίασιν, <lb/>λέπραν καὶ ἀλωπεκίαν
                        καὶ λώβην. ἐλεφαντίασιν μὲν <lb/>οὖν λέγουσι τὴν ἐμφερῆ κατὰ τὸ δέρμα καὶ
                        κατὰ τοὺς πόδας <lb/>ἐλέφαντι· παχεῖς γὰρ καὶ οὗτοι τοὺς πόδας ἔχουσιν οἱ
                        <lb/>τῷ πάθει τούτῳ περιπεσόντες δηλονότι, ὥσπερ ἐκεῖνοι· <lb/>λεοντιᾷν δέ
                        φασι τοὺς ὀχθώδεις ἐπαναστάσεις ἔχοντας, ἢ <lb/>καὶ οἰδηματώδεις καὶ
                        πυῤῥοτέρους ὄντας δίκην λεόντων. ὀφίασιν <lb/>δὲ τὴν ἐκδέρουσαν τοὺς ἁλόντας
                        ὡς ὄφεις. ἀλωπεκίαν <lb/>δὲ ἀπὸ μεταφορᾶς τῶν ζώων ἐκείνων· λώβην δὲ, τὴν τὰ
                        <lb/>ἄκρα χειρῶν τε καὶ ποδῶν διαφθείρουσαν καὶ τοὺς τῶν τοιούτων <lb/>μελῶν
                        ἐστερημένους, λελωβημένους. λέπραν δὲ τὴν <lb/>τραχύνουσαν τὸ δέρμα καὶ οἷον
                        ὁρᾶται ἐπὶ τῶν λεπρῶν, <lb/>ποιουμένην. ὁ δὲ λειχὴν πάθος μὲν καὶ αὐτὸς
                        δέρματος. <pb n="758"/> διττὸν δὲ εἶδος λειχῆνος, ὁ μὲν ἥμερος καὶ
                        πρᾳότερος, ὁ δὲ <lb/>ἄγριος καὶ χαλεπώτερος. ἀφίστανται δὲ ἐπὶ τούτων καὶ
                        λεπίδες <lb/>τοῦ δέρματος καὶ ὁ ὑπὸ τὰς λεπίδας τόπος <lb/>ἐνερευθέστερος
                        καὶ ἐγγὺς ἡλκωμένου φαίνεται. γίνεται δὲ τὸ <lb/>πάθος ὑπὸ φλέγματος ἁλμυροῦ
                        καὶ χολῆς τῆς ξανθῆς· ἔνθεν <lb/>ὡς ἐπὶ τῶν ἁλμῶν τῶν κεραμίων ἀφίστανται
                        τοῦ δέρματος <lb/>αἱ λεπίδες. ἴασις δὲ ἥ τε διὰ φαρμάκων φλεγμαγωγῶν καὶ
                        <lb/>τῶν ἔξωθεν ἐπιχρίστων. λέπρα δὲ πάθος μὲν καὶ αὐτὴ <lb/>δέρματος ἐπὶ τὸ
                        λευκότερον καὶ τραχύτερον τρεπόμενον. ἡ <lb/>δὲ τραχύτης οἷον ψυδρακίων
                        ἐπανεστώτων. ἡ δὲ ψώρα <lb/>ἐστὶν ἑλκωδεστέρα. γίνεται δὲ ἑκάτερον ἰδίως ὑπὸ
                        φλέγματος <lb/>ἁλμυροῦ. ἴασις δὲ ἥδε διὰ φλεγμαγωγῶν φαρμάκων καὶ <lb/>τῶν
                        ἔξωθεν ἐπιχρισμάτων, ὅσα πρὸς λέπραν καὶ ψώραν ἀναγέγραπται. <lb/>ὁ δὲ ἀλφὸς
                        διττόν ἐστι πάθος, ὁ μὲν λευκὸς, ὁ <lb/>δὲ μέλας. γίνεται δὲ ὁ μὲν μέλας ὑπὸ
                        μελαίνης χολῆς· <lb/>διὸ καὶ μελαγχολικὰ τὰ πολλὰ ῥύεται. ὁ δὲ λευκὸς ὑπὸ
                        φλέγματος <lb/>γίνεται, οὐχ ἁλυκοῦ. ἡ δὲ λεύκη ὅμοιον μὲν τὸ πάθος <lb/>ἀλφῷ
                        λευκῷ, μᾶλλον δὲ ἐπισημαίνει γῆν λευκοτάτην. ﻿<pb n="759"/> λέπρας δὲ
                        διαφέρει τῷ λεῖον εἶναι καὶ μὴ τραχύνεσθαι τὸ <lb/>δέρμα, ὡς ἐπὶ λέπρας.
                        ῥύεται δὲ τούτων ἁπάντων τὰ φλεγμαγωγὰ <lb/>φάρμακα καὶ τὰ ἔξωθεν σμήγματα.
                    </p></div><div type="textpart" subtype="chapter" n="14"><p>[Περὶ συνθέσεως ἀρίστης καθαρσίου.] <lb/>Συντίθεται δὲ ἡ πρὸς τὰ ἐντὸς
                        φαρμακεία ἀπό τε ἀποφρακτικῶν <lb/>καὶ τμητικῶν καὶ λεπτυντικῶν καὶ
                        προοδοποιητικῶν <lb/>καὶ προτρεπτικῶν καὶ καθαρτικῶν καὶ κολαστικῶν <lb/>τῆς
                        τῶν φαρμάκων κακίας, εὐστομάχων τε καὶ ἐφεκτικῶν <lb/>τῆς ἀλόγου φορᾶς.
                        ἀποφρακτικὰ μὲν οὖν ὅσα τοὺς πόρους <lb/>ἀραιοῖ καὶ τὰ σώματα εὔροα ποιεῖ·
                        τμητικὰ δὲ ὅσα τέμνει <lb/>τοὺς χυμοὺς καὶ πέπτει τοὺς μὲν παχύνοντα, τοὺς
                        δὲ λεπτύνοντα. <lb/>προοδοποιητικὰ δὲ ὅσα προάγει καὶ προπέμπει <lb/>τὰ
                        φάρμακα εἰς ἃ βουλόμεθα μόρια, ὡς ἐπὶ μὲν τῶν ἧπαρ <lb/>καθαίρειν
                        βουλομένων, σάνδαλα· τῶν δὲ σπλῆνα, σκολοπένδριον· <lb/>νεφροὺς δὲ καὶ
                        ἰσχία, κενταύριόν τε καὶ θλάσπι· τὰ <lb/>ὄπισθεν τῆς κεφαλῆς, παιωνία καὶ
                        στοιχάς· τὰ ἐμπρόσθιά <lb/>τε καὶ σάμψυχον καὶ τὰ τοιαῦτα· στήθη καὶ
                        πνεύμονα καὶ <lb/>θώρακα καὶ καρδίαν καὶ μετάφρενα καὶ ἔντερα, γλυκύῤῥιζον
                            <pb n="760"/> καὶ στύραξ καὶ σπέρμα τήλεως· ἀμύγδαλά τε καὶ κρόκος καὶ
                        <lb/>σπέρμα λινοζώστεως καὶ τοὺς ἁρμοὺς καὶ τὰ ἄρθρα, ἑκάτερον
                        <lb/>ἑρμοδάκτυλον καὶ ἄλλοις ἄλλα, ἅπερ ἐκ τῶν εἰρημένων <lb/>δεῖ
                        συντεκμαίρεσθαι. προτρεπτικὰ δὲ ὅσα κινεῖ καὶ προτρέπει <lb/>τὰ φάρμακα, ὡς
                        μὲν ἀγαρικὸν, ἔρις, ῥέον δὲ Ἰνδικὸν, <lb/>στάχυς· ἐντεριώνην δὲ
                        κολοκυνθίδος, τραγάκανθα· <lb/>σκαμμωνίαν δὲ, ἀλόη, ἢ χυλὸς κράμβης, ἢ
                        ῥόδων, ἢ σπέρματα. <lb/>ὡσαύτως ἅλας ὀρυκτόν· τὸ ἐπίθυμον, ὥσπερ εὐφόρβιον,
                        <lb/>βδέλλιον καὶ τὸν ἑλλέβορον· ῥαφανῖδος σπέρμα καὶ <lb/>τὴν ἀλυπαίαν·
                        ὄξος ἢ χρυσοβάλανος καὶ τὰ μυροβάλανα· <lb/>βρυωνία καὶ τὸ ἐλατήριον ἅλας.
                        καὶ μὲν δὴ καὶ τῆς πτυούσης <lb/>τὴν ῥίζαν, ἑρμοδάκτυλον τὸ στογγύλον καὶ
                        τοῖς ἄλλοις <lb/>ὡσαύτως τὰ παραπλήσια, ἅπερ ἐν τῷ περὶ ἀρίστης συνθέσεως
                        <lb/>φαρμάκων κατὰ μέρος διήλθομεν καὶ δεῖ ἐκεῖθεν νομίζεσθαι <lb/>τὰ
                        ἐλλείποντα. καθαρτικὰ δὲ ὅσα καθαίρει κᾀνταῦθα <lb/>κᾀν τῷ περὶ ἁπλῶν
                        φαρμάκων ἡμῖν γέγραπται. κολαστικὰ <lb/>δὲ τῆς κακίας ὅσα τοῖς δηλητηρίοις
                        τῶν φαρμάκων <pb n="761"/> ἀντικεῖσθαι ἰδίωμα, ὡς ἀγαρικοῦ μὲν ζίγγιβερ,
                        σκαμμωνίας <lb/>δὲ ὀποῦ, μαστίχη ἢ κόμμι Ἀραβικὸν, ἢ καφουρὰ, κυδωνίων
                        <lb/>μήλων χυλός· κολοκυνθίδος δὲ ἀμυγδάλων ἔλαιον· ἀλυπαίας <lb/>δὲ νᾶπυ·
                        ὥσπερ ἑλλεβόρου καστόριον, ἢ ὑδρόμελι· <lb/>καὶ εὐφορβίου κιννάμωμον. ἀλόης
                        δέ γε μαστίχη· ὥσπερ <lb/>αὐτὴν προτρέπει τὸ σμύρνιον· καὶ τἄλλα ὅσα ἡμῖν ἐν
                        τῷ <lb/>περὶ ἀρίστης συνθέσεως εἴρηται. εὐστόμαχα δὲ καὶ <lb/>ἐφεκτικὰ τῆς
                        ἀλόγου τῶν φαρμάκων φορᾶς, ὅσα τονοῖ καὶ <lb/>συνέχει καὶ τὰς φυσικὰς
                        διεγείρει ἐνεργείας. τὸ δὲ <lb/>κατὰ μέρος ταῦτα ἐπεξεργάσασθαι περισσὸν νῦν
                        ἡμῖν ἔδοξε. </p></div><div type="textpart" subtype="chapter" n="15"><p>[Περὶ διαιρέσεως τῆς διὰ φαρμάκων θεραπείας.] <lb/>Ἡ δὲ φαρμακεία διττή
                        ἐστιν, ἡ μὲν πρὸς τὰ <lb/>ἐντὸς πάθη, ᾗ μάλιστα χρῆται ὁ διαιτητικός· ἡ δὲ
                        πρὸς <lb/>τὰ ἐκτὸς, ἧς οὐκ ἄνευ συντελεῖται τὰ κατὰ χειρουργίαν. τῆς
                        <lb/>μὲν οὖν πρὸς τὰ ἐντὸς φαρμακείας εἴδη ἐστὶ δεκαδύο. τὸ <lb/>μὲν τῶν ἐν
                        τῇ κεφαλῇ παθῶν· τὸ δὲ τῶν στοματικῶν· τὸ <pb n="762"/> δὲ τῶν πεπτικῶν· τὸ
                        δὲ τῶν βηχικῶν· τὸ δὲ τῶν ἀνωδύνων· <lb/>τὸ δὲ τῶν ἀλεξιφαρμάκων· τὸ δὲ τῶν
                        καθαιρόντων. <lb/>καὶ τὰ μὲν ἡπατικὰ ἰδίως· τὰ δὲ σπληνικά· τὰ δὲ νεφριτικά·
                        <lb/>τὰ δὲ πρὸς τοὺς ἐν τῇ κύστει λίθους καὶ ἕλκη· τὰ <lb/>δὲ πρὸς ὑστέραν·
                        τὰ μὲν δὴ στοματικά ἐστι, τὰ δὲ πρὸς <lb/>οὖλα αἱμασσόμενα, σηπόμενα,
                        βεβρωμένα καὶ ὀδόντας καὶ ὅσα <lb/>πρὸς ἄφθας καὶ ἐσχάρας, ὅσα τε πρὸς
                        σταφυλὴν κεχαλασμένην. <lb/>τῶν δὲ πεττικῶν τὰ μέν ἐστι πρὸς ἀτονίαν
                        στομάχου, ἢ <lb/>κοιλίας· τὰ δὲ πρὸς ἐμπνευμάτωσιν τούτων· τὰ δὲ πρὸς
                        αἵματος <lb/>ἀναγωγήν· τὰ δὲ πρὸς πλευριτικοὺς, ἢ περιπνευματικούς· <lb/>τὰ
                        δὲ πρὸς φθισικούς· τὰ δὲ πρὸς ἀσθματικοὺς, ἢ ὀρθοπνοϊκούς· <lb/>τὰ δὲ πρὸς
                        τραχύτητά τε ἀρτηρίας καὶ φωνῆς <lb/>ἐκκοπήν. τῶν δὲ ἀνωδύνων τὰ μὲν πρὸς
                        νεφριτικοὺς, <lb/>τὰ δὲ πρὸς κοιλίας ῥύσεις καὶ δυσεντερίας καὶ πρὸς
                        κωλικοὺς <lb/>καὶ εἰλεώδεις. κοινῶς δὲ πάντα πρὸς πᾶσαν ὀδύνην. <lb/>τὰ δὲ
                        ἀλεξιφάρμακα τὰ μὲν ἁπλᾶ, ἄλλα πρὸς ἄλλο δηλητήριον. <lb/>ἡ δὲ θηριακὴ πρὸς·
                        πάντα καὶ προσλαμβανομένη <lb/>καὶ ἐπιδιδομένη. τῶν δὲ καθαιρόντων τὰ μὲν
                        ἄνωθεν καθαίρει, <pb n="763"/> ὡς τὰ δι᾿ ἐλλεβόρου καὶ ἐμετικὰ πάντα, τὰ δὲ
                        κάτωθεν <lb/>παραλαμβάνεται, ὡς τὰ διὰ σκαμμωνίας καὶ ἀλόης <lb/>καὶ
                        ἐλατηρίου καὶ κολοκυνθίδος καὶ εὐφορβίου καὶ κόκκου <lb/>κνιδίου καὶ τῶν
                        τοιούτων. τρίτα δὲ τούτοις τετάχθω καὶ τὰ <lb/>πρὸς ἕλμινθας πλατείας, οἷά
                        ἐστι τὸ διὰ κέρατος ἐλαφείου <lb/>καὶ ἡδυόσμου καὶ πεπέρεως. ἔστι δὲ καὶ
                        τέταρτον εἶδος τῶν <lb/>κεφαλὴν μόνην καθαιρόντων διὰ στόματος καὶ ῥινῶν ἃ
                        <lb/>παραλαμβάνεται ἰδίως. ἐπί τε τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖς <lb/>ὀφθαλμοῖς
                        παθῶν καὶ τὰ πλεῖστα ἐπὶ ἰκτέρων. ἁρμόζουσι <lb/>δὲ αἱ μὲν διὰ τῶν ἄνω
                        καθάρσεις πρὸς ἀνασκευὴν τῶν <lb/>χρονίων. καιρὸς δὲ αὐτῶν τὰ διαλείμματα.
                        αἱ δὲ κάτωθεν, <lb/>πρὸς τὰ ὀξέα νοσήματα κατάλληλοι, πλευρίτιδας καὶ
                        περιπνευμονίας. <lb/>καιρὸς δὲ αὐτῶν πάντων ἡ ἄνεσις τῶν ἐπὶ <lb/>μέρους
                        παροξυσμῶν. τῆς δὲ πρὸς τὰ ἐκτὸς φαρμακείας εἴδη <lb/>ἐστὶν ἕνδεκα. τὰ μὲν
                        γὰρ αὐτῶν διαφορητικὰ, τὰ δὲ συμπεπτικὰ, <lb/>τὰ δὲ ἔναιμα, τὰ δὲ πυοποιὰ,
                        τὰ δὲ ἀνακαθαρτικὰ, <lb/>τὰ δὲ ἀναπληρωτικὰ, τὰ δὲ κατασταλτικὰ, τὰ δὲ ﻿<pb n="764"/> ἐπουλωτικὰ, τὰ δὲ ὀφθαλμικὰ, τὰ δὲ ἐν ὅλῳ τῷ σώματι, <lb/>τὰ
                        δὲ καυστικὰ ἐπὶ ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας· <lb/>τὰ δέ εἰσιν
                        ἀλείμματα ἄκοπά τε καὶ θερμαντικὰ πρὸς παραλύσεις <lb/>ποιοῦντα καὶ
                        ἀρθριτικοὺς καὶ ποδαγρικοὺς καὶ <lb/>πᾶσαν νεύρων πῆξιν καὶ τετανικοὺς καὶ
                        ὀπισθοτονικούς. τὰ <lb/>δὲ σμηκτικὰ τῶν εἰς τὴν ἐπιφάνειαν ἐξανθούντων,
                        λεύκης, <lb/>ἀλφοῦ, λειχῆνος καὶ λέπρας. τὰ οὖν διαφορητικὰ καὶ συμπεπτικὰ
                        <lb/>ἐπὶ φυμάτων καὶ παντὸς ἀποστήματος τοιούτου <lb/>ἁρμόζει. διαφορητικαὶ
                        δέ εἰσιν αἱ διὰ ἁλῶν πᾶσαι <lb/>καὶ ὅσαι διὰ νίτρου, ὡς τὸ Κτησιφῶντος.
                        συμπεπτικὰ δὲ <lb/>τὰ διὰ ῥητίνης καὶ χαλβάνης καὶ ἀμμωνιακοῦ θυμιάματος·
                        <lb/>τῶν δὲ ἐναίμων φαρμάκων αἱ μὲν φαιαὶ ἐπὶ τῶν κατὰ τοῦ <lb/>σώματος
                        προσφάτων τραυμάτων ἁρμόζουσιν. αἱ δὲ ἰδίως <lb/>χλωραὶ καὶ μέλαιναι, ὡς ἡ
                        βάρβαρος, πρός τε τὰ ἐν τῇ κεφαλῇ <lb/>καὶ πρὸς τὰ κυνόδηκτα. ἐπὶ δὲ ἑλκῶν
                        τοῖς μὲν πυοποιοῖς <lb/>ἐπὶ τῶν φλεγμαινόντων χρηστέον, ὡς τῇ τετραφαρμάκῳ.
                        <lb/>τοῖς δὲ ἀνακαθαίρουσιν ἐπὶ τῶν ῥυπαρῶν, ὡς τῇ <lb/>χλωρᾷ ἀνειμένῃ. τοῖς
                        δὲ ἀναπληροῦσιν ἐπὶ τῶν κοίλων. τοῖς <pb n="765"/> δὲ καταστέλλουσιν ὡς ἐπὶ
                        τῶν ὑπερσαρκούντων, ὡς τοῖς διὰ <lb/>μίσυος καὶ λεπίδος, ἃ καὶ ἐπὶ τῶν
                        δυσεπισχέτων αἱμοῤῥαγιῶν <lb/>ἁρμόζει. τοῖς δὲ καυστικοῖς ὁτὲ μὲν πρὸς τὸ
                        διελεῖν <lb/>καὶ ἀναπτύξαι σώματα χρώμεθα, ὡς ἐπὶ τῶν ἀποστημάτων <lb/>τὴν
                        περιοχὴν, ὁτὲ δὲ ἐπὶ τῶν κεχαλασμένων βλεφάρων <lb/>ἀντὶ ἀναῤῥαφῆς,
                        ἀφαιροῦντες τὸ σύμμετρον τῆς <lb/>οὐλῆς, ἀνασπῶμεν τὸ κεχαλασμένον. ὁτὲ δὲ
                        ἐπὶ κεφαλαίας <lb/>δυσιάτου παραλαμβάνομεν, διὰ βαθείας ἐσχάρας
                        μεταβάλλοντες <lb/>εἰς τὰ ἐκτὸς ῥεύματα. ὕλη δὲ τῶν καυστικῶν κονία,
                        <lb/>ἄσβεστος ζῶσα καὶ ἀρσενικὸν καὶ σανδαράχη καὶ φέκλα καὶ <lb/>τὰ
                        τοιαῦτα. τῶν δὲ κεφαλικῶν τὰ μὲν πρὸς ἀχῶρας καὶ <lb/>πίτυρα καὶ ἐκβράσματα
                        ἁρμόζει, τὰ δὲ πρὸς κεφαλαλγίαν καὶ <lb/>ἑτεροκρανίαν. τῶν δὲ ὠτικῶν τὰ μὲν
                        πρὸς φλεγμονὴν ὤτων, <lb/>τὰ δὲ πρὸς ἕλκωσιν· τὰ δὲ πρὸς πυοῤῥοοῦντα· τὰ δὲ
                        πρὸς· <lb/>δυσηκοΐαν· τὰ δὲ πρὸς ὦτα τεθλασμένα. τῶν δὲ ὀφθαλμικῶν
                        <lb/>φαρμάκων εἴδη εἰσὶν ἑπτά. τὰ μὲν γὰρ πρὸς ἀρχομένας ὀφθαλμίας
                        <lb/>ἁρμόζει, ὡς τὰ διὰ γλαυκίου καὶ τὰ διὰ κρόκου καὶ τὰ <lb/>κυκνάρια· τὰ
                        δὲ πρὸς τὰς διαθέσεις, ὡς τὰ νάρδινα καὶ τὰ θεοδότια <pb n="766"/>
                        καλούμενα, τὰ δὲ πρὸς ῥεύματα, ὡς τὰ διὰ λιβάνου καὶ ἀκακίας <lb/>καὶ
                        ἐρείκης καρποῦ. τὰ δὲ πρὸς τραχώματα, ὡς τὰ <lb/>διὰ τῶν μεταλλικῶν, οἷον
                        κεκαυμένου χαλκοῦ καὶ χαλκίτεως <lb/>καὶ λεπίδος χαλκοῦ. πέμπτον δέ ἐστι τὸ
                        πρὸς ξηροφθαλμίας <lb/>καὶ ψωροφθαλμίας εἶδος τῶν κολλυρίων καὶ ξηρῶν
                        <lb/>ὀξυδερκικῶν, ἃ τῆς αὐτῆς ὕλης ἐστὶ τοῖς προγεγραμμένοις. <lb/>ἕκτον δὲ
                        τῶν ὑγρῶν εἶδος, τῶν πρὸς ὑποχύσεις ἀναγεγραμμένων, <lb/>ἃ διὰ χολῶν
                        σκευάζονται καὶ μάλιστα δι᾿ ὑαίνης. <lb/>ἕβδομον δὲ τὸ τῶν καταπλασμάτων
                        εἶδος, ἃ παραλαμβάνεται <lb/>ἐπὶ τῶν ἄκρως φλεγμαινόντων ὀφθαλμῶν καὶ
                        περιοδυνώντων. <lb/>ἔστι δὲ τάδε διὰ μελιλώτων καὶ γλυκέος καὶ τήλεως
                        <lb/>καὶ τὰ τοιαύτης ὕλης. περιχρίομεν δὲ τὰ βλέφαρα ἐν ἀρχῇ <lb/>μὲν τοῖς
                        ἀποκρουστικοῖς, οἶά ἐστι τὰ διὰ γλαυκίου καὶ τοῖς <lb/>διὰ κρόκου καὶ αὐτῷ
                        μόνῳ γλαυκίῳ. ἐπὶ δὲ τῶν ἐνδιαθέτων <lb/>τοῖς ἀναξηραίνουσι καὶ
                        παραμυθουμένοις, οἷον ναρδίνοις <lb/>καὶ θεοδοτίοις. ὅσα δὲ πρὸς εὐμορφίαν
                        ἐπιχρίεται, ὡς <lb/>τὰ διὰ σάνδυκος καὶ ἡδυχρόου, οὐκ ἰατρικῆς, ἀλλὰ
                        καλλωπιστικῆς <lb/>ἐστιν ἴδια. </p></div></div></body></text></TEI>