[Ἀνατομὴ τῶν ἐντός.] Ἀνατομὴ καταχρηστικῶς μὲν λέγεται καὶ ἡ τῶν ἐκτὸς μερῶν τε καὶ μορίων τοῦ σώματος διέξοδος, ἥτις ἐστὶ διὰ λόγου διήγησις ἑκάστου, μετὰ τῆς κατὰ φύσιν θέσεως αὐτῶν καὶ τάξεως καὶ χρείας, ἣν παρέχεται τῷ ζώῳ καὶ τῆς οἰκείας ἑκάστου ὀνομασίας, περὶ ὧν ἤδη διεξήλθομεν· κυρίως δὲ λέγεται ἡ ἀνατομὴ, ἡ τῶν ἐντὸς μετὰ λόγου ἀνάπτυξις. οὐ γὰρ τὸ τῇ ὄψει αὐτὰ δειχθῆναι ἀνατομή ἐστιν, ἀλλὰ τὸ μετὰ λόγου ἑκάστου αὐτῶν γνῶσιν λαβεῖν, τάς τε κατὰ φύσιν ἐνεργείας, ὅπως δι᾿ αὐτῶν ἀποτελοῦνται ἐκμαθεῖν καὶ τὰς κοινωνίας ἃς ἔχει πρὸς ἄλληλα τὰ σπλάγχνα καὶ τὰ ἄλλα μέρη τοῦ σώματος διὰ φλεβῶν. ὁ μὲν οὖν ἐγκέφαλος ἐξ οὐδενὸς τῶν προειρημένων, κατ᾿ Ἐρασίστρατον ἀρχικῶν ἀγγείων φαίνεται πεπλέχθαι, διὸ καὶ παρέγχυμα τροφῆς δοκεῖ αὐτῷ εἶναι. ἔστι δ᾿ ἁπλοῦν σῶμα καὶ διὰ τοῦτο ἀρχικὸν καὶ κυριώτατον τῶν ἐν ἡμῖν. διὸ καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς αὐτῷ πιστεύουσιν, ὡς Πλάτων καὶ Ἱπποκράτης. περιέχεται δὲ ὑπὸ μηνίγγων δύο, καὶ μιᾶς μὲν προσεχοῦς καὶ προστυποῦς αὐτῷ, ἣ καλεῖται χοροειδὴς καὶ ἔστι φλεβωδεστέρα. ἡ δὲ ἑτέρα ἐπὶ ταύτης οὖσα προσήρτηται μᾶλλον τῷ κρανίῳ κατά τινα μέρη. καὶ ἔστι νευρωδεστέρα. ἐκ μὲν οὖν τῶν ἄνω φλέβες ἀπὸ καρδίας εἰς αὐτὸν ὀχετεύουσι τὴν τροφὴν, κατὰ τὸ λεγόμενον ληχηνεῖον, ἐκ τῶν πρὸς τῇ βάσει ἀρτηριῶν. ἐντεῦθεν δὲ καὶ νεῦρα ἄρχεται ἐκφύεσθαι αὐτοῦ, ὅθεν καὶ εἰς πᾶν τὸ σῶμα ἀναδιδόασιν τὰς ψυχικὰς ἐνεργείας. νεύρων δὲ εἴδη δύο, τὸ μὲν τῶν συνδετικῶν, τῶν συνεχόντων τὰ ὀστᾶ πρὸς ἄλληλα. τὸ δὲ τῶν αἰσθητικῶν καὶ κινητικῶν, ἃ τὴν αἴσθησιν ἐμποιεῖ τῷ σώματι καὶ τὴν προαιρετικὴν κίνησιν εἰς πᾶν διαπέμπει, ἐξ ὧν καὶ τῶν μυῶν ἡ γένεσις. τῶν δὲ ὀφθαλμῶν οἱ πόροι ἐκπεφύκασι καὶ αὐτοὶ ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου, δι᾿ ὧν τὸ ὁρατικὸν πνεῦμα εἰς τοὺς ὀφθαλμοὺς διαδίδοται. ἐντεῦθεν δὲ καὶ εἰς τοὺς μυκτῆρας ἀποφύσεις ἤρτηνται, δι᾿ ὧν τε ὀσφραινόμεθα καὶ δι᾿ ὧν ἐκκαθαίρεται ὁ ἐγκέφαλος. εἰς δὲ τὰ ὦτα ἀποφύσεις μὲν οὔκ εἰσι. τέτρηται δὲ αὕτη ἡ μῆνιγξ ἐκ τῶν ὄπισθεν καὶ σκωληκοειδῆ ἀπόφυσιν ποιεῖται, δι᾿ ἧς καὶ αὐτὰ ἀποκαθαίρεται· καὶ ἐν ἀρχῇ ταύτης τὸ λεγόμενον κωνοειδές. ἐντεῦθεν δὲ καὶ ὁ ῥαχίτης μυελὸς ἄρχεται. κοιλίας δὲ ἔχει ὁ ἐγκέφαλος δύο· κατ᾿ ἐνίους δὲ μίαν, ἔνθα τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἵδρυται. περιέχεται δὲ καὶ τὰ τοῦ κρανίου ὀστᾶ, ἄνωθεν ὑπὸ τῷ δέρματι, τῷ περικρανίῳ λεγομένῳ ὑμένι, ἐκπεφυκότι μὲν διὰ τῶν ῥαφῶν, ἐκ τῶν μηνίγγων· ἀρχὴ δὲ οὗτος γίνεται τοῦ τε ὑπεζωκότος τὰς πλευρὰς ὑμένος καὶ τοῦ διαφράγματος καὶ τοῦ περιτοναίου καὶ παντὸς ὑμένος νευρώδους. ὁ δὲ ὀφθαλμὸς συνέστηκεν μὲν καθ᾿ Ἱπποκράτην ἐκ χιτώνων δύο, οὓς μήνιγγας ὁ Ἱπποκράτης καλεῖ, ἐπειδὴ ἐκ τῶν μηνίγγων ἐκπεφύκασιν. κατὰ δὲ τοὺς νεωτέρους ἐκ τριῶν, κατ᾿ ἐνίους δὲ ἐκ τεσσάρων. πρῶτος μὲν οὖν ἔξωθέν ἐστιν ὁ κερατοειδὴς, λευκὸς μὲν κατὰ τὰ ἄλλα, κατὰ δὲ τὴν ἴριν λεπτυνόμενος διαφαίνει τὸ ὑποκείμενον χρῶμα, καθ᾿ ὃ μέλας, ἢ γλαυκότερος, ἢ χαροπὸς φαίνεται· δεύτερος δέ ἐστιν ὁ ῥαγοειδὴς ῥαγὶ σταφυλῆς ἐοικὼς τὰ ἔνδοθεν, τετρημένος κατὰ τὴν κόρην. τρίτος δὲ ὁ ἀμφιβληστροειδὴς, ἐγκολπούμενος ὥσπερ καὶ δεχόμενος ἐπ᾿ ἄκρῳ τὸν ὑπό τινων εἰσαγόμενον τέταρτον χιτῶνα, ὃν καὶ ἄδηλον προσαγορεύουσιν. ἔστι μὲν γὰρ ὑμὴν σμικρότατός τε καὶ ἰσχνότατος. ἀλλ᾿ ὁ μὲν πρῶτος καὶ ὁ δεύτερος στερεοὶ ὑμένες καὶ χιτῶνες παχεῖς εἰσιν. ὁ δὲ τρίτος καὶ τέταρτος ἰσχνότατοι. διὸ καὶ Ἱπποκράτης τοὺς πρώτους μόνους οἶδε, λέγων. ὁ δὲ ὀφθαλμὸς μήνιγγας ἔχει δύο. ὑγρὰ δὲ περιέχουσιν οἱ ὑμένες οὗτοι τρισσὰ, τότε ὑδατοειδὲς καὶ τὸ ὑαλοειδὲς καὶ τὸ κρυσταλλοειδές· βλεφάρων δὲ τὰ μὲν ἔσωθεν σαρκώδη, τὰ δὲ μεταξὺ χονδρώδη. ἔξωθεν δὲ δέρματι σκέπεται. διὰ δὲ τὸ σκληρὸν τοῦ μεταξὺ χόνδρου πιμελὴ ὑπέστρωται αὐτῷ οἷον μάλαγμα, ἥτις ἐπὶ τὸ πολὺ πλεονάζουσα τὰς ὑδατίδας ποιεῖ. ἡ δὲ γλῶσσα σαρκώδεις μὲν τὰ πλεῖστα· διττὸν δὲ νεύρων εἶδος ἐμπέφυκεν εἰς αὐτὴν ἐκ τῆς τοῦ ἐγκεφάλου βάσεως, τὸ μὲν τῶν καλουμένων μαλακῶν νεύρων, δι᾿ ὧν τὴν αἴσθησιν τὴν γευστικὴν ἐπὶ τὴν ἀρχὴν ἀναδίδωσι. τὸ δὲ τῶν σκληρῶν, δι᾿ ὧν καὶ ἡ κίνησις, ἡ προαιρετικὴ ἐπ᾿ αὐτὴν ἀναφέρεται. πρὸς δὲ τῇ ῥίζῃ αὐτῆς ἐμπέφυκεν ἡ ἐπιγλωττὶς, ἥτις ἐν τῷ καταπίνειν ἀνατρέχουσα ἐπιπωματίζει τὸν βρόγχον, ἵνα μή τι τῶν στερεῶν, ἢ ὑγρῶν ἐμπέσῃ εἰς αὐτόν. τῆς δὲ αὐτῆς αἰτίας ἕνεκα καὶ αἱ ἀντιάδες γεγόνασι, τέσσαρες οὖσαι τὸν ἀριθμὸν, δύο μὲν προφανεῖς πρὸς τῇ ῥίζῃ τῆς γλώττης ἑκατέρωθεν, δύο δὲ ἐχόμεναι τούτων ἐνδότεραι. λέγονται δὲ αὗται καὶ παρίσθμια, διὰ τὸ ἐοικέναι τὸ χωρίον ἰσθμῷ εἰς ὅ παράκεινται, μάλιστα δὲ ὅταν φλεγμαίνωσιν. διότι στενοῦσιν ἄγαν τὴν δίοδον ταύτην. ἐπεὶ δὲ δύο ὕλαις διοικεῖται τὸ ζῶον, τροφῇ καὶ πνεύματι, πνεύματος μὲν ὁδοί τε καὶ καταδοχαὶ τάδε, ῥῖνες, στόμα, βρόγχος, τραχεῖα ἀρτηρία, πνεύμων. ῥὶς μὲν καὶ στόμα πρὸς τὸ ἀναπνεῖν, ὁ δὲ γαργαρεὼν, ἵνα μὴ ἀθρόως εἰς τὸν βρόγχον προσεμπίπτῃ ψυχρὸς ἀήρ. ἀρτηρία δὲ τραχεῖα, πάροδός ἐστιν αὐτῷ εἰς τὸν πνεύμονα ἐν τῷ στήθει κείμενον, δι᾿ οὗ καὶ ἡ πᾶσα ἀναπνοὴ γίνεται, διαστελλομένου μὲν, ἵνα δέξηται  συστελλομένου δὲ, ἵνα ἐκπέμψῃ. διὸ καὶ ἔοικε τῇ μὲν ἐνεργείᾳ ταῖς χαλκευτικαῖς φύσαις, τῷ δὲ σχήματι βοὸς ὁπλῆ ἐν πνεύμονι δὲ κατεργασθέντος τοῦ πνεύματος, τὸ μὲν ἀναγκαιότατον εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας φέρεται, τὸ δὲ ἄχρηστον ἐκπνεῖται δι᾿ ὦν περ εἰσεπνεύσθη. τροφῆς δὲ ἀγγεῖα, τὰ πρὸς ὑποδοχὴν καὶ ὄργανα πρὸς κατεργασίαν τάδε· στόμα μὲν καὶ ὀδόντες, στόμαχος, κοιλία, νῆστις καὶ λεπτὰ ἔντερα. στόμα μὲν καὶ ὀδόντες πρὸς λέανσιν. στόμαχος δὲ πρὸς ὄρεξιν καὶ κατάποσιν. παρατέταται δὲ τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ διατείνει μέχρι διαφράγματος. κοινὴ δὲ πρὸς πέψιν ἡ γαστήρ. ἄρχεται δὲ ὡς ἀπὸ μέσου τοῦ χόνδρου, ἔνθα στόμα κοιλίας λέγεται, ὑπιοῦσα δὲ τὸ ἧπαρ, τῷ κύτει σιγματοειδὴς οὖσα, ἐπὶ τὰ ἀριστερὰ νεύει, τῷ ἑτέρῳ ἄκρῳ, ἔνθα καὶ ὁ πυλωρός ἐστιν, ἵνα μὴ ἀθρόως διεκπίπτῃ αὐτῆς ἡ τροφή. νῆστις δὲ καὶ λεπτὸν ἔντερον πρὸς ἀνάδοσιν· πολλοὺς δὲ ἑλιγμοὺς ἡ νῆστις ἔχει καὶ συνέχεται τῷ μεσαραίῳ, ἢ μεσεντερίῳ, ὃ ἐξυφαίνουσιν αἱ εἰς αὐτὸν καθήκουσαι φλέβες, δι᾿ ὦν ἡ πλείστη ἀνάδοσις γίνεται ἐπὶ πύλας ἥπατος. συνάπτεται δὲ αὐτῇ τὸ λεπτὸν ἔντερον, ὡς μέρος αὐτῆς δοκεῖν εἶναι· ἔοικε γὰρ νήστει ἡπλωμένῃ. ἑξῆς δὲ τὸ τυφλὸν ἔντερον, πρὸς ὑποδοχὴν τῆς τροφῆς. ἐπὶ δὲ τούτῳ τὸ κῶλον πρὸς ὑποδοχὴν τῶν διακεκριμένων περιττωμάτων ἐκ τῆς ἀναδόσεως, διαβαῖνον δὲ ἐπὶ τὰ δεξιὰ ὑπὲρ ὀμφαλὸν ἐντὸς τοῦ ἥπατος καὶ τοῦ σπληνὸς εἰς τὰ κάτω πάλιν φέρεται διαζῶσαν τὸ ἐπιγάστριον ὅλον καὶ τελευτᾷ κατὰ τὸ ἀπευθυσμένον. δύο τοίνυν πόροι ἀρχόμενοι ἀπὸ τῆς τοῦ στόματος εὐρυχωρίας, ὁ μὲν κατὰ τὸ ἔμπροσθεν τοῦ τραχήλου τέτακται καὶ καλεῖται βρόγχος, ἢ τραχεῖα ἀρτηρία. ὅθεν δὲ ἄρχεται, καθ᾿ ἃ ἀνεστόμωται φάρυγξ λέγεται, ἢ λάρυγξ. συνέστηκε δὲ ὁ πᾶς πόρος, ἐκ χόνδρων οἷον κρικοειδῶν, ἢ κυκλοτερῶν, ἵνα ἀσύμπτωτος μένῃ πρὸς τὸ ἀδιαλείπτως εἰσπνεῖν τὸ ζῶον, διὸ καὶ ἀεὶ ἀναπέπταται αὐτοῦ τὸ στόμα. τροφῆς μὲν γὰρ ἀποσχέσθαι ἐπὶ πλεῖστόν ἐστιν ὑπομένειν, μὴ εἰσπνεῖσθαι δὲ, οὐδὲ τὸ ἀκαριαῖον· διὰ τοῦτο δὲ καὶ καθαρὰν τῷ πνεύματι τὴν δίοδον ταύτην παρέχει, ὅπως μηδέποτε ἐμποδίζῃ τὴν ὁδὸν τῷ πνεύματι. ἀμέλει εἴπου ἐν τῷ τρέφεσθαι λαθὸν παρεμπέσοι τι εἰς αὐτὸν, εὐθὺς βὴξ καὶ πνιγμὸς ἐπακολουθεῖ, ἄχρις οὗ ἐξωθούμενον ὑπὸ τοῦ πνεύματος ἀνενεχθῇ. διαπέμπει δὲ τὸ πνεῦμα ἡ τραχεῖα ἀρτηρία εἰς τὸν πνεύμονα καὶ περαιοῦται εἰς τὰς ἐν αὐτῷ τραχείας ἀρτηρίας, αἳ καὶ αὐταὶ καὶ βρόγχια καλοῦνται. ὁ δὲ στόμαχος ἐνδοτέρω τοῦ βρόγχου ὢν, πρὸς τοῖς σπονδύλοις τοῦ τραχήλου, συμπαρεκτείνεται μὲν τῇ τραχείᾳ ἀρτηρίᾳ ἐπὶ πολὺ, ἀλλ᾿ ὁ μὲν βρόγχος προσκείμενος, ἐν τῷ καταπίνεσθαι τὴν τροφὴν προσανατρέχων, ἐπιπωματίζεται ἀκριβῶς τῇ ἐπιγλωττίδι, ἥτις πέφυκεν ἐκ τῆς ῥίζης τῆς γλώττης. ἡ δὲ ἐπιγλωττὶς οὐ μόνον τὸ στόμα ἐπιπωματίζει, ἀλλὰ καὶ τὴν τροφὴν τὴν ὑπὸ τῆς γλώττης, οἷον ὑπὸ πτύου ἀναλιχμωμένην διαπορθμεύει, ὥσπερ γέφυρα, ἐπὶ τὸν στόμαχον ὑπὲρ τὸ στόμα τοῦ βρόγχου ὑπερθεῖσα αὐτήν. ὁ δὲ στόμαχος φυσικὴν ἐνέργειαν ἔχων τὴν ὀρεκτικὴν δύναμιν διαστέλλεται μὲν ὑπὸ τῆς ὀρέξεως καὶ καταπίνει τὰ εἰσφερόμενα. ἡ δὲ τῷ ὑποκειμένῳ στελλομένη, οἷον ἐκθλίβει καὶ ἀπωθεῖται αὐτὰ ἐπὶ τὰ ὑποκείμενα μέρη ἐκβαλὼν διὰ τοῦ διαφράγματος, συμφυεῖ τῷ στόματι τῆς κοιλίας, δι᾿ οὗ στενοῦ πόρου ὄντος εἰς τὴν γαστέρα τροφὴ παρέρχεται γαστρὸς δὲ, ἡ μὲν φυσικὴ ἐνέργεια πέττει τὴν προσενεχθεῖσαν αὐτῇ τροφήν. πεφθεῖσα δὲ αὐτὴ, πρῶτον μὲν ἔοικεν χυλῷ πτισσάνης. διά τε τοῦ λεγομένου πυλωροῦ ὄντος ἔτι στενωτέρου, διηθεῖται εἰς τὴν νῆστιν ἡ τροφὴ, ἥτις λεπτὸν ἔντερον οὖσα, διὰ τοῦτο ὑπὸ τῆς φύσεως εἰς ἕλικας πλείστας συνετέθη, ὅπως μὴ ῥᾳδίως διακόπτηται, ἢ διασπᾶται. συνέχονται δὲ αἱ ἕλικες αὐτῆς καὶ ὑποβαστίζονται τῷ λεγομένῳ μεσαραίῳ, ἢ μεσεντερίῳ· οὐ μόνον δὲ τὴν χρείαν ταύτην παρέχει τὸ μεσάραιον, ἀλλὰ καὶ τὰς ὑπὸ τοῦ ἥπατος ἐκπεφυκυίας δύο φλέβας, ἔπειτα εἰς πολλὰς ἀποσχίδας διαιρουμένας, αἳ ἐμβάλλουσιν εἰς τὸ μεσάραιον, ὅπως καὶ αὗται μὴ διαῤῥήσσωνται. ἰσχναὶ οὖσαι. ἀλλ᾿ ἀνέχονται ὑπὸ τοῦ ἐνυφασμένου αὐτῷ ὑπερείσματι, συγχρώμεναι τούτῳ καὶ οἷον διαβάθρα κουφιζόμεναι περαιοῦνται καὶ οὕτως ἐπὶ πάσας τὰς ἕλικας τῆς νήστεως ἐοικυίας βδέλλαις, ἀνεστομωμέναι εἰς τὴν νῆστιν, πᾶσαν δέχονται τὴν ἐν αὐτῷ κεχυλωμένην τροφήν. ἅμα δὲ τῷ δέξασθαι εὐθὺς ἐξαιματοῦσιν αὐτὴν χυλὸν ὄντα τὸ πρόσθεν, μέχρις ὅτε ἐν τῇ νήστει ἐστί. οὐδὲ γὰρ ἑτέρωθεν αἵματος ἀγγεῖον, οὔτε φλέγματος, ἢ ἄλλου τινὸς εἶναι περιεκτικὸν, ὁ τῆς φύσεως νόμος διαγορεύει. πάλιν οὖν διὰ τοῦ μεσαραίου αἱ φλέβες αὗται ἐδέξαντο, δύο γενόμεναι ἐκ πολλῶν ἐμβάλλουσιν εἰς τὸ ἧπαρ κατὰ τὰς λεγομένας αὐτοῦ πύλας. ἐν δὲ τῷ ἥπατι ἐξαιματουμένης τῆς τροφῆς, ὁμοῦ διακρίνεται ἕκαστον τῶν περιττωμάτων. καὶ ἡ μὲν ξανθὴ χολὴ ἐπὶ κύστιν τὴν ἐν τῷ ἥπατι φέρεται. ἡ δὲ μέλαινα ἐπὶ σπλῆνα. ἀπὸ δὲ ἥπατος ἐξαιματωθεῖσα ἡ τροφὴ εἰς τὴν δεξιὰν ἀναδίδοται τῆς καρδίας κοιλίαν. ἀπὸ δὲ τῆς καρδίας, διὰ μὲν τῶν σφαγιτίδων, ἐπὶ τὰ ἄνω τὸ αἷμα ἀναδίδοται. διὰ δὲ τῆς κοίλης φλεβὸς, ἐπὶ πάντα τοῦ σώματος τὰ μέρη. ἀπὸ γοῦν τῆς κοίλης φλεβὸς διακρινομένου τοῦ ἐῤῥώδους  ἀπὸ τοῦ αἵματος, ἀποσχίδες ἐπὶ νεφροὺς φέρουσιν, οἳ κεῖνται κατὰ τὴν ὀσφὺν ὑπὸ τὰς ψόας, δι᾿ ὦν διηθεῖται τὸ οὖρον. ἐπὶ τὴν κύστιν δὲ παραγίνεται, διὰ τῶν λεγομένων οὐρητήρων. ἡ δὲ κύστις δέχεται μὲν κατὰ τοῦ σώματος αὐτῆς τὸ οὖρον. ἐκκρίνει δὲ διὰ τοῦ καυλοῦ εἰς τὰ ἐκτός. δίδυμοι δὲ τὴν μὲν σύστασιν ἀδενώδεις, δοχεῖα δέ εἰσιν καὶ ἐργαστήρια τοῦ γόνου, ὃς φέρεται ἐπ᾿ αὐτοὺς διὰ τῶν κρεμαστήρων. καθήκουσι δὲ εἰς αὐτοὺς καὶ ἕτερα ἀγγεῖα τὰ τρέφοντα αὐτούς. περιέχεται δὲ ὑπὸ δύο χιτώνων, τοῦ τε ἐρυθροειδοῦς καὶ τοῦ δαρτοῦ λεγομένου. ἐπὶ δὲ τούτοις ἡ ὀσχή. ταῖς δὲ γυναιξὶν ἡ ὑστέρα ἔοικεν ὀσχῇ ἀνεστραμμένῃ. ἀνεστόμωνται εἰς τὸ ἔνδον αὐτῆς φλέβες, ὡς ὅτι πλεῖσται, δι᾿ ὦν τὸ αἷμα ἀποκαθαίρεται, ὃ ἐν ταῖς συλλήψεσιν ἐπέχεται καὶ χωρεῖ εἰς τροφὴν καὶ διάπλασιν τοῦ ἐμβρύου· ἀπὸ γὰρ τῶν φλεβῶν τῶν πλεκουσῶν τὸ χορίον γενόμεναι δύο φλέβες καὶ ἀπὸ τῶν κατ᾿ αὐτὸ ἀρτηριῶν δύο ἀρτηρίαι καὶ ἀπὸ τῶν νεύρων νεῦρον ἓν συνελθόντα ἀποτελεῖ τὸν οὐραχὸν, ὃς ἐμβάλλει εἰς τοῦ ἐμβρύου τὸν ὀμφαλὸν, ἐξ οὗ καὶ ἐκφύεται καὶ ἀποκρεμᾶται. ἀπὸ δὲ ὀμφαλοῦ αἱ μὲν φλέβες ἐπὶ ἥπατος πύλας τὸ αἷμα διδόασιν ἐπὶ τῶν ἐμβρύων. αἱ δὲ ἀρτηρίαι κατὰ τὴν κύστιν εἰς τὴν παχεῖαν ἀρτηρίαν ἐμβάλλουσι. τὸ δὲ νεῦρον τοῦτο εἰς τὴν ῥάχιν. [Περὶ ὀστεολογίας.] Τῶν δὲ ὀστῶν διττὴ ἡ σύνθεσις, ἡ μὲν πρὸς τὸ κινεῖσθαι καὶ καλεῖται ἄρθρον, ἡ δὲ πρὸς τὸ ἀκίνητον καὶ καλεῖται συνάρθρωσις. εἴδη δὲ ταύτης τρία, ῥαφὴ, σύμφυσις, γόμφωσις, κατὰ ῥαφὴν μὲν οὖν σύγκεινται τὰ ἐκ τῆς κεφαλῆς ὀστᾶ. ῥαφαὶ δὲ εὑρίσκονται ἐπὶ τῶν πλείστων πέντε. στεφανιαία ἡ διὰ τοῦ βρέγματος. ὀβολιαία ἡ διὰ τῆς κορυφῆς. λαμβδοειδὴς, ἡ διὰ ἰνίου κροτάφιαι δύο καθ᾿ ἑκάτερον κρόταφον μία. ὀστᾶ δὲ κρανίου ἑπτά· ἰνίου ἕν· κορυφῆς δύο· κροτάφων δύο· μετώπου ἕν. πολυμόρφου ἕν· ἐκφύσεις δὲ ἔχει ὁ ἐγκέφαλος δύο, ἑκατέρωθεν τῆς παρεγκεφαλίδος, αἳ καλοῦνται κορῶναι. ἐναρμόζονται δὲ εἰς τὰς τοῦ πρώτου σπονδύλου κοιλότητας, ἐν ᾧ καθάπερ ἐπὶ κνώδακος τῆς τοῦ δευτέρου σπονδύλου ἀποφύσεως, ἡ κεφαλὴ εἴς τε τὰ πλάγια ἐπιστρέφεται, ἀνανεύει τε καὶ ἐπινεύει. μετὰ δὲ ταῦτα, αἱ ὀστοειδεῖς ἀποφύσεις καλούμεναι δύο μικρὸν διεστῶσαι, δι᾿ ὧν τένοντες καὶ νεῦρα καταφέρονται· εἶτα ἄλλα δύο ἐπάνω τῶν ἀκουστικῶν πόρων, τὰ ζυγοειδῆ καλούμενα ὀστᾶ· ὑπὸ δὲ ταῦτα λιθοειδῆ ὀστᾶ δύο καὶ ταῦτα. ἔμπροσθεν δὲ αἱ βελονοειδεῖς ἐκφύσεις. ἐγένοντο δὲ εἰς διάστασιν τοῦ φαρυγγέτρου. καὶ λέγεται ὑοειδὲς ὀστοῦν, καθ᾿ ὃ χόνδρῳ συνδεῖται αὐτῶν τὰ ἄκρα. ἐπάνω δὲ τούτων τὰ ἀνώνυμα, ὦν κατὰ τὸ ἔμπροσθεν μέρος κεῖται τὸ πολύμορφον. κατὰ δὲ σύμφυσιν τὰ τῆς ἄνω γνάθου ὀστᾶ σύγκειται. συμφύσεις δὲ ἔχει τὸ πρόσωπον ἐννέα, μίαν μὲν κατ᾿ εὐρυχωρίαν ἑκατέραν τῶν ὀφθαλμῶν τεταγμένην· δύο δὲ ἐκ πλαγίων τῆς ῥινός καὶ ἄλλην μέσην τὴν ῥῖνα ἐπ᾿ εὐθείας τέμνουσαν. δύο δὲ κατὰ μῆλα καὶ δύο κατὰ τῆς ὑπερώας πλαγίας. μίαν δὲ ἐπ᾿ εὐθείας διαιροῦσαν καὶ τέμνουσαν τὴν ὑπερώαν. κοιναὶ δὲ προσώπου καὶ κεφαλῆς αἱ ἐπὶ τῶν ζυγωμάτων. ὀστᾶ δὲ προσώπου δώδεκα, ῥινὸς δύο. ὀφθαλμῶν δύο. μήλων δύο, ὑπερώας τέσσαρα. τὰ τῶν φατνίων δύο, τὰ τοῖς πτερυγίοις ὅμοια. ἡ δὲ κάτω γνάθος κατ᾿ ἐνίους μὲν δύο ἐστὶν ὀστᾶ συμπεφυκότα κατὰ τὸ γένειον· κατ᾿ ἐνίους δὲ ἕν. κατὰ γόμφωσιν δὲ σύγκεινται οἱ ὀδόντες, ἐγγεγόμφωνται γὰρ τοῖς φατνίοις. εἰσὶ δὲ τὸν ἀριθμὸν λβ΄. ἔν τε τῇ ἄνω καὶ κάτω γνάθῳ. τομεῖς ὀκτώ. κυνόδοντες τέσσαρες, μυλίται εἴκοσι. τῶν δὲ ἄλλων ὀστῶν αἱ μὲν κλεῖδες πρὸς μὲν τὸ ἀκρώμιον συμφυεῖς δέδενται, πρὸς δὲ τὸ στέρνον μίγμα ἄρθρου καὶ συμφύσεως δοκοῦσιν ποιεῖσθαι. ἐοίκασι δὲ τῷ σχήματι τῷ ῥωμαϊκῷ σίγμα (S), καὶ αὐτῷ ἡπλωμένῳ. ἑξῆς δὲ πλευραί. δώδεκα γὰρ αἱ πᾶσαι καθ᾿ ἑκάτερον πλευρόν. ἑπτὰ δὲ αὐτῶν πρός τε τοὺς τῆς ῥάχεως σπονδύλους καὶ πρὸς τὸ στέρνον συνάπτουσιν ἑκατέρωθεν. αἱ δὲ λοιπαὶ πέντε τῇ μὲν ῥάχει συμβάλλουσιν ἐκ τῶν ὄπισθεν, κατὰ δὲ τὰ ἔμπροσθεν εἰς ἀλλήλας ἀνανεύουσαι, χόνδρῳ συνδέονται. οἱ δὲ σπόνδυλοι εἰκοσιτέσσαρες μὲν οἱ πάντες. διαιροῦνται δὲ τραχήλου μὲν ἑπτά· νώτου δώδεκα· ὀσφύος δὲ πέντε. ἐπὶ πᾶσι δὲ τὸ ἱερὸν ὀστοῦν, δοκοῦν ἐκ σπονδύλων συγκεῖσθαι συμπεφυκότων ἀλλήλοις. τὸ δὲ στέρνον ὁμοίως καὶ αὐτὸ δοκεῖ ἐκ τῶν ἑπτὰ ὀστῶν συγκεῖσθαι, συμπεφυκότων ἀλλήλοις ἐν τῷ ξιφοειδεῖ σχήματι. βραχίων δὲ ἑκάτερος κατὰ ἄρθρον διήρμοσται τῷ τοῦ ὤμου. ἐμβάλλει δὲ τῇ ἑαυτοῦ κεφαλῇ πλαγίως εἰς τὴν κοιλότητα τῆς ὠμοπλάτης. ἐπίκεινται δὲ αἱ ὠμοπλάται μυσὶν τοῖς ὑπεστρωμένοις ταῖς πλευραῖς ἐκ τῶν ὄπισθεν. πῆχυς δὲ καὶ κερκὶς παράκεινται μὲν ἀλλήλοις κατὰ σύμφυσιν, συμβάλλουσιν δὲ καὶ τοῦ βραχίονος τῇ ἑτέρᾳ κεφαλῇ κατ᾿ ἄρθρον. τρισὶ μὲν γὰρ ἑαυτοῦ κονδύλοις εἰς τὴν σιγματοειδῆ τοῦ πήχεος ἀναγλυφὴν ἐναρμόζεται ὁ βραχίων. τῷ δὲ τετάρτῳ κονδύλῳ ὡς περὶ κνώδακα ἡ κερκὶς περιστρέφεται. καρποῦ δὲ τὰ ὀστᾶ τρία μὲν ὄντα πρὸς μὲν ἄλληλα συμφύσει δέδενται· πρὸς δὲ πῆχυν καὶ κερκίδα κατ᾿ ἄρθρον διήρμοσται. τὰ δὲ τοῦ μετακαρπίου πέντε ἐστὶν· ἄρθρον δὲ καὶ αὐτὰ ποιεῖ πρὸς τὰ τοῦ καρποῦ, πρὸς ταῦτα γὰρ συμπέφυκε. τὰ δὲ τοῦ καρποῦ πρὸς μὲν αὐτὰ καὶ πρὸς τὰ τοῦ μετακαρπίου συμφύσει συνέχεται, πρὸς δὲ τὰς πρώτας τῶν δακτύλων σκυταλίδας κατ᾿ ἄρθρον συμβάλλονται. δακτύλων δὲ σκυταλίδες μὲν καθ᾿ ἕκαστον τρεῖς, κατ᾿ ἄρθρον δὲ ἡ σύνθεσις αὐτῶν. μηροῦ δὲ  ἓν μὲν ὀστοῦν. συμβάλλει δὲ ἐπικεκαμμένῃ μετρίως τῇ κεφαλῇ αὐτοῦ εἰς βαθεῖαν κοτύλην τοῦ ἰσχίου καὶ νεύρῳ ἀπήρτηται ἐκφυομένῳ ἐκ μέσης τῆς κοτύλης καὶ ἐμφυομένῳ εἰς μέσην τὴν κεφαλὴν τοῦ μηροῦ. τὰ δὲ ἰσχία δύο ὄντα ὀστᾶ, ἐκ μὲν τῶν ὄπισθεν κατὰ σύμφυσιν παράκεινται τῷ ἱερῷ ὀστῷ· ἐκ δὲ τῶν ἔμπροσθεν ἀλλήλοις, ἔνθα καὶ ἥβης ὀστᾶ καλεῖται. κνήμης δὲ ἑκατέρας, δύο μὲν τὰ ὀστᾶ, τότε τῆς κνήμης καὶ τὸ τῆς περόνης. οὐκ ἐξικνεῖται δὲ ἡ περόνη πρὸς τὸ κατὰ γόνυ ἄρθρον, ἀλλὰ μόνον τὸ τῆς κνήμης ἄκρον, τέσσαρας ἔχον ἐν αὐτῷ ἐπιπολαίους τύπους, εἰς οὓς ὑποδέχεται τοὺς τοῦ μηροῦ κονδύλους δύο ὄντας. ἐπίκειται δὲ αὐτοῖς ἡ ἐπιγονατὶς, ἐκ τῶν ἔμπροσθεν ὀστάριον στρογγύλον, ὑπόπλατυ οἷον ἀσπιδίσκιον συνέχον αὐτῶν τὴν συμβολὴν, διὰ τὸ ἐπιπολαίως συνηρθρῶσθαι. τῆς δὲ περόνης τὸ μὲν ἄνω ἄκρον συμπέφυκε κατὰ τοῦ ἀντικνημίου ὑπὸ τὴν ἐπίφυσιν, κατὰ δὲ τὰ σφυρὰ ἐπὶ πέρατα τοῦ ἀντικνημίου καὶ τῆς περόνης, πρὸς μὲν ἄλληλα συνδεῖται νευροχονδρώδει δεσμῷ. ἐπιβέβηκε δὲ τῷ ἀστραγάλῳ, ἐντὸς αὐτοῦ συνέχον τὰ ὀστᾶ. ὁ δὲ ἀστράγαλος κατὰ μῆκος τοῦ ποδὸς κείμενος τῇ μὲν περόνῃ ἐπιβέβηκε καὶ συνήρμοσται ἀκινήτως. τοῖς δὲ τῆς κνήμης ὀστοῖς καὶ τῷ σκαφοειδεῖ κατὰ τὰ ἐμπρόσθια αὐτοῦ μέρη συμβάλλει κατὰ ἄρθρον. τὸ δὲ σκαφοειδὲς καθὰ μὲν συμβάλλει τῷ ἀστραγάλῳ κεκοίλωται, ὡς σκαφοειδὲς δοκεῖν εἶναι. ἐκ δὲ τοῦ ἀντικειμένου κυρτὸν ὂν ἔχει τρίβους τρεῖς, αἷς δέχεται τὰ χαλκοειδῆ ὀστᾶ τρία ὄντα· τὸ δὲ κυβοειδὲς ἔξωθεν μὲν τὴν θέσιν ἔχει· συνήρθρωται δὲ πρὸς τὸ σκαφοειδὲς καὶ τὴν πτέρναν. ἔχει δὲ καὶ ἔκφυσιν ἐκ τῶν κάτω εἰς τὸ ἔμπροσθεν, ὑφ᾿ ἣν ὑπελήλυθε τοῦ ταρσοῦ τὸ ὀστοῦν, πρὸς τὸ ἀνέχειν αὐτό. εἶτα τὸ καλούμενον πεδίον ἐκ πέντε καὶ αὐτὸ συγκείμενον ὀστῶν· εἶτα ἐφεξῆς εἰσιν οἱ πέντε δάκτυλοι τοῦ ποδὸς, ἐκ τριῶν ἅπαντες φαλάγγων, ὁμοίως τοῖς κατὰ τὰς χεῖρας συγκείμενοι πλὴν τοῦ μεγάλου, μόνος γὰρ αὐτὸς ἐκ δύο ἐγένετο. συνάγουσι δὲ τὰς μὲν τούτων διαρθρώσεις ὑμενώδεις τινὲς σύνδεσμοι, τὰς δὲ κατὰ τὸν ἀστράγαλόν τε καὶ τὴν πτέρναν ἰσχυροί τε πάνυ καί τινες ἐξ αὐτῶν στρογγύλοι τε ἅμα καὶ νευροχονδρώδεις. [Περὶ χυμῶν τε καὶ δυνάμεων καὶ νόσων καὶ διαφορῶν αὐτῶν καὶ αἰτιῶν καὶ θεραπειῶν.] Οἱ δὲ ἐν τῷ σώματι χυμοὶ ἐκ πρώτης γενέσεως τέσσαρες ὄντες συμμιγεῖς μέν εἰσιν ἀλλήλοις καὶ ἀνακεκραμένοι τῷ σώματι. πλεονάζει δὲ ἄλλος ἐν ἄλλῳ μᾶλλον τόπῳ, τὸ μὲν αἷμα ἐν καρδίᾳ, τὸ δὲ φλέγμα ἐν τῇ κεφαλῇ· ἡ ξανθὴ δὲ χολὴ ἐν ἥπατι· καὶ ἡ μέλαινα ἐν σπληνὶ. τοῦ δὲ ἐμφύτου πνεύματος διττὸν εἶδος. τὸ μὲν φυσικὸν, τὸ δὲ ψυχικόν. εἰσὶ δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν. ἑκτικὸν μὲν οὖν ἐστι πνεῦμα, τὸ συνέχον τοὺς λίθους. φυσικὸν δὲ τὸ τρέφον τὰ ζῶα καὶ τὰ φυτά. ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων αἰσθητικά τε ποιοῦν τὰ ζῶα καὶ κινούμενα πᾶσαν κίνησιν. ἵδρυται δὲ ἐν τοῖς ζώοις· ἐκ γὰρ τῶν τριῶν συνέστηκε τὰ ζῶα. τὸ μὲν οὖν ψυχικὸν ἐν τῇ κεφαλῇ κατῴκισται. τὸ δὲ φυσικὸν ἐν καρδίᾳ. τὸ δὲ ἑκτικὸν ἐν παντὶ τῷ σώματι. φυσικαὶ μὲν οὖν εἰσιν ἐνέργειαι, ἀπὸ πρώτης γενέσεως κύησις καὶ διάπλασις, ἐπὶ δὲ τῶν ἀποτεχθέντων ὄρεξις καὶ κατάποσις, ἡ ἐν τῷ στομάχῳ πέψις, ἀνάδοσις, ἐξαιμάτωσις, διάκρισις, θρέψις, αὔξησις. διακρίνεται δὲ ἐν τῷ σώματι σκύβαλον, φλέγμα, χολαὶ, οὖρον, ἱδρῶτες, μύξαι, σίαλον, γάλα. ψυχικαὶ δὲ δυνάμεις, αἴσθησίς τε καὶ προαίρεσις. αἰσθήσεις μὲν οὖν εἰσι πέντε, ἃς τὰ ζῶα παρέχει διὰ τῶν τοῦ σώματος ὀργάνων, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις καὶ ἁφή. προαιρεῖται δὲ ἡ ψυχὴ, τὰ μὲν ἄνευ τοῦ σώματος λογιζομένη, ἢ ἐνθυμουμένη· μετὰ δὲ τοῦ σώματος προαιρεῖται, κινοῦσα αὐτὸ πρὸς ὑποδοχήν τινων, ἢ ἔκκρισιν, ἢ τὴν κατὰ τόπους κίνησιν· ἡ δὲ ἀναπνοὴ σύνθετός τις ἐνέργεια δοκεῖ εἶναι, πὴ μὲν κατὰ προαίρεσιν, πὴ δὲ ἀπροαιρέτως καὶ φυσικῶς γενομένη, ὡς ἐν τοῖς ὕπνοις. ὑγιαίνει τοίνυν ὁ ἄνθρωπος, τῶν μὲν πρώτων ἐξ ὧν συνέστηκε τῶν στοιχείων καὶ τῶν δευτέρων ἐξ ὧν διεπλάσθη τῶν τεσσάρων χυμῶν, ποσότητός τε συμμέτρως ἐχόντων πρὸς ἄλληλα καὶ ταῖς ποιότησιν εὐαρμόστως· τῶν δὲ στερεῶν σωμάτων, ἐξ ὧν σύγκειται, μήτε διαιρουμένων, μήτε καταπυκνουμένων, μήτε ἐξισταμένων ἐκ τῆς αὐτῶν χώρας. τῶν δὲ πνευμάτων μήτε ἐπιτεινομένων ἄγαν, ὡς ἐπὶ τῶν φρενιτικῶν, μήτε ἐκλυομένων, ὡς ἐπὶ τῶν ληθαργικῶν, ἢ ἐπὶ τῶν ἐν καρδιακῇ διαθέσει ὄντων· τούτοις γὰρ τὸ ἑκτικὸν πνεῦμα ἔοικεν ἐκλύεσθαι. ἐν ὑγείᾳ δὲ συντηρητέον τὸν ἄνθρωπον, τοῖς τε συνήθεσι γυμνασίοις χρώμενον καὶ τροφαῖς ταῖς κατὰ χώραν ἐν ἑκάστῃ ὥρᾳ τετηρημέναις, τὸ πλῆθος αὐτῶν μόνον φυλαττόμενον, ἐξ οὗ ἀπεψίαι γίνονται, ἀφ᾿ ὧν αἱ νόσοι συνίστανται. προφυλακτέον δὲ τὰς νόσους μελλούσας γίνεσθαι ἢ ἔσεσθαι. εἰ μὲν ἐκ πλήθους, ἀποσιτίαν παραλαμβάνειν, ἢ κάθαρσιν, ἢ φλεβοτομίαν· εἰ δὲ ἀπὸ καμάτου καὶ ἐνδείας, ἀναπαῦσαι καὶ ὑποθρέψαι σύμφορον. αἱ δὲ νόσοι γίνονται πᾶσαι καθ᾿ Ἱπποκράτην αἱ μὲν ἔξωθεν ἐκ τοῦ περιέχοντος, αἱ δὲ ἔσωθεν ἐκ τῶν διαιτημάτων, ἃ προσφερόμεθα, ὑφ᾿ ὧν ἢ πλεονάζει τις τῶν τεσσάρων χυμῶν, ἢ ἐλλείπει, ἢ κατὰ ποιότητα μεταβάλλει. ὑπὸ δὲ τούτων καὶ τὰ ἔμφυτα πνεύματα ἃ μὲν ἐπιτείνεται ἄγαν, ἃ δὲ χαλᾶται εἰς ὑπερβολήν. τὰ δὲ στερεὰ σώματα καὶ ἔνδοθεν καὶ ἔξωθεν πολλὰς αἰτίας ἔχει τοῦ ὑπομένειν πλείονα πάθη. κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην, ὡς ἐπίπαν μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθ᾿ ὃν μὲν ἡ παρέμπτωσις  εἰς τὰς ἀρτηρίας τοῦ αἵματος· καθ᾿ ὃν δὲ ἡ ἔκτασις τῶν ὄγκων ἐν τοῖς ἀραιώμασιν. σημεῖα δὲ πλήθους νοσοποιοῦντος, κύρτωσις ἀγγείων καὶ ἔρευθος ἐπὶ τὸ πρόσωπον καὶ ὄγκος ὅλου τοῦ σώματος καὶ τῶν σφυγμῶν τὸ μέγεθος μετὰ εὐτονίας. ἐνδείας δὲ οὔσης σύμπτωσις τοῦ ὄγκου καὶ ἰσχνότης περὶ τὸ πρόσωπον καὶ μικροσφυξία μετ᾿ ἀτονίας. τὸν μὲν οὖν πυρετὸν οἱ παλαιοὶ πάθος, αὐτὸν καθ᾿ αὑτὸν ἡγοῦνται. Ἐρασίστρατος δὲ καὶ τῶν νεωτέρων τινὲς ἐπιγένημα. πυρετὸς δέ ἐστι τροπὴ ἐμφύτου θερμοῦ ἐπὶ τὸ καυσωδέστερον, διὰ τὸ ἔνδον ἀποστρέφεσθαι καὶ ἐμποδίζεσθαι διαπνεῖν. σημειούμεθα δὲ τοὺς πυρέττοντας ἐκ τῆς θερμῆς τῆς ἐπιτεταμένης καὶ ἀπροΐτου οὔσης καὶ τῶν σφυγμῶν ἐν ἀρχῇ μὲν εἰσβολῆς ἀμυδρᾶς καὶ ἀνωμάλου κινήσεως μετὰ πυκνότητος, ἐν ἀκμῇ δὲ σφοδροτάτης μετὰ ἐπάρσεως καὶ τάχους ὑπερβάλλοντος. κατὰ δὲ τοὺς νεωτέρους ἡ ἐκ βάθους ἀναφερομένη θερμασία πλείων τῆς κατὰ φύσιν, δακνώδης καὶ δριμεῖα καὶ ἐπίμονος, μετὰ τῆς τῶν σφυγμῶν πυκνότητός τε καὶ σκληρότητος οὖσα, τὸν πυρετὸν ἀφορίζει. εἴδη δὲ πυρετῶν κατὰ πάντας δύο, ὅ τε συνδεχὴς καὶ διαλείπων. συνεχὴς μὲν οὖν ἐστιν ὁ εἰς ἀπυρεξίαν, πρὶν τελέως λυθῆναι τὸ νόσημα, μὴ παυόμενος. πάλιν δὲ τοῦ διαλείποντος εἴδη εἰσὶν ἓξ κατὰ τοὺς ἀρχαίους, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος, πεμπταῖος, ἑβδομαῖος, ἐναταῖος. ἀμφημερινὸς μὲν οὖν ἐστιν ὁ καθ᾿ ἑκάστην ἢ νύκτα, ἢ ἡμέραν ἐπισημαίνων, ἢ ἀνϊέμενος. τριταῖος δὲ ὁ παρὰ μίαν. τεταρταῖος δὲ ὁ παρὰ δύο. πεμπταῖος δὲ ὁ παρὰ τρεῖς. ἑβδομαῖος ὁ παρὰ πέντε. ἐναταῖος ὁ παρὰ ἑπτά. ὁ ἡμιτριταῖος γὰρ ὅτε μὲν ἐν συνεχείᾳ ἐπιφαίνεται, ὅτε δὲ ἐν τοῖς διαλείπουσι τάττεται. τῶν δὲ ἄλλων νοσημάτων εἴδη δύο, εἴτε σὺν πυρετοῖς εἴη εἴτε ἄνευ πυρετοῦ. τὰ μὲν γάρ ἐστιν ὀξέα, τὰ δὲ χρόνια. ὀξέα μὲν οὖν ἐστι τάδε, φρενῖτις, καῦσος, συνάγχη, πλευρῖτις, περιπνευμονία, καρδιακὴ διάθεσις, ἴκτερος, χολέρα, εἰλεὸς, κωλικὴ διάθεσις, ἀποπληξία, τέτανος, ὀπισθότονος ἐμπροσθότονος. τὰ μὲν οὖν ὀξέα ὡς ἐπίπαν ὑπό τε αἵματος καὶ χολῆς ξανθῆς συνίσταται, πλεοναζόντων ἔν τισι μέρεσι τοῦ σώματος, ἐν οἷς νοσοποιοῦσιν ἐκτρεπομένων ἐπὶ τὸ κάκιον, τὰ δὲ χρόνια ὑπὸ φλέγματος καὶ μελαίνης χολῆς ὁμοίως, ἢ πληθυνόντων πολὺ παρὰ τὸ κατὰ φύσιν, ἢ μεταβαλλόντων ἐπὶ τὸ δριμύτατον. θεραπευτέον δὲ τοὺς ἐκ πλήθους νοσοῦντας, κατὰ μὲν δίαιταν ἀφαιροῦντά τε τὸν ἐκ πλήθους νοσοῦντα, ἢ δι᾿ ἀσιτίας, ἢ διὰ καθάρσεως, ἢ διὰ φλεβοτομίας. προστιθέντα δὲ καὶ προσφέροντα τοῖς ἐξ ἐνδείας εἰς τὴν νόσον ἐμπεσοῦσιν, οἷς δὲ ἀπεψία καὶ δριμύτης ὑγρῶν αἰτία ἐστὶ, συμπέττειν δεῖ ταῖς ἐπιβροχαῖς καὶ τοῖς καταπλάσμασι, κατακεραννύναι δὲ τὰ δριμέα καὶ εὐχύλοις καὶ ὑγραινούσαις τροφαῖς χρῆσθαι. οἱ δὲ καιροὶ τῶν βοηθημάτων ἔν τε ὅλῳ τῷ νοσήματι καὶ ταῖς μερικαῖς ἐπισημασίαις εἰσὶ τέσσαρες, ἀρχὴ, ἀνάβασις, ἀκμὴ, παρακμή. ἐν ἀρχῇ μὲν ὅλου τοῦ νοσήματος ἀποσιτία ἁρμόζει μέχρι τῆς διὰ τρίτης. ἐφ᾿ ὧν δὲ καὶ ἀρχὴ παντὸς μέχρι τῆς διὰ τρίτης. φλεβοτομίαν δὲ ἐν ἀρχῇ μὲν κρίνουσιν οἱ νεώτεροι, μέχρι τῆς διὰ τρίτης, οἱ δὲ παλαιοὶ καὶ μετὰ τὴν τρίτην παραλαμβάνουσιν, ἐὰν τὰ τῆς δυνάμεως ὑφεστήκῃ καὶ τὸ νόσημα ἀπαιτῇ. τροφῆς δὲ καιρὸς μετὰ τὴν διάτριτον κατὰ τοὺς νεωτέρους, κατὰ δὲ τοὺς παλαιοὺς οὐκ ἐπὶ πάντων, ἀλλ᾿ ἐπὶ τῶν ἐκ πλήθους νοσούντων καὶ ἐπὶ νέων καὶ ἐπὶ πρεσβυτέρων. ἐπὶ δὲ παιδίων ἀπ᾿ ἀρχῆς τρέφουσιν καὶ ἐφ᾿ ὦν ἔθος τοιοῦτον, ἢ διὰ χώραν, ἢ διὰ τὸ περιέχον. πρὸ δὲ τῆς τροφῆς τῶν μετὰ τὴν πρώτην διάτριτον ἐπιβροχαῖς χρηστέον τῆς κεφαλῆς καὶ τῶν μέσων. ταῖς δὲ ἑξῆς καταπλάσμασι καὶ κλύσμασι. τὰς δὲ οὖν ἐμβροχὰς ἀεὶ καὶ τὰς ἐπὶ τῶν μέσων θερμὰς παραληπτέον καὶ ἁπλᾶς ἑψοῦντας κύμινον ἢ ξυλάνηθον, τὰς δὲ ἐπὶ κεφαλὴν θερμὰς μὲν ἐπὶ ληθάργου καὶ πάσης καταφορᾶς, ἐμψυχούσας δὲ ἐπὶ φρενιτίδων καὶ ἐπὶ παντὸς πυρετοῦ ὀξέος· τῶν δὲ καταπλασμάτων τὰ μὲν διὰ μόνου μέλιτος καὶ ἐλαίου κατασκευάζεται καὶ καλεῖται μαλακτικὰ, τὰ δὲ δι᾿ ὑδρελαίου, ἅπερ ὀνομάζουσιν ὠμὴν λύσιν, τὰ δὲ ἐμπασσόμενα τούτοις, οἶά ἐστι γύρις καὶ λινόσπερμον καὶ τῆλις. οἱ δὲ κλυσμοὶ δι᾿ ὑδρελαίου καὶ μέλιτος καὶ ἁλῶν καὶ νίτρου βραχέος. καιρὸς δὲ τούτων ὁ πρὸ τῆς τροφῆς ἐν ἀνέσει τῶν ἐπισημασιῶν καὶ παρακμῇ. ἐπὶ δὲ τῶν συνεχῶν ὁ ὄρθρος. φρενῖτις μὲν οὖν ἐστιν ἔκστασις διανοίας μετὰ παρακοπῆς σφοδρᾶς καὶ χειρῶν ἀλόγου περιφορᾶς καὶ κροκυδισμοῦ καὶ καρφολογίας καὶ πυρετοῦ ὀξέος. γίνεται δὲ ἐξ αἰτίας ὡς ἐπὶ πολὺ χολῆς. συνίσταται δὲ περὶ ἐγκέφαλον, ἢ μήνιγγας, ἢ ὥς τινες λέγουσι περὶ φρένας, ὃ διάφραγμα καλεῖται. θεραπεία δὲ ἁρμόδιος ἥδε. εἰ μὲν προγνοίη τις ἐν ἀρχῇ διὰ φλεβοτομίας καὶ σικύας, ἀφαίρεσις δὲ καὶ κλυσμὸς καὶ ἀποσιτία ἁρμόδιος. ἐνστάντος δὲ τοῦ πάθους ἐπιβροχαὶ καρωτικαὶ τε καὶ ὑπνωτικὰ ἐπιχρίσματα καὶ τροφαὶ ὑγραίνουσαι. ὁ δὲ καῦσος εἶδος μέν ἐστι πυρετοῦ, τέτακται δὲ ὑπὸ μὲν Ἱπποκράτους ἐν τοῖς ὀξέσιν, ὡς τεταρταῖος ἐν τοῖς χρονίοις, ὑπὸ δὲ τῶν νεωτέρων οὐκ ἔτι. συνίσταται δὲ ἐκ χολῆς, οὐκ ἄγαν ξηρᾶς περὶ τὰ φλεβία, τὰ κατὰ τὸ ἧπαρ. θεραπεύεται δὲ φλεβοτομίᾳ ἐν ἀρχῇ καὶ ψυχροῦ δόσει ἐν ἀκμῇ, ἢ πόμασιν ἐμψύχουσιν, ἢ ἐπιθέσεσιν, οἷόν ἐστι τὸ δι᾿ ὑδρελαίου ζεστοῦ. κυνάγχη δὲ καὶ συνάγκη φλεγμοναί εἰσι περὶ τὸν τράχηλον, ἡ μὲν περὶ τὸ ἐντὸς αὐτοῦ ὀξέως πνίγουσα, ἡ κυνάγκη· ἡ δὲ συνάγκη εἰς τὰ ἐκτὸς μᾶλλον νεύουσα καὶ διὰ τοῦτο ἦττον πνίγουσα καὶ ἦττον κινδυνώδης ἐστί. γίνεται δὲ ἑκάτερον πάθος ἢ ὑπὸ  χολῆς, ἢ ὑπὸ φλέγματος ἁλμυροῦ. συνίσταται δὲ ὁτὲ μὲν σὺν πυρετῷ ὀξεῖ, ὁτὲ δὲ χωρὶς πυρετοῦ. θεραπεία δὲ ἡ μὲν γενναιοτάτη καὶ ὀξυτάτη εὐθὺς ἐν ἀρχῇ διὰ φλεβοτομίας, μετὰ δὲ ταῦτα διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων κηρωτῶν. Ἀσκληπιάδης δὲ ἐπὶ τῶν ἄκρως πνιγομένων καὶ λαρυγγοτομεῖ. πλευρῖτις δέ ἐστι φλεγμονὴ περὶ τὸ πλευρὸν ἐκ τῶν ἔνδον, μετὰ πυρετοῦ ὀξέος καὶ ἀλγημάτων σφοδρῶν καὶ βηχός. γίνεται δὲ ὑπὸ χολῆς μάλιστα. θεραπεία δὲ ἐν ἀρχῇ μὲν φλεβοτομία, εἶτα ἡ διὰ τῶν καταπλασμάτων καὶ ξηρῶν πυριῶν, οἷον κέγχρων καὶ ἁλῶν· τρίτη ἡ διὰ τῶν ἀνακαθαιρόντων ἔνδοθεν φαρμάκων πλευριτικῶν ἐπιγραφομένων. φυλάττεσθαι δὲ ἐπὶ τούτων τὰς τῆς κοιλίας ῥύσεις. ἡ δὲ περιπνευμονία τοῖς μὲν δοκεῖ φλεγμονὴ βαρεῖα εἶναι περὶ πνεύμονα καὶ τῷ βάρει τοῦτο διαδείκνυται. τοῖς δὲ οὐ δοκεῖ ὁ πνεύμων δύνασθαι φλεγμαίνειν, τὰ πλησίον δὲ αὐτοῦ φασὶν ἐν τοιαύτῃ διαθέσει γινόμενα οὕτως ὀνομάζεσθαι αὐτὴν ποιεῖ. συνίσταται δὲ τὸ πάθος τοῦτο μετὰ πυρετοῦ ὀξέος καὶ ὑπὸ τῶν αὐτῶν αἰτίων ὧν ἡ πλευρῖτις· κατὰ δέ τινας ὑπὸ φλέγματος. θεραπεία δὲ τὰ πολλὰ ὁμοία τῇ πλευρίτιδι. ἡ δὲ καρδιακὴ διάθεσις οὐκ ἀπὸ τοῦ περὶ καρδίαν εἶναι τὸ πάθος οὕτως ὠνομάσθη, ἀλλ᾿ ἐπεὶ καρδίαν οἱ παλαιοὶ τὸν στόμαχον ἐκάλουν. τούτου δὲ ἀναλυομένου ἐν πυρετῷ ὀξεῖ συμβαίνει τοὺς κάμνοντας διαφορεῖσθαι. γίνεται δὲ τὸ πάθος ὡς ἐπὶ τὸ πολὺ μὲν ἐκ τῶν ἀμέτρων ἀποσιτιῶν, ἢ ἐκ φλεβοτομίας ἀκαίρου, ἤ τινος ἀφαιρέσεως ἀλόγου παραληφθείσης. διὸ τροφῆς δέονται τῆς εὐαναδότου καὶ ἀναθερμαινούσης, ὥσπερ δι᾿ οἴνου καὶ χιόνος καὶ τῶν στερεῶν ὅσα τροφιμώτερα καὶ τὸν στόμαχον τονοῦν δυνάμενα. ἔστι δὲ ὅτε καὶ φλεγμαινόντων τῶν ἔνδον, μάλιστα δὲ τοῦ ἥπατος, τοῦτο γίνεται, ὅτε τοὐναντίον, ἀφαιρέσεως δεῖται καὶ καταπλάσεως τῆς ἐπὶ τῶν φλεγμαινόντων. ἴκτερος δέ ἐστιν ἀνάχυσις χολῆς εἰς τὴν ἐπιφάνειαν, ὁτὲ μὲν σὺν πυρετῷ ὀξεῖ, ὁτὲ δὲ καὶ ἄνευ πυρετοῦ, μετὰ ἐγκαύσεως τῶν ἔνδον καὶ κακοστομαχίας. δεῖται δὲ, εἰ μὲν τὰ μέσα φλεγμαίνει, καταπλασμάτων πρῶτον καὶ εἰ πλῆθος ὑποκέοιτο φλεβοτομίας, εἰ δὲ μὴ, τῶν τὴν χολὴν κενούντων ἢ διὰ κοιλίας καὶ ἐντέρων, ἢ δι᾿ οὔρων, ἢ διὰ ῥινῶν, ἢ δι᾿ ἱδρώτων. ἡ δὲ χολέρα διττή ἐστι καθ᾿ Ἱπποκράτην, ἡ μὲν ὑγρὰ, ἣν καὶ πολλοὶ ἴσασι μετ᾿ ἐκκρίσεως σφοδρᾶς καὶ χολώδους καὶ κάτωθέν τε καὶ ἄνωθεν καὶ στροφῶν χαλεπῶν μετὰ τῶν ἐπιγινομένων σπασμῶν καὶ συνολκῶν κατὰ τὰς γαστροκνημίας μάλιστα· ἐπιμέλεια δὲ ἐπιβροχῶν μὲν θερμῶν κατὰ τῶν συνελκομένων· καὶ λουτροῦ μετὰ τὴν ἀποκάθαρσιν καὶ τροφῆς εὐδιοικήτου τε καὶ εὐανοδότου καὶ εὐστομάχου. τὸ δὲ ἕτερον εἶδος ξηρὰν χολέραν καλεῖ ὁ Ἱπποκράτης, ὑπὸ μὲν τοῦ αὐτῷ αἰτίου γινομένην καὶ περὶ τὰ αὐτὰ συνισταμένην, ἄνευ μέντοι ῥύσεως κοιλίας καὶ ἐμέτων. διὸ καὶ δεῖται προανέσεως τε καὶ διὰ καταπλασμάτων καὶ οὐ προσφορᾶς, ἀλλὰ τοὐναντίον ἐνδείας. εἰλεὸς δὲ καὶ κωλικὴ διάθεσις φλεγμοναί εἰσιν ἐντέρων, ἡ μὲν τοῦ λεπτοῦ, ἡ δὲ τοῦ κώλου. διὸ καὶ ἀποκλείεται τά τε διαχωρήματα καὶ αἱ φῦσαι ἐνειλούμεναι τοῖς ἐντέροις, τῷ μὴ ἔχειν τὴν ἔξοδον, ἀλγήματα σφοδρὰ παρέχουσι καὶ στρόφους. ὀξύτερον δὲ καὶ τῇ διαθέσει καὶ τοῖς συμπτώμασιν ὁ εἰλεὸς καὶ κινδυνωδέστερος. ἔμετοί τε γίνονται τῶν εἰλεωδῶν, τοῖς ἐσχάτως ἔχουσιν ἑκάτερον τὸ πάθος. ἐν ἀρχῇ μὲν ·φλεβοτομίᾳ ὁ εἰλεὸς μάλιστα ἰᾶται, τὰ πολλὰ δὲ ἀσιτίαις καὶ καταπλάσμασι τοῖς ἀνιεῖσι καὶ λύουσι τὰς φλεγμονάς. ἐνεργέστερον δὲ βοηθεῖ τὰ ἔνδοθεν ἐνιέμενα κωλικὰ φάρμακα. τῶν τε γὰρ ἀλγημάτων ῥύεται καὶ ὕπνον ἐπάγει καὶ τὴν διαχώρησιν κινεῖ. ἀποπληξία δὲ γίνεται μὲν διὰ πλῆθος ὑγρῶν παχέων, ἐμφραττόντων τὰ ἀπὸ τῆς κεφαλῆς ἀγγεῖα, τὰ διαδιδόντα εἰς πᾶν τὸ σῶμα τὴν αἴσθησιν καὶ τὴν κίνησιν, διὸ καὶ ἀναίσθητοι καὶ ἄφωνοι καὶ ἀκίνητοι γίνονται ἀπόπληκτοι. λέγει δὲ Ἱπποκράτης περὶ τοῦδε τοῦ πάθους. ἀποπληξίην ἰσχυρὴν μὲν λύειν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον. φλεβοτομεῖν δὲ εὐθὺς τοὺς κεκρατημένους, ἐὰν καὶ τὰ τῆς ἡλικίας συνᾴδῃ καὶ ἡ δύναμις ὑπακούῃ. τέτανος δὲ καὶ ὀπισθότονος καὶ ἐμπροσθότονος περὶ τὰ νεῦρα πάθη. εἶδος δέ ἐστιν ἑκάτερον σπασμοῦ τῶν ἀπὸ τῆς κεφαλῆς νεύρων, δι᾿ ὧν τὴν κίνησιν διαδίδωσιν εἰς τὸ σῶμα. γίνεται δὲ δι᾿ ἔμφραξιν ὑγρῶν παχέων τῶν νεύρων, ὁτὲ μὲν εἰς τοὔπισθεν, ὥστε μὴ συννεύειν, καὶ καλεῖται ὀπισθότονος, ὁτὲ δὲ τῶν εἰς τὸ ἔμπροσθεν, ὥστε μὴ ἀνανεύειν, καὶ καλεῖται ἐμπροσθότονος, ὁτὲ δὲ ἐπ᾿ εὐθείας, ὥστε μὴ συγκάμπτεσθαι, καὶ τέτανος προσωνόμασται. θεραπεύεται δὲ ὑπὸ φλεβοτομίας, εἰ πλῆθος ὑπόκειται, ὡς ὁ παρ᾿ Ἱπποκράτει καταπεσὼν καὶ τὴν κεφαλὴν τραυματισθείς. ἰᾶται δὲ αὐτοὺς καὶ ψυχροῦ πολλοῦ κατάχυσις, θέρους ὥρᾳ μάλιστα, εἰ μὴ ἰσχνὸς, ἀλλ᾿ εὔσαρκος εἴη ὁ πάσχων. θέρμης γὰρ ἐπανάκλησιν ποιεῖται. ὡς δὲ οἱ πολλοὶ χρῶνται κηρώμασι τοῖς ἠρέμα θερμαίνουσι καὶ χαλῶσι καὶ ἀλείμμασι τοῖς ὁμοίοις καὶ ἐρίων ἠλαιωμένων ἐπιθέσει καὶ πυρίαις καὶ καταπλάσμασι θερμοῖς. χρόνια δὲ πάθη περὶ τὰ ἐντὸς συνίσταται τάδε. κεφαλαία, ἐπιληψία, ἴλιγγοι, σκοτώματα, μανία, μελαγχολία, λήθαργος, κόρυζα, βράγχος, κατάῤῥους, αἵματος ἀναγωγὴ, ἐμπύημα ἐν θώρακι, φθίσις, ἀπόστημα ἐν μεσοπλευρίῳ, ἀπόστημα ἐν κατακλεῖσιν, ἡπατικὴ διάθεσις, τεινεσμὸς, δυσεντερία,  ἕλμινθες αἱ πλατεῖαι, ἕλμινθες αἱ στρογγύλαι, ἀσκαρίδες, ἰσχιὰς, ἀρθρῖτις, ποδάγρα, ἐλεφαντίασις. δοκεῖ δὲ τῶν ἐκτὸς εἶναι. τῶν οὖν χρονίων κεφαλαία ἐστὶ κεφαλῆς ἄλγημα ἐνδιάθετον περιοδικῶς ἐνίοτε, τὰ πολλὰ κινούμενον, ὑπὸ φλέγματος γινόμενον, ὁτὲ δὲ εἰς ἕν μέρος τῆς κεφαλῆς τὸ ἄλγημά ἐστι καὶ καλεῖται ἑτεροκρανία· ἴασις δὲ ἀμφοτέρων δι᾿ ἀφαιρέσεως αἵματος, ἢ διὰ σικύας ἐπὶ τὸ ἰνίον καὶ ἀποφλεγματισμοῦ καὶ διὰ κοιλίας κάθαρσιν καὶ ἐπιθεμάτων, ὅσα ἀναγράφεται ἐν καταπλάσματος τρόπῳ, ἢ ἐν μαλάγμασιν, ἢ ἐπιχρίσμασιν, τὸ δὲ τελευταῖον σιναπισμῷ ἀναξηραίνεται τὸ αἴτιον. ἐπιληψία δὲ, ἣν καὶ ἱερὰν νόσον καλοῦσι, συνίσταται μὲν περὶ τὰς ἀρχὰς τῶν ἀπὸ κεφαλῆς νεύρων, δι᾿ ὧν ἡ αἴσθησις καὶ ἡ κίνησις εἰς πᾶν τὸ σῶμα διαδίδοται. αἰτία δὲ τοῦ πάθους, ὡς ὁ Πλάτων καὶ Ἱπποκράτης φασὶ, φλέγμα καὶ χολὴ μέλαινα, διὸ καταπίπτουσιν οἱ τῷ πάθει ἐχόμενοι, ἐμφραττομένων αὐτοῖς τῶν ὁδῶν τῆς τε αἰσθήσεως καὶ τῆς κινήσεως, ἀφρῶσι δὲ διὰ τὸν κλόνον τῶν ὑγρῶν, ὃς γίνεται ἀπὸ τοῦ σπασμοῦ τῶν νεύρων, διὸ ἔστιν ὅτε καὶ οὖρον ἐκκρίνουσιν ἀπροαιρέτως. ἰᾶται δὲ τὸ πάθος ἐπὶ μὲν τῶν πρὸ ἥβης παίδων, ἡ φύσις ἐκλάμψασα περὶ ἥβην καὶ κρίσιν τοῦ νοσήματος ἐργασαμένη, τῷ ἐμφύτῳ θερμῷ ἀναξηράνασα τὰ αἴτια. τοῖς δὲ μετὰ τὴν ἥβην δυσίατον, ἢ καὶ ἀνίατον τὸ πάθημα. τὰ δὲ σκοτώματα καὶ αἱ ἴλιγγες συγγενῆ ἐστιν τῆς ἐπιληψίας καὶ ὑπὸ τῶν αὐτῶν αἰτίων γινόμενα καὶ περὶ τὰ αὐτὰ χωρία συνιστάμενα. ἐπιπολαία μέντοι ἡ κατασκευὴ αὐτῶν καὶ οὐκ ἐνδιάθετος, διὸ καὶ εὐιατοτέρα καθάρσεσι ταῖς ἀπὸ κοιλίας, μάλιστα τῇ ἱερᾷ, ἔπειτα ἀποφλεγματισμοῖς καὶ ἐμέτοις ἐν κύκλῳ παραλαμβανομένοις, τοῖς μὲν ἀπὸ δείπνου, τοῖς δὲ νήστεσιν. ἐπὶ πᾶσι δὲ κατορθοῦται ἑλλεβόρῳ. τῆς δὲ περὶ τὴν διάνοιαν ἐκστάσεως, δύο μὲν τὰ ἐξέχοντα εἴδη μανία τε καὶ μελαγχολία. πολλαὶ δὲ καὶ ἐν τούτοις αἱ διαφοραὶ, ἀκατωνόμαστοι οὖσαι. συνίσταται μὲν οὖν περὶ κεφαλὴν πᾶσαν ἔκστασις διανοίας. αἰτία δὲ τῆς μὲν μανίας ξανθὴ χολή. διὰ τοῦτο ταραχώδεις καὶ ἔκφοροι καὶ πρόχειροι ὑβρισταί τε οἱ τούτῳ ἐχόμενοι τῷ πάθει. τῆς δὲ μελαγχολίας αἰτία μέλαινα χολὴ, ψυχρότερος χυμὸς καὶ ζοφώδης. διὸ ζοφοειδεῖς τέ εἰσι καὶ δύσθυμοι οἱ τοιοῦτοι. ὕποπτοι δὲ εἰς πάντα καὶ μισάνθρωποί τε καὶ ἐρημίαις χαίροντες, οἷος ὁ Βελλοροφόντης ἱστορεῖται. Ἤ τοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, Ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. ἴασις δὲ διὰ καθάρσεως τῶν ἀπὸ κοιλίας καὶ μάλιστα ἡ δι᾿ ἐμέτων. ἐπὶ πᾶσι δὲ ἑλλέβορος ἑκάτερος λύσις. ὁ δὲ λήθαργος ἐναντίον πάθος ἐστὶ τῇ φρενίτιδι. καταφορὰ γάρ ἐστι βαθεῖα καὶ δυσανάκλιτος. οἱ κάμνοντες ἐπιλανθανόμενοι πάντων ὅσα λέγουσι. ταῦτα δὲ ἐν πυρετῷ αὐτοῖς συνεδρεύει. τόπος μὲν οὖν τοῦ πάθους ἡ κεφαλή. περὶ γὰρ μήνιγγας αὐτῆς συνίσταται. αἴτιον δὲ τούτου φλέγμα, χυμὸς ψυχρὸς, καὶ τῇ ψύξει καὶ τῇ ὑγρότητι εἰς ὕπνον αὐτοὺς κατάγον. θεραπεία δὲ ἁρμόδιος, ἡ ὑπεναντία τῇ φρενίτιδι, ἀνάτριψις τῶν ἄκρων, διά τινων δριμέων καὶ νυσσόντων, ὀσφραντῶν τε προσαγωγαὶ ἀνεγειρόντων. τροφαί τε ὁμοίως διαχέουσαι καὶ τέμνουσαι τὸ φλέγμα, ἐπιβροχαί τε τῆς κεφαλῆς διὰ τῶν ἀναξηραινόντων καὶ καταπλάσματά ἐστιν ὅπου κατὰ τῶν μέσων. πολλάκις γὰρ ταῦτα φλεγμαίνοντα πιέζει καὶ τὴν ἐν τῇ κεφαλῇ ἀρχὴν εἶναι νεύρων. κόρυζα δὲ καὶ βράγχος καὶ κατάῤῥους ἀπὸ κεφαλῆς μὲν ἄρχεται τὰ πάθη πληρουμένης, εἶτα κατασταζούσης, ὁτὲ μὲν εἰς ῥῖνας, καὶ καλεῖται κόρυζα, ὁτὲ δὲ εἰς βρόγχον, καὶ βράγχος ὀνομάζεται τὸ πάθος, ὁτὲ δὲ εἰς θώρακα, καὶ κατάῤῥους λέγεται. εὐίατον μὲν οὖν καὶ πρόσκαιρον ἡ κόρυζα· δεύτερον ὁ βράγχος. ὀλιγοσιτίαι γὰρ καὶ θερμαὶ τροφαὶ καὶ σιτώδεις ἐρύσαντο πολλάκις τῶν παθῶν. δυσίατον δὲ ὁ κατάῤῥους καὶ πολλάκις ἀνίατος. ἐκ γὰρ κατάῤῥου δριμέος καὶ ἁλμυροῦ διεσθιομένων τῶν σωμάτων αἵματος ἀναγωγὴ γίνεται. αἰτίαι δὲ αἵματος ἀναγωγῆς τρεῖς· ἢ γὰρ κατ᾿ ἀνάβρωσιν τῶν ἀγγείων, παραῤῥέοντος τοῦ αἵματος εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἀνάγεται διὰ τοῦ στόματος, ἢ διὰ δύναμιν ῥήξεως γενομένης, ἢ δι᾿ ἀσθένειαν καὶ ἀτονίαν τῶν ἀγγείων οὐ στεγόντων, ἀλλ᾿ ἀνεστομωμένων διαπηδῶντος τοῦ αἵματος. διαφέρει δὲ αἵματος ἔκκρισις καὶ αἵματος ἀναγωγή. ἡ μὲν γὰρ ἢ ἀπὸ πνεύμονος ἢ ἀπὸ τῆς τραχείας ἀρτηρίας γίνεται· ἡ δὲ ἀπὸ στομάχου καὶ τὸ αἷμα μελάντερον φαίνεται, τὸ δὲ ἀπὸ θώρακος ξανθότερον καὶ ἀφρίζον, ἔπειτα τῷ τὸ μὲν μετὰ βηχὸς ἀνάγεσθαι, τὸ δὲ ἄνευ βηχός. πολλάκις δὲ καὶ ἀπὸ κεφαλῆς διὰ τῶν τῆς ὑπερώας τρημάτων εἰς τὸ στόμα καταφερόμενον τὸ αἷμα, ἀναγωγῆς φαντασίαν παρέχει οὐκ οὖσαν. τόποι δὲ ἔξ ὧν κυρίως τὸ αἷμα ἀνάγεται τρεῖς, πρῶτος μὲν τὸ φαρύγετρον, καὶ ἀκινδυνοτέρα καὶ εὐιατοτέρα ἐντεῦθεν ἡ τοῦ αἵματος ἀναγωγή, δεύτερος ἀπὸ τῆς τραχείας ἀρτηρίας, καὶ δυσίατος αὕτη ἡ διαφορὰ καὶ κινδυνώδης, τρίτος ἡ ἀπὸ τοῦ πνεύμονος πασῶν δυσιατοτέρα καὶ κινδυνωδεστέρα, ἐφ᾿ ἧ μάλιστα καὶ τὸ ἐμπύημα καὶ ἡ φθίσις, ὥς φησιν Ἱπποκράτης. ἐφ᾿ αἵματος πτύσει πύου πτύσις· ἐπὶ πύου πτύσει φθίσις· ἐπὶ φθίσει θάνατος. δοκεῖ δέ τισι καὶ ἀπὸ πλευροῦ αἷμα ἀνάγεσθαι. ἀμφίβολος δὲ οὗτος ὁ τρόπος. ἴασις δὲ αἵματος ἀναγωγῆς ἐπισχεθῆναι τὸ αἷμα, ἢ διὰ φλεβοτομίας μετοχετεύσαντα καὶ  μάλιστα ἐπὶ τῶν νέων, ἢ διὰ ὀξυκράτου στήσαντα, ἢ ἀποσιτίᾳ μειώσαντα τὸ πλῆθος, ἢ διά τινος τῶν ἁπλῶν φαρμάκων, οἷον ἀκακίας, ὑποκυστίδος, βαλαυστίου, ἀρνωγλώσσου χυλοῦ καὶ τῶν ὁμοίων. ἐμπυήματος δὲ ἴασις ἡ μὲν παλαιὰ διὰ καυστηρίων ἀναξηραινόντων τὸν θώρακα καὶ εἰς τὰ ἐκτὸς μεταῤῥευματίσαι, ἡ δὲ νεωτέρα συμπεπᾶναι τοῖς τε καταπλάσμασι καὶ τοῖς ἐκλεικτοῖς, ἔπειτα ἀνακαθᾶραι ταχέως τοῖς διὰ στόματος διδομένοις φαρμάκοις, πρὶν ἢ καθαιρεθῆναι τὸ σῶμα. ἐπιγράφεται δὲ τὰ φάρμακα ἰδίως, πρὸς ἐμπυικούς. τὰ δὲ ἐν μεσοπλευρίοις συνιστάμενα ἐμπυήματα τεμνόμενα ἰδίως πρὸς μοτὸν ἔχει τὴν ἔκκρισιν τοῦ ὑγροῦ· ἡ γὰρ ἀθρόα ἀναιρεῖ. γίγνεται δὲ ἐμπυήματα καὶ ὑπὸ τὸ διάφραγμα, ἃ λέγουσιν ἐν κατακαλύψει ἀποστήματα, οὐχ ὁμοίως κινδυνώδη, οὐδὲ δυσίατα, τὰ πολλὰ ἐντὸς ῥηγνύμενα ταύτῃ ἐκκρίνεται, ἢ διαιρουμένων τῶν ἐκτὸς σωμάτων. ἱστορεῖ δὲ Διοκλῆς καὶ τὰ ἐν θώρακι ἐμπυήματα, ἔστιν ὅτε συῤῥηγνύμενα εἰς τὴν ἐπὶ νεφροὺς καὶ κύστιν φέρουσαν ἀρτηρίαν, ταύτῃ ἀποκρίνεσθαι σὺν τοῖς οὔροις. φθίσις μὲν κυρίως λέγεται ἡ ἐν πνεύμονι, ἢ εἰς τὸν θώρακα ἐπὶ τῶν ἐμπυημάτων σύντηξις τοῦ σώματος. δυσίατον δὲ τὸ πάθος, ἢ καὶ ἀνίατον. γαλακτοποσία τε ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τόποι ξηρότεροι καὶ τῆς Αἰγύπτου τὰ ἄνω καὶ ἡ Λιβύα ἰῶνται μάλιστα τὸ πάθος. λέγεται δὲ καὶ ἰσχιαδική τις φθίσις ὑπὸ Ἱπποκράτους, ἡ ἐπὶ τοῖς περὶ τὸ ἱερὸν ὀστοῦν ἐμπυήμασι σύντηξις τοῦ σώματος. ὁμοίως δὲ καὶ ἡ νεφριτική. αἱ δὲ περὶ τὸ ἧπαρ καὶ σπλῆνα φλεγμοναὶ, εἰ μὲν εἰς ἐμπύημα μεταβάλλοιεν, συντήκουσι καὶ αὗται μετρίως τὸ σῶμα. εὐιατότερα δὲ ταῦτα τὰ ἐμπυήματα τῶν ἐν πνεύμονι καὶ ἀκινδυνότερα. εἰ δὲ μὴ μεταβάλλοιεν, ἀλλ᾿ ἄπεπτοι μένοιεν αἱ φλεγμοναὶ καὶ σκιῤῥώδεις καχεξίας ἐπιφέρουσαι τῷ σώματι καὶ τελευτῶσαι ὕδρωπας ἐπιφέρουσι. μέχρι δὲ ἁπλαῖ φλεγμοναί εἰσιν, ἡ μὲν περὶ ἧπαρ πυρετοὺς ἐπιφέρει συνεχεῖς, ἡ δὲ περὶ σπλῆνα τεταρταίους ὡς ἐπὶ τὸ πολύ. αἰτία γὰρ τοῦ τύπου τούτου μέλαινα χολὴ, ἧς ἀγγεῖον ὁ σπλὴν, ὅθεν ἴαμα τεταρταίου, πρὸ μὲν τοῦ ῥίγους, πυριῶντα τὰ ἄκρα διὰ τὴν ψυχρότητα τοῦ χυμοῦ, ἐν δὲ τοῖς διαλείμμασιν ἡ δι᾿ ἐμέτων ἀγωγή. ὑδρώπων δὲ τριττὸν εἶδος κατὰ τοὺς νεωτέρους, ὁ μὲν ἀσκίτης, ὁ δὲ τυμπανίτης, ὁ δὲ ὑποσαρκίδιος. κατὰ δὲ Ἱπποκράτην δύο φύσεις. ὁ γὰρ ἀσκίτης καὶ ὁ τυμπανίτης τῆς αὐτῆς ἰδέας ἐστί. ἐφ᾿ ἑκατέρᾳ γὰρ παρέγχυσίς ἐστιν τῆς ἐξυδαρουμένης τροφῆς εἰς τὸν μεταξὺ τόπον τῶν τε ἐντέρων καὶ τοῦ περιτοναίου· ἀλλ᾿ ἐπὶ μὲν τοῦ ἀσκίτου πλεῖον τὸ ὕδωρ, ἔλαττον τὸ πνεῦμα. ἐπὶ δὲ τοῦ τυμπανίτου πλεῖον τὸ πνεῦμα, ἔλαττον τὸ ὑγρόν. ὁ δὲ ὑποσαρκίδιος κατὰ πᾶν ἐστὶ τὸ σῶμα ἀνάλυσις τῶν στερεῶν σωμάτων εἰς ὕδατος φύσιν. τοῦτον καὶ Ἱπποκράτης ἀνίατόν φησιν. καλεῖται δὲ καὶ λευκοφλεγματίας. αἰτία δὲ παντὸς ὑδέρου, ὡς μὲν Ἐρασίστρατός φησιν, φλεγμονὴ ἥπατος, ἢ σπληνὸς χρονισθεῖσα καὶ σκιῤῥωθεῖσα. ἐμποδίζουσα γὰρ τῆς τροφῆς τὴν ἐν τοῖς σπλάγχνοις τούτοις κατεργασίαν τε καὶ ἀνάδοσιν εἰς πᾶν τὸ σῶμα ἐξυδαρεῖ αὐτὴν, καταψυχθεῖσα δὲ παρεγχεῖται μεταξὺ ἐντέρων καὶ περιτοναίου. κατὰ δὲ Ἱπποκράτην καὶ αὐτὴ μὲν ἀνίατος· εἰ δὲ καὶ ἄνευ φλεγμονῆς γινόμενον ὕδερον καὶ μάλιστα τὸν ὑποσαρκίδιον τοῦ ἐμφύτου θερμοῦ καταψυχομένου καὶ οὐκ ἔτι κρατοῦντος τὴν ἐν τοῖς ἀγγείοις τροφὴν, διὸ καταψυχόμενον τὸ αἷμα ἐξυδαροῦται καὶ παραῤῥεῖ διὰ τῶν φλεβῶν, ὡς ἐκ τῶν ἀσκῶν, τὸ ἔλαιον διαπηδήσει. μέχρι μὲν γὰρ ἐν ταῖς φλεψὶν αἷμά ἐστιν, ἀκριβῶς ὑπὸ τοῦ σώματος τῶν φλεβῶν συνέχεται. ὅταν δὲ ἡ ἐν αὐτῷ λιπαρότης πλεονάσῃ, ὡς ἐπὶ τῶν πιμελῶν, παρεγχεόμενον τοῦτο πιμελὴν ποιεῖ. ἢ ἐξυδαρούμενον τὸ αἷμα, ἢ μὴ στεγνόμενον διαῤῥεῖ, ἢ εἰς τὸν μεταξὺ τόπον τῶν ἐντέρων καὶ τοῦ περιτοναίου, ἢ κατὰ πᾶν τὸ σῶμα. ἴασις δὲ τῶν δύο ἑτέρων ὑδρώπων, ἢ διὰ μαλαγμάτων ἀναξηραινόντων, ἢ διὰ φαρμάκων διουρητικῶν, ἢ διὰ καθαρτικῶν ὑπηλάτων. νεφροὶ δὲ πεπονθότες ἀλγήματα μὲν σφοδρὰ ἐπιφέρουσιν, δυσδιάκριτος δὲ ἐπ᾿ αὐτῶν ὁ πεπονθὼς τόπος διὰ τὸ συμπεφυκέναι αὐτὸν τοῖς ἔξωθεν σώμασι καὶ ἐπικεῖσθαι τὸ κῶλον αὐτοῖς· διὸ ἐν πυήσει γινόμενοι φαντασίαν παρέχουσι φλεγμονῆς, ἤ τοι περὶ τὰ ἐκτὸς ἢ κωλικῆς διαθέσεως. πολλάκις δὲ καὶ κώλῳ συμπάσχουσιν οἱ νεφροί. πάθη δὲ συνίστανται περὶ νεφροὺς ταῦτα, φλεγμονὴ, ἕλκωσις, λιθίασις, πάρεσις. φλεγμονῆς μὲν οὔσης, οὐδὲν διασημαίνει δι᾿ οὔρων· ἀλλὰ μᾶλλον ἀλγήματα ἐπιφέρει, οὐκ ἀκριβῶς ἐπιφαίνοντα τὸν πρωτοπαθοῦντα τόπον δι᾿ ἃ ἔφαμεν. δυσπαραμύθητοι δὲ αἱ ὀδύναι, οὔτε καταπλάσμασιν εἴκουσαι, οὔτε τῇ διὰ σικύας ἀφαιρέσει ἐνδιδοῦσαι, μόνον δὲ εἴπερ τοῖς ἔνδοθεν διδομένοις τισὶ νεφριτικοῖς φαρμάκοις. εἰ δὲ ἕλκωσις εἴη, ὅτε μὲν πυώδη διὰ τῶν οὔρων ἀποκρίνεται, ὅτε δὲ αἱματώδη. λιθιάσεως δὲ οὔσης, ὁτὲ μὲν αἱματώδη ἀποκρίνεται, τραχυνομένων τῶν σωμάτων ὑπὸ τοῦ λίθου, ὁτὲ δὲ ψαμμία ὑφίστανται τῷ οὔρῳ, εἰ εὔθρυπτος εἴη ὁ λίθος, ἢ καὶ γενέσεως ἀρχὴν ἔχοι. ἐπὶ δὲ παρέσεως αἱματῶδες τὸ οὖρον ἀποδίδοται, ὡς ἂν οὐ διακρινόμενον. περὶ δὲ τὴν κύστιν ταῦτα συνίσταται τὰ πάθη, πάρεσις, πιτυρίασις, λιθίασις, ἕλκωσις, περὶ τὸν τράχηλον μάλιστα. ἐπισυμβαίνει δὲ τούτοις ἰσχουρία, στραγγουρία, δυσουρία, ἀπό τε τούτων καὶ ἐξ ἄλλων αἰτίων. φλεγμονὴν μὲν οὖν δηλοῖ τὰ περὶ τὸ ἐφήβαιον  ἀλγήματα καὶ δυσχέρεια περὶ τὴν τοῦ οὔρου ἔκκρισιν. λύει δὲ φλεγμονὴν κύστεως κατάπλασμα καὶ ἐπιβροχαὶ καὶ ἔνδεια τροφῆς. εἰ δὲ ὑπερβάλλοι καὶ ἀφαίρεσις αἵματος διὰ φλεβοτομίας. ἕλκωσιν δὲ σημαίνει, ποτὲ μὲν αἱματώδη ἐκκρινόμενα, ποτὲ δὲ πυώδη, ἔστι δὲ ὅτε μυξώδη καὶ τὰ περὶ τὸ ἐφήβαιον ἀλγήματα. ἴασις δὲ διὰ τῶν ἐπιθεμάτων καὶ μάλιστα γλυκυχυμία καὶ εὔχυμος τροφὴ προσφερομένη. καὶ τὰ ἔνδοθεν διδόμενα πρὸς ἕλκωσιν κύστεως καὶ τὸ Βισσίνου φάρμακον. πάρεσιν δὲ κύστεως, δηλοῖ μὲν καὶ ἡ τῶν οὔρων ἀπροαίρετος ἔκκρισις. δυσίατον δὲ, ἢ καὶ ἀνίατον τὸ πάθος. λίθον δὲ ἐν κύστει ὄντα, σημειοῦνται μὲν ἀκριβέστατα οἱ δάκτυλοι καθιέμενοι εἰς τὸ ἀπευθυσμένον ἐπὶ τῆς ἕδρας, ὥς τε ἐπικάμπτεσθαι τὸν λιχανὸν δάκτυλον ἐπὶ τὸν μέσον τοῖς ἄκροις καὶ ἐπὶ τὸ ἔμπροσθεν ἐπὶ τὴν κύστιν, ἔνθα καὶ ἐντυγχάνουσι τῷ λίθῳ ἐμπλέοντι καὶ ἀναφέρουσιν αὐτὸν εἰς τὸν τράχηλον τῆς κύστεως. λίθων δὲ διαφοραὶ πλείονες· οἱ μὲν γὰρ αὐτῶν προσφυεῖς, οἱ δὲ ἀπόλυτοι, καὶ οἱ μὲν εὔθραυστοι, οἱ δὲ δύσθραυστοι. δυσίατοι μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ οἱ προσφυεῖς. τῶν δὲ ἄλλων τοὺς μὲν εὐθραύστους, τὰ φάρμακα δύνανται διαλύοντα ἐκκρίνειν. τοὺς δὲ στερεοὺς καὶ δυσλύτους οἱ χειρουργοὶ κομίζονται, διαιροῦντες τῆς κύστεως τὸ σαρκοειδὲς τοῦ τραχήλου. ἰσχουρία μὲν οὗν ἐστιν ἡ τελεία ἐποχὴ τῶν οὔρων. στραγγουρία δὲ, ἡ κατὰ στράγγα οὔρησις. καὶ δυσουρία τὸ αὐτὸ τοῦτο μόνον ποιοῦσα, δυσχέρειαν τοῦ ἀπουρεῖν. γίνεται δὲ ταῦτα διὰ πολλὰς αἰτίας, ὁτὲ μὲν διὰ τὸν λίθον ἐσφηνωμένον τῷ τραχήλῳ τῆς κύστεως καὶ τελέως ἐμφράττοντα τὸν πόρον ἢ ἔνδον τι καταλιπόντα ἢ ἐννηχόμενον τῇ κύστει. γίνεται δὲ ἰσχουρία διὰ φλεγμονὴν κύστεως ὑπερβάλλουσαν καὶ διὰ πλήρωσιν ἄμετρον, οὐ δυναμένης περισταλῆναι τῆς κύστεως καὶ διὰ δριμύτητα τῶν οὔρων τοῦ τραχήλου ἀκριβῶς συστελλομένου τῇ δήξει καὶ διὰ θρόμβον αἵματος ἀποκλείοντα τὴν δίοδον καὶ διὰ παχύτητα οὔρων προσισχομένων. πεπεμμένων οὖν τῶν ἐκκρινομένων ὄντων, τὴν τοιαύτην παχύτητα ἀποσπᾶσθαι χρὴ, τὸν δὲ θρόμβον διαλύειν τοῖς δυναμένοις τήκειν. τὴν δὲ πλήρωσιν κενοῦν τῷ Ἐρασιστρατείῳ καθετῆρι. ἔστι δὲ οὗτος προσεοικὼς τῷ ῥωμαϊκῷ σίγμα σ, ἡ δὲ περὶ κοιλίαν καὶ ἔντερα ἀρχὴ, ὁ στόμαχός ἐστι καὶ κατὰ φύσιν ἐχόντων καὶ παρὰ φύσιν διατιθεμένων. στομάχου τοίνυν παθήματα φλεγμονὴ, ἕλκωσις, αἵματος ἀναγωγὴ, ἐμπνευμάτωσις, πλάδος, ἀνορεξία, ἀκράτεια τῶν προσφερομένων. φλεγμονὴν μὲν οὖν σημαίνει τὸ ἄλγημα ἐγκείμενον. ἐπιμέλεια δὲ δι᾿ ἐπιβροχῶν καὶ καταπλασμάτων καὶ τροφῶν σιτωδῶν καὶ εὐδιοικήτων. ἕλκωσιν δὲ ἐν στομάχῳ δηλοῖ ἰδίως σῆψις καὶ δῆξις καὶ δυσκαταποσία. ἴασις δὲ διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ τροφῶν εὐχύλων, αἷμα δὲ ἀπὸ στομάχου ἀναγόμενον ἐπέχει διδόμενα, τὰ πρὸς αἵματος ἀναγωγὴν τὴν ἀπὸ θώρακος, τὰ προγεγραμμένα. ἐμπνευμάτωσιν δὲ διαλύουσι στομάχου αἱ ἐξόποροι καὶ ὅσα ἐρυγὴν κινεῖ. πλάδον δὲ ἀναξηραίνει, ξηροφαγία τε καὶ ἀψινθίου πόσις. ἀνορεξία δὲ ἡ μέν τις γίνεται διὰ φλέγμα παρακείμενον καὶ δεῖ ἀναξηραίνειν τὸ αἴτιον, ἢ διὰ χολὴν ἐπιπολάζουσαν καὶ δεῖ ἀνακαθαίρειν τὸν στόμαχον, ἢ ἀδυνατοῦντα τὴν φυσικὴν ἐνέργειαν ἀποδιδόναι τὴν ὀρεκτικὴν, ὡς καὶ ὀφθαλμοὺς ἀμβλυωπεῖν δι᾿ ἀτονίαν τοῦ ὁρατικοῦ πνεύματος. πρὸς δὲ τὴν τοιαύτην ἀνορεξίαν χρὴ τὰ προκλητικὰ καὶ ὑπομνηστικὰ τῆς ὀρέξεως προσφέρειν. ἀκρατὴς δὲ γίνεται ὁ στόμαχος τῶν προσφερομένων καὶ διὰ πλάδον, μάλιστα δὲ δι᾿ ἀτονίαν καὶ ἀσθένειαν, ὡς καὶ χεὶρ παρειμένη οὐκ ἴσχει ὧν ἂν ἐφάπτηται. χρὴ οὖν τονοῦν αὐτὸν καὶ ἰσχυροποιεῖν, τότε ὅλον τὸ σῶμα ἀνατρέφειν. περὶ δὲ κοιλίαν γίνεται μὲν πολλὰ τῶν περὶ τὸν στόμαχον πλὴν τῆς ἀνορεξίας. τὸ δὲ μὴ πέπτειν τὰ σιτία ἴδιον αὐτῆς καὶ τὰ πλεῖστα περὶ αὐτὴν γίνεται, ᾧ πάθος ἕπεται ἡ διάῤῥοια. τὰ μὲν οὖν ἄλλα ὁμοίως ἰατέον τοῖς περὶ τὸν στόμαχον. τὴν δὲ διάῤῥοιαν ἀκριβῶς ἐξεταστέον, δι᾿ ἣν αἰτίαν ἀπεπτηθείσης τῆς τροφῆς γίνεται. καὶ εἰ μὲν διὰ φλεγμονὴν, καταπλάττειν καὶ ἐπιβρέχειν, εἰ δὲ διὰ φλέγμα παρακείμενον ποιοῦν τὸν πλάδον, ἀναξηραίνειν τῇ διαίτῃ τὴν ὑγρότητα, εἰ δὲ παρὰ χολῆς πλῆθος, τὴν χολὴν καθαίρειν, εἰ δὲ δι᾿ ἀτονίαν, ὡς τοῖς ἀτονοῦσι τόνον ἐμποιεῖν τῷ σώματι. εἰ δὲ παρ᾿ αὐτὴν τὴν ποιότητα τῶν προσενεχθέντων δυσπέπτων ὄντων, ἢ εὐφθάρτων, ἤ τι ἐχόντων ἀλλότριον, ἀποθεραπεύσαντα παραιτεῖσθαι τὰ τοιαῦτα. δυσεντερία δέ ἐστι πάθος περὶ τὰ ἔντερα· γίνεται δὲ ἐπὶ διαῤῥοίᾳ χρονιζόντων τῶν διεφθαρμένων καὶ διεσθιόντων καὶ ἑλκούντων τὰ ἔντερα. γίνεται δὲ καὶ ἄνευ διαῤῥοίας ἐξ ἀρχῆς, ὑπὸ χυμοῦ τινος δριμέος διαφαγόντος τὸ ἔντερον. ἔστι δὲ ὅτε καὶ ἐπὶ λύσει νοσήματος γίνεται ἡ δυσεντερία, ἣν ἀπαγορεύει ὁ Ἱπποκράτης ἰᾶσθαι, μὴ ἐκ τῆς ἐποχῆς ἕτερόν τι μεῖζον ἐπιγίνηται νόσημα. τὴν μὲν οὖν ἐκ διαῤῥοίας γενομένην ἰᾶται τοῖς στέλλουσι καὶ ἱστᾶσι τὸ ῥεῦμα, τὴν δὲ ἔκ τινος δήξεως χυμοῦ δριμέος ἰᾶται τοῖς καταγλυκαίνουσι καὶ κατακεράσαι δυναμένοις, ἐκκλύζων τε τὰ αὐτὰ τὰ ἡλκωμένα τοῖς ὁμοίοις. χρονίζοντος μέντοι τοῦ πάθους νομώδη καὶ σεσηκότα εἴωθεν διαχωρεῖν, ὅτε ἁρμόζουσιν οἱ ἐνιέμενοι τροχίσκοι, οἱ διὰ σανδαράχης καὶ τιτάνου καὶ ἀρσενικοῦ καὶ τῶν τοιούτων συντιθέμενοι. μὴ  ὄντων δὲ νομωδῶν τῶν διαχωρουμένων, μὴ χρῆσθαι τούτοις, ἐπεὶ σπασμὸν ἐπιφέρουσιν. εἰ δὲ καὶ ἀνωτέρω ἡ τοιαύτη ἕλκωσις τῶν ἐντέρων εἴη, οὐδὲ οὕτως χρηστέον τοῖς τροχίσκοις. οὐ γὰρ φθάνουσιν ἐπὶ τὰ πεπονθότα ἐξικνεῖσθαι. τῶν γὰρ ὑγιεινῶν καθαπτόμενοι ὄλεθρον ἐργάζονται, ἀνωτερικοῖς δὲ φαρμάκοις χρῆσθαι, τοῖς πρὸς δυσεντερίαν ἀναγεγραμμένοις. λειεντερία δὲ γίνεται μὲν ἀπὸ τῆς δυσεντερίας, ὅταν πολλῆς ἑλκώσεως οὔσης ἐπὶ τὰ ἔντερα οὐλαὶ πολλαὶ ἐπιγένωνται, δι᾿ ἃς οὐ κρατεῖ τὰ ἔντερα τῆς τροφῆς, ὅθεν λειεντερία εἴρηται ἐκ τῆς περὶ τὰ ἔντερα λειότητος. διὸ καὶ ἀνίατος ἡ τοιαύτη λειεντερία. οὐλὰς γὰρ οὐκ ἔστιν ἰᾷν. χαλεπὴ δὲ καὶ δυσίατος ἡ δι᾿ ἀτονίαν ἐντέρου γινομένη. ἐγχειρεῖν δὲ τῇ θεραπείᾳ, τόνον ἐντιθέντα τῷ τε ὅλῳ τῷ σώματι καὶ τοῖς ἐντέροις. γίνεται δὲ καὶ λειεντερία καὶ διὰ φλέγμα ἐπικλύσαν τὰ ἔντερα καὶ ὄλισθον ἐμποιοῦν αὐτοῖς. καὶ δεῖ ἀναξηραίνειν ἀποσιτίᾳ τε καὶ τροφῇ τῇ πρὸς φλέγμα ἀντιτασσομένῃ. τεινεσμὸς δὲ ἰδίως περὶ τὸ ἀπευθυσμένον γίνεται. φλεγμαῖνον γὰρ τοῦτο συνεχεῖς ἐντάσεις καὶ προθυμίας πρὸς διαχώρησιν ἐμποιεῖ καὶ τοῦτό ἐστιν ὁ τεινεσμός. ἴασις δὲ διὰ πυριαμάτων κάτωθεν τῶν στυφόντων καὶ τροφὴ σιτώδης καὶ σταλτική. εἰ δὲ ἐπιμένει καὶ ἐνέματα διὰ πτισάνης χυλοῦ καὶ στέατος τραγείου χρηστέον. ἕλμινθες δὲ πάθος ἐντέρων. τρισσὸν δὲ εἶδος ἑλμίνθων· αἱ μὲν γὰρ στρογγύλαι σπιθαμιαῖαι τὸ μῆκος, ἢ καὶ μείζους, αἳ καὶ μέχρι στομάχου νέμονται. αἱ δὲ βραχεῖαι καὶ ἐμφερεῖς σκώληξι μακροτέροις, καλοῦνται δὲ ἀσκαρίδες, συνίστανται δὲ περὶ τὸ ἀπευθυσμένον. αἱ δὲ πλατεῖαι καὶ ἐπιμήκεις, ὥστε ὅλῳ τῷ ἐντέρῳ παρατείνονται. λέγονται δὲ καὶ κειρίαι ἐκ τοῦ ἐμφερεῖς εἶναι κειρίαις. ὁμοίως δὲ καὶ ταινίαι, εὐίατοι μὲν οὖν στρογγύλαι. πληθύνουσι γὰρ ἐπὶ παιδίων. αἱ δὲ ἀσκαρίδες πλεονάζουσιν ἐπὶ τῶν παρηβώντων, δυσίατοι δὲ καὶ δυσέκκριτοι, μόνον ὑπὸ τῶν δριμυφαγιῶν καὶ φαρμάκων τῶν διὰ πικρᾶς συντεθειμένων καὶ ἑλενίου, ὡς ἐπὶ τὸ πλεῖστον ἐμβαλλομένων. ἰσχίας δὲ καὶ ἀρθρῖτις καὶ ποδάγρα μεγέθει μόνον ἀλλήλων διαφέρουσι, ταῖς δὲ αἰτίαις καὶ τοῖς τόποις τοῖς πρωτοπαθοῦσι τὰ αὐτά ἐστιν. ὑπό τε γὰρ φλέγματος ὡς ἐπὶ πολὺ γίνονται καὶ περὶ τὰ νεῦρα συνίστανται, τὰ συνέχοντα τὰ ἄρθρα καὶ τὴν κίνησιν αὐτοῖς παρέχοντα. ἀλλ᾿ ἡ μὲν ἰσχίας περὶ τὸ ἄρθρον τὸ κατὰ ἰσχίον γίνεται. διατείνεται δὲ πολλάκις μέχρι σφυρῶν. ἴασις δὲ διὰ φλεβοτομίας ἀπὸ σφυροῦ. καὶ διὰ σικύας ἀπὸ τοῦ ἰσχίου καὶ διὰ κλυσμῶν δριμέων καὶ δι᾿ ἃ δυσεντερίας τρόπον τινὰ ποιοῦσι καὶ τὰ ἔξωθεν καταπλάσματα ἄκοπα καὶ μαλάγματα. ποδάγρα δὲ περὶ μόνους τοὺς πόδας συνίσταται καὶ ἐπισημαίνει ἐν ἀκμῇ μὲν πυρετῶδες ἄλγημα, διὸ τῶν ἐμψυχόντων δεῖται, παρακμῇ δὲ ναρκῶδες καὶ μετὰ ψύξεως, ὅθεν τῶν θερμαινόντων δεῖται. ἀρθρῖτις δὲ ταὐτὸν πάθος τοῖς προειρημένοις περὶ πάντα τὰ ἄρθρα συνιστάμενον. φαρμάκων δὲ δεῖται θεραπευτικῶν τῶν ἀλεαινόντων κηρωμάτων καὶ τῆς καταλλήλου διαίτης. ἡ δὲ ἐλεφαντίασις τὸ πάθος ἔσχε τὸ ὄνομα ἀπὸ ὁμοιότητος τῆς πρὸς τὸν ἐλέφαντα. τὸ γὰρ δέρμα τῶν ἐν τῷ πάθει τούτῳ κατεσχημένων παχύτερόν τε καὶ σκληρότερόν ἐστιν, ἐμφέρειαν ἔχον πρὸς τὸ τῶν ἐλεφάντων δέρμα. αἴτιον δὲ τοῦ πάθους φλέγμα παχὺ καὶ χολὴ μέλαινα, ἢ βλεννώδης μάλιστα ἐνσπειρομένη. οἱ γὰρ χυμοὶ οὗτοι θηριῶδες αὐτὸ ἀποφαίνουσιν. διὸ καὶ μόνη θεραπεία ἀνύσιμος ἐπὶ τῶν ἐλεφαντιώντων, ἡ δι᾿ ἑλλεβόρου λευκοῦ καὶ μέλανος. τινὲς δὲ τῶν παλαιοτέρων εἰς ἓξ διαιροῦσι τὸ πάθος αὐτὸ, εἰς ἐλεφαντίασιν, λεοντίασιν, ὀφίασιν, λέπραν καὶ ἀλωπεκίαν καὶ λώβην. ἐλεφαντίασιν μὲν οὖν λέγουσι τὴν ἐμφερῆ κατὰ τὸ δέρμα καὶ κατὰ τοὺς πόδας ἐλέφαντι· παχεῖς γὰρ καὶ οὗτοι τοὺς πόδας ἔχουσιν οἱ τῷ πάθει τούτῳ περιπεσόντες δηλονότι, ὥσπερ ἐκεῖνοι· λεοντιᾷν δέ φασι τοὺς ὀχθώδεις ἐπαναστάσεις ἔχοντας, ἢ καὶ οἰδηματώδεις καὶ πυῤῥοτέρους ὄντας δίκην λεόντων. ὀφίασιν δὲ τὴν ἐκδέρουσαν τοὺς ἁλόντας ὡς ὄφεις. ἀλωπεκίαν δὲ ἀπὸ μεταφορᾶς τῶν ζώων ἐκείνων· λώβην δὲ, τὴν τὰ ἄκρα χειρῶν τε καὶ ποδῶν διαφθείρουσαν καὶ τοὺς τῶν τοιούτων μελῶν ἐστερημένους, λελωβημένους. λέπραν δὲ τὴν τραχύνουσαν τὸ δέρμα καὶ οἷον ὁρᾶται ἐπὶ τῶν λεπρῶν, ποιουμένην. ὁ δὲ λειχὴν πάθος μὲν καὶ αὐτὸς δέρματος. διττὸν δὲ εἶδος λειχῆνος, ὁ μὲν ἥμερος καὶ πρᾳότερος, ὁ δὲ ἄγριος καὶ χαλεπώτερος. ἀφίστανται δὲ ἐπὶ τούτων καὶ λεπίδες τοῦ δέρματος καὶ ὁ ὑπὸ τὰς λεπίδας τόπος ἐνερευθέστερος καὶ ἐγγὺς ἡλκωμένου φαίνεται. γίνεται δὲ τὸ πάθος ὑπὸ φλέγματος ἁλμυροῦ καὶ χολῆς τῆς ξανθῆς· ἔνθεν ὡς ἐπὶ τῶν ἁλμῶν τῶν κεραμίων ἀφίστανται τοῦ δέρματος αἱ λεπίδες. ἴασις δὲ ἥ τε διὰ φαρμάκων φλεγμαγωγῶν καὶ τῶν ἔξωθεν ἐπιχρίστων. λέπρα δὲ πάθος μὲν καὶ αὐτὴ δέρματος ἐπὶ τὸ λευκότερον καὶ τραχύτερον τρεπόμενον. ἡ δὲ τραχύτης οἷον ψυδρακίων ἐπανεστώτων. ἡ δὲ ψώρα ἐστὶν ἑλκωδεστέρα. γίνεται δὲ ἑκάτερον ἰδίως ὑπὸ φλέγματος ἁλμυροῦ. ἴασις δὲ ἥδε διὰ φλεγμαγωγῶν φαρμάκων καὶ τῶν ἔξωθεν ἐπιχρισμάτων, ὅσα πρὸς λέπραν καὶ ψώραν ἀναγέγραπται. ὁ δὲ ἀλφὸς διττόν ἐστι πάθος, ὁ μὲν λευκὸς, ὁ δὲ μέλας. γίνεται δὲ ὁ μὲν μέλας ὑπὸ μελαίνης χολῆς· διὸ καὶ μελαγχολικὰ τὰ πολλὰ ῥύεται. ὁ δὲ λευκὸς ὑπὸ φλέγματος γίνεται, οὐχ ἁλυκοῦ. ἡ δὲ λεύκη ὅμοιον μὲν τὸ πάθος ἀλφῷ λευκῷ, μᾶλλον δὲ ἐπισημαίνει γῆν λευκοτάτην.  λέπρας δὲ διαφέρει τῷ λεῖον εἶναι καὶ μὴ τραχύνεσθαι τὸ δέρμα, ὡς ἐπὶ λέπρας. ῥύεται δὲ τούτων ἁπάντων τὰ φλεγμαγωγὰ φάρμακα καὶ τὰ ἔξωθεν σμήγματα. [Περὶ συνθέσεως ἀρίστης καθαρσίου.] Συντίθεται δὲ ἡ πρὸς τὰ ἐντὸς φαρμακεία ἀπό τε ἀποφρακτικῶν καὶ τμητικῶν καὶ λεπτυντικῶν καὶ προοδοποιητικῶν καὶ προτρεπτικῶν καὶ καθαρτικῶν καὶ κολαστικῶν τῆς τῶν φαρμάκων κακίας, εὐστομάχων τε καὶ ἐφεκτικῶν τῆς ἀλόγου φορᾶς. ἀποφρακτικὰ μὲν οὖν ὅσα τοὺς πόρους ἀραιοῖ καὶ τὰ σώματα εὔροα ποιεῖ· τμητικὰ δὲ ὅσα τέμνει τοὺς χυμοὺς καὶ πέπτει τοὺς μὲν παχύνοντα, τοὺς δὲ λεπτύνοντα. προοδοποιητικὰ δὲ ὅσα προάγει καὶ προπέμπει τὰ φάρμακα εἰς ἃ βουλόμεθα μόρια, ὡς ἐπὶ μὲν τῶν ἧπαρ καθαίρειν βουλομένων, σάνδαλα· τῶν δὲ σπλῆνα, σκολοπένδριον· νεφροὺς δὲ καὶ ἰσχία, κενταύριόν τε καὶ θλάσπι· τὰ ὄπισθεν τῆς κεφαλῆς, παιωνία καὶ στοιχάς· τὰ ἐμπρόσθιά τε καὶ σάμψυχον καὶ τὰ τοιαῦτα· στήθη καὶ πνεύμονα καὶ θώρακα καὶ καρδίαν καὶ μετάφρενα καὶ ἔντερα, γλυκύῤῥιζον καὶ στύραξ καὶ σπέρμα τήλεως· ἀμύγδαλά τε καὶ κρόκος καὶ σπέρμα λινοζώστεως καὶ τοὺς ἁρμοὺς καὶ τὰ ἄρθρα, ἑκάτερον ἑρμοδάκτυλον καὶ ἄλλοις ἄλλα, ἅπερ ἐκ τῶν εἰρημένων δεῖ συντεκμαίρεσθαι. προτρεπτικὰ δὲ ὅσα κινεῖ καὶ προτρέπει τὰ φάρμακα, ὡς μὲν ἀγαρικὸν, ἔρις, ῥέον δὲ Ἰνδικὸν, στάχυς· ἐντεριώνην δὲ κολοκυνθίδος, τραγάκανθα· σκαμμωνίαν δὲ, ἀλόη, ἢ χυλὸς κράμβης, ἢ ῥόδων, ἢ σπέρματα. ὡσαύτως ἅλας ὀρυκτόν· τὸ ἐπίθυμον, ὥσπερ εὐφόρβιον, βδέλλιον καὶ τὸν ἑλλέβορον· ῥαφανῖδος σπέρμα καὶ τὴν ἀλυπαίαν· ὄξος ἢ χρυσοβάλανος καὶ τὰ μυροβάλανα· βρυωνία καὶ τὸ ἐλατήριον ἅλας. καὶ μὲν δὴ καὶ τῆς πτυούσης τὴν ῥίζαν, ἑρμοδάκτυλον τὸ στογγύλον καὶ τοῖς ἄλλοις ὡσαύτως τὰ παραπλήσια, ἅπερ ἐν τῷ περὶ ἀρίστης συνθέσεως φαρμάκων κατὰ μέρος διήλθομεν καὶ δεῖ ἐκεῖθεν νομίζεσθαι τὰ ἐλλείποντα. καθαρτικὰ δὲ ὅσα καθαίρει κᾀνταῦθα κᾀν τῷ περὶ ἁπλῶν φαρμάκων ἡμῖν γέγραπται. κολαστικὰ δὲ τῆς κακίας ὅσα τοῖς δηλητηρίοις τῶν φαρμάκων ἀντικεῖσθαι ἰδίωμα, ὡς ἀγαρικοῦ μὲν ζίγγιβερ, σκαμμωνίας δὲ ὀποῦ, μαστίχη ἢ κόμμι Ἀραβικὸν, ἢ καφουρὰ, κυδωνίων μήλων χυλός· κολοκυνθίδος δὲ ἀμυγδάλων ἔλαιον· ἀλυπαίας δὲ νᾶπυ· ὥσπερ ἑλλεβόρου καστόριον, ἢ ὑδρόμελι· καὶ εὐφορβίου κιννάμωμον. ἀλόης δέ γε μαστίχη· ὥσπερ αὐτὴν προτρέπει τὸ σμύρνιον· καὶ τἄλλα ὅσα ἡμῖν ἐν τῷ περὶ ἀρίστης συνθέσεως εἴρηται. εὐστόμαχα δὲ καὶ ἐφεκτικὰ τῆς ἀλόγου τῶν φαρμάκων φορᾶς, ὅσα τονοῖ καὶ συνέχει καὶ τὰς φυσικὰς διεγείρει ἐνεργείας. τὸ δὲ κατὰ μέρος ταῦτα ἐπεξεργάσασθαι περισσὸν νῦν ἡμῖν ἔδοξε. [Περὶ διαιρέσεως τῆς διὰ φαρμάκων θεραπείας.] Ἡ δὲ φαρμακεία διττή ἐστιν, ἡ μὲν πρὸς τὰ ἐντὸς πάθη, ᾗ μάλιστα χρῆται ὁ διαιτητικός· ἡ δὲ πρὸς τὰ ἐκτὸς, ἧς οὐκ ἄνευ συντελεῖται τὰ κατὰ χειρουργίαν. τῆς μὲν οὖν πρὸς τὰ ἐντὸς φαρμακείας εἴδη ἐστὶ δεκαδύο. τὸ μὲν τῶν ἐν τῇ κεφαλῇ παθῶν· τὸ δὲ τῶν στοματικῶν· τὸ δὲ τῶν πεπτικῶν· τὸ δὲ τῶν βηχικῶν· τὸ δὲ τῶν ἀνωδύνων· τὸ δὲ τῶν ἀλεξιφαρμάκων· τὸ δὲ τῶν καθαιρόντων. καὶ τὰ μὲν ἡπατικὰ ἰδίως· τὰ δὲ σπληνικά· τὰ δὲ νεφριτικά· τὰ δὲ πρὸς τοὺς ἐν τῇ κύστει λίθους καὶ ἕλκη· τὰ δὲ πρὸς ὑστέραν· τὰ μὲν δὴ στοματικά ἐστι, τὰ δὲ πρὸς οὖλα αἱμασσόμενα, σηπόμενα, βεβρωμένα καὶ ὀδόντας καὶ ὅσα πρὸς ἄφθας καὶ ἐσχάρας, ὅσα τε πρὸς σταφυλὴν κεχαλασμένην. τῶν δὲ πεττικῶν τὰ μέν ἐστι πρὸς ἀτονίαν στομάχου, ἢ κοιλίας· τὰ δὲ πρὸς ἐμπνευμάτωσιν τούτων· τὰ δὲ πρὸς αἵματος ἀναγωγήν· τὰ δὲ πρὸς πλευριτικοὺς, ἢ περιπνευματικούς· τὰ δὲ πρὸς φθισικούς· τὰ δὲ πρὸς ἀσθματικοὺς, ἢ ὀρθοπνοϊκούς· τὰ δὲ πρὸς τραχύτητά τε ἀρτηρίας καὶ φωνῆς ἐκκοπήν. τῶν δὲ ἀνωδύνων τὰ μὲν πρὸς νεφριτικοὺς, τὰ δὲ πρὸς κοιλίας ῥύσεις καὶ δυσεντερίας καὶ πρὸς κωλικοὺς καὶ εἰλεώδεις. κοινῶς δὲ πάντα πρὸς πᾶσαν ὀδύνην. τὰ δὲ ἀλεξιφάρμακα τὰ μὲν ἁπλᾶ, ἄλλα πρὸς ἄλλο δηλητήριον. ἡ δὲ θηριακὴ πρὸς· πάντα καὶ προσλαμβανομένη καὶ ἐπιδιδομένη. τῶν δὲ καθαιρόντων τὰ μὲν ἄνωθεν καθαίρει, ὡς τὰ δι᾿ ἐλλεβόρου καὶ ἐμετικὰ πάντα, τὰ δὲ κάτωθεν παραλαμβάνεται, ὡς τὰ διὰ σκαμμωνίας καὶ ἀλόης καὶ ἐλατηρίου καὶ κολοκυνθίδος καὶ εὐφορβίου καὶ κόκκου κνιδίου καὶ τῶν τοιούτων. τρίτα δὲ τούτοις τετάχθω καὶ τὰ πρὸς ἕλμινθας πλατείας, οἷά ἐστι τὸ διὰ κέρατος ἐλαφείου καὶ ἡδυόσμου καὶ πεπέρεως. ἔστι δὲ καὶ τέταρτον εἶδος τῶν κεφαλὴν μόνην καθαιρόντων διὰ στόματος καὶ ῥινῶν ἃ παραλαμβάνεται ἰδίως. ἐπί τε τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖς ὀφθαλμοῖς παθῶν καὶ τὰ πλεῖστα ἐπὶ ἰκτέρων. ἁρμόζουσι δὲ αἱ μὲν διὰ τῶν ἄνω καθάρσεις πρὸς ἀνασκευὴν τῶν χρονίων. καιρὸς δὲ αὐτῶν τὰ διαλείμματα. αἱ δὲ κάτωθεν, πρὸς τὰ ὀξέα νοσήματα κατάλληλοι, πλευρίτιδας καὶ περιπνευμονίας. καιρὸς δὲ αὐτῶν πάντων ἡ ἄνεσις τῶν ἐπὶ μέρους παροξυσμῶν. τῆς δὲ πρὸς τὰ ἐκτὸς φαρμακείας εἴδη ἐστὶν ἕνδεκα. τὰ μὲν γὰρ αὐτῶν διαφορητικὰ, τὰ δὲ συμπεπτικὰ, τὰ δὲ ἔναιμα, τὰ δὲ πυοποιὰ, τὰ δὲ ἀνακαθαρτικὰ, τὰ δὲ ἀναπληρωτικὰ, τὰ δὲ κατασταλτικὰ, τὰ δὲ  ἐπουλωτικὰ, τὰ δὲ ὀφθαλμικὰ, τὰ δὲ ἐν ὅλῳ τῷ σώματι, τὰ δὲ καυστικὰ ἐπὶ ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας· τὰ δέ εἰσιν ἀλείμματα ἄκοπά τε καὶ θερμαντικὰ πρὸς παραλύσεις ποιοῦντα καὶ ἀρθριτικοὺς καὶ ποδαγρικοὺς καὶ πᾶσαν νεύρων πῆξιν καὶ τετανικοὺς καὶ ὀπισθοτονικούς. τὰ δὲ σμηκτικὰ τῶν εἰς τὴν ἐπιφάνειαν ἐξανθούντων, λεύκης, ἀλφοῦ, λειχῆνος καὶ λέπρας. τὰ οὖν διαφορητικὰ καὶ συμπεπτικὰ ἐπὶ φυμάτων καὶ παντὸς ἀποστήματος τοιούτου ἁρμόζει. διαφορητικαὶ δέ εἰσιν αἱ διὰ ἁλῶν πᾶσαι καὶ ὅσαι διὰ νίτρου, ὡς τὸ Κτησιφῶντος. συμπεπτικὰ δὲ τὰ διὰ ῥητίνης καὶ χαλβάνης καὶ ἀμμωνιακοῦ θυμιάματος· τῶν δὲ ἐναίμων φαρμάκων αἱ μὲν φαιαὶ ἐπὶ τῶν κατὰ τοῦ σώματος προσφάτων τραυμάτων ἁρμόζουσιν. αἱ δὲ ἰδίως χλωραὶ καὶ μέλαιναι, ὡς ἡ βάρβαρος, πρός τε τὰ ἐν τῇ κεφαλῇ καὶ πρὸς τὰ κυνόδηκτα. ἐπὶ δὲ ἑλκῶν τοῖς μὲν πυοποιοῖς ἐπὶ τῶν φλεγμαινόντων χρηστέον, ὡς τῇ τετραφαρμάκῳ. τοῖς δὲ ἀνακαθαίρουσιν ἐπὶ τῶν ῥυπαρῶν, ὡς τῇ χλωρᾷ ἀνειμένῃ. τοῖς δὲ ἀναπληροῦσιν ἐπὶ τῶν κοίλων. τοῖς δὲ καταστέλλουσιν ὡς ἐπὶ τῶν ὑπερσαρκούντων, ὡς τοῖς διὰ μίσυος καὶ λεπίδος, ἃ καὶ ἐπὶ τῶν δυσεπισχέτων αἱμοῤῥαγιῶν ἁρμόζει. τοῖς δὲ καυστικοῖς ὁτὲ μὲν πρὸς τὸ διελεῖν καὶ ἀναπτύξαι σώματα χρώμεθα, ὡς ἐπὶ τῶν ἀποστημάτων τὴν περιοχὴν, ὁτὲ δὲ ἐπὶ τῶν κεχαλασμένων βλεφάρων ἀντὶ ἀναῤῥαφῆς, ἀφαιροῦντες τὸ σύμμετρον τῆς οὐλῆς, ἀνασπῶμεν τὸ κεχαλασμένον. ὁτὲ δὲ ἐπὶ κεφαλαίας δυσιάτου παραλαμβάνομεν, διὰ βαθείας ἐσχάρας μεταβάλλοντες εἰς τὰ ἐκτὸς ῥεύματα. ὕλη δὲ τῶν καυστικῶν κονία, ἄσβεστος ζῶσα καὶ ἀρσενικὸν καὶ σανδαράχη καὶ φέκλα καὶ τὰ τοιαῦτα. τῶν δὲ κεφαλικῶν τὰ μὲν πρὸς ἀχῶρας καὶ πίτυρα καὶ ἐκβράσματα ἁρμόζει, τὰ δὲ πρὸς κεφαλαλγίαν καὶ ἑτεροκρανίαν. τῶν δὲ ὠτικῶν τὰ μὲν πρὸς φλεγμονὴν ὤτων, τὰ δὲ πρὸς ἕλκωσιν· τὰ δὲ πρὸς πυοῤῥοοῦντα· τὰ δὲ πρὸς· δυσηκοΐαν· τὰ δὲ πρὸς ὦτα τεθλασμένα. τῶν δὲ ὀφθαλμικῶν φαρμάκων εἴδη εἰσὶν ἑπτά. τὰ μὲν γὰρ πρὸς ἀρχομένας ὀφθαλμίας ἁρμόζει, ὡς τὰ διὰ γλαυκίου καὶ τὰ διὰ κρόκου καὶ τὰ κυκνάρια· τὰ δὲ πρὸς τὰς διαθέσεις, ὡς τὰ νάρδινα καὶ τὰ θεοδότια καλούμενα, τὰ δὲ πρὸς ῥεύματα, ὡς τὰ διὰ λιβάνου καὶ ἀκακίας καὶ ἐρείκης καρποῦ. τὰ δὲ πρὸς τραχώματα, ὡς τὰ διὰ τῶν μεταλλικῶν, οἷον κεκαυμένου χαλκοῦ καὶ χαλκίτεως καὶ λεπίδος χαλκοῦ. πέμπτον δέ ἐστι τὸ πρὸς ξηροφθαλμίας καὶ ψωροφθαλμίας εἶδος τῶν κολλυρίων καὶ ξηρῶν ὀξυδερκικῶν, ἃ τῆς αὐτῆς ὕλης ἐστὶ τοῖς προγεγραμμένοις. ἕκτον δὲ τῶν ὑγρῶν εἶδος, τῶν πρὸς ὑποχύσεις ἀναγεγραμμένων, ἃ διὰ χολῶν σκευάζονται καὶ μάλιστα δι᾿ ὑαίνης. ἕβδομον δὲ τὸ τῶν καταπλασμάτων εἶδος, ἃ παραλαμβάνεται ἐπὶ τῶν ἄκρως φλεγμαινόντων ὀφθαλμῶν καὶ περιοδυνώντων. ἔστι δὲ τάδε διὰ μελιλώτων καὶ γλυκέος καὶ τήλεως καὶ τὰ τοιαύτης ὕλης. περιχρίομεν δὲ τὰ βλέφαρα ἐν ἀρχῇ μὲν τοῖς ἀποκρουστικοῖς, οἶά ἐστι τὰ διὰ γλαυκίου καὶ τοῖς διὰ κρόκου καὶ αὐτῷ μόνῳ γλαυκίῳ. ἐπὶ δὲ τῶν ἐνδιαθέτων τοῖς ἀναξηραίνουσι καὶ παραμυθουμένοις, οἷον ναρδίνοις καὶ θεοδοτίοις. ὅσα δὲ πρὸς εὐμορφίαν ἐπιχρίεται, ὡς τὰ διὰ σάνδυκος καὶ ἡδυχρόου, οὐκ ἰατρικῆς, ἀλλὰ καλλωπιστικῆς ἐστιν ἴδια.