<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><head>ΓΑΛΗΝΟΥ ΕΙΣΑΓΩΓΗ Η ΙΑΤΡΟΣ.</head><p>[Πῶς εὕρηται ἡ ἰατρική.] <lb/>Ἕλληνες τῶν τεχνῶν τὰς εὑρέσεις ἢ θεῶν παισὶν
                        ἀνατιθέασιν, <lb/>ἤ τισιν ἐγγὺς αὐτῶν οἷς πρῶτοι οἱ θεοὶ πάσης <lb/>τέχνης
                        ἐκοινώνησαν. οὕτως οὖν καὶ τὴν ἰατρικὴν πρῶτον <lb/>μὲν Ἀσκληπιὸν παρ᾿
                        Ἀπόλλωνος τοῦ πατρός φασιν ἐκμαθεῖν <lb/>καὶ ἀνθρώποις μεταδοῦναι, διὸ καὶ
                        δοκεῖ εὑρετὴς γεγονέναι <lb/>αὐτῆς· πρὸ δὲ Ἀσκληπιοῦ τέχνη μὲν ἰατρικὴ οὔπω
                        ἦν ἐν <lb/>ἀνθρώποις, ἐμπειρίαν δέ τινα οἱ παλαιοὶ εἶχον φαρμάκων <pb n="675"/> καὶ βοτανῶν, οἶα παρ᾿ Ἕλλησι Χείρων ὁ κένταυρος ἠπίστατο
                        <lb/>καὶ οἱ ὑπὸ τούτου παιδευθέντες ἥρωες, ὅσα τε εἰς <lb/>Ἀριστέα καὶ
                        Μελάμποδα καὶ Πολύειδον ἀναφέρεται. παρὰ <lb/>δὲ Αἰγυπτίοις ἦν μὲν καὶ ἡ τῶν
                        βοτανῶν χρῆσις καὶ ἡ <lb/>ἄλλη φαρμακεία, ὡς καὶ Ὅμηρος μαρτυρεῖ λέγων,
                        <lb/>Αἰγυπτίη γῆ πλεῖστα φέρει, ζείδωρος ἄρουρα <lb/>Φάρμακα, πολλὰ μὲν
                        ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. <lb/>ἐκ δὲ τῆς ἐν ταῖς ταριχείαις
                        ἀνασχίσεως τῶν νεκρῶν πολλὰ <lb/>καὶ τῶν ἐν χειρουργίᾳ παρὰ τοῖς πρώτοις
                        ἰατροῖς εὑρῆσθαι <lb/>δοκεῖ. τινὰ δὲ ἐκ περιπτώσεως φασιν ἐπινενοῆσθαι, ὡς
                        <lb/>τὸ παρακεντεῖν τοὺς ὑποκεχυμένους, ἐκ τοῦ περιπεσεῖν αἶγα, <lb/>ἥτις
                        ὑποχυθεῖσα |ἀνέβλεψεν ὀξυσχοίνου ἐμπαγείσης εἰς τὸν <lb/>ὀφθαλμόν. καὶ τὸ
                        κλύζειν δὲ ἀπὸ τῆς ἴβεως φασιν εὑρεθῆναι, <lb/>πληρούσης τὸ περὶ τὸν
                        τράχηλον δέρμα, ὡς κλυστῆρος <lb/>ἄσκωμα θαλασσίου ὕδατος καὶ Νειλαίου καὶ
                        διὰ τοῦ ῥάμφους <lb/>ἐνιείσης ἑαυτῇ ὄπισθεν. φησὶ δὲ καὶ Ἡρόδοτος ὁ
                        ἱστοριογράφος <lb/>τὸ παλαιὸν ἐν ταῖς τριόδοις προτίθεσθαι τοὺς <pb n="676"/> νοσοῦντας, τοὺς δὲ περιπεσόντας τοῖς αὐτοῖς νοσήμασιν ὑφηγεῖσθαι <lb/>οἷς
                        χρησάμενος ἕκαστος ἐθεραπεύθη, καὶ οὕτως ἐκ <lb/>τῆς τῶν πολλῶν πείρας
                        συνηρανίσθαι τὰ τῆς ἰατρικῆς. <lb/>ἀλλ᾿ αὕτη μὲν ἄλογος ἡ πεῖρα καὶ οὔπω
                        λογική. τελείαν <lb/>δὲ ἰατρικὴν καὶ τοῖς ἑαυτῆς μέρεσι συμπεπληρωμένην, τὴν
                        <lb/>μὲν ὡς ἀληθῶς θείαν Ἀσκληπιὸν μόνον εὑρεῖν, τὴν δ᾿ ἐν <lb/>ἀνθρώποις
                        τοὺς Ἀσκληπιάδας παρὰ τούτου διαδεξαμένους <lb/>τοῖς ἔπειτα παραδοῦναι,
                        μάλιστα δὲ Ἱπποκράτης, ὃς πάντων <lb/>ὑπερήνεγκε καὶ πρῶτος εἰς φῶς ἐξήνεγκε
                        τὴν τελείαν <lb/>παρ᾿ Ἕλλησιν ἰατρικήν. </p></div><div type="textpart" subtype="chapter" n="2"><p>[Τίνες ἀρχαὶ ἰατρικῆς.] Ἀρχαὶ οὖν τῆς <lb/>ἰατρικῆς τρεῖς· ἡ μὲν εὑρέσεως, ἡ
                        δὲ ἐκ τοῦ συστήσασθαι <lb/>τὴν τέχνην, ἡ δὲ ὑφηγήσεως. εὑρέσεως μὲν οὖν
                        ἁπλῶς τῆς <lb/>ἐν τῇ ἰατρικῇ ἡ παλαιοτάτη καὶ ἄνευ λόγου ἀρχὴ ἡ πεῖρα,
                        <lb/>ὡς παρὰ Αἰγυπτίοις καὶ πᾶσι βαρβάροις. τοῦ δὲ εἰς σύστημα <lb/>τέχνης
                        ἀγαγεῖν, ὡς τὴν τῶν Ἀσκληπιαδῶν ἰατρικὴν, <lb/>ταύτης δὲ ἀρχὴ λόγος καὶ
                        πεῖρα. ὑφηγήσεως δὲ, ὥς φησιν <pb n="677"/> Ἀθήναιος, ἢ παραδόσεως, καθώς
                        τινες λέγουσιν, ἀρχὴ ἡ <lb/>φυσικὴ θεωρία. ἁπλῶς δὲ καὶ Ἱπποκράτης ἔφη, ἀρχὴ
                        τοῦ <lb/>ἐν ἰατρικῇ λόγου ἡ φύσις πρώτη· ἀπὸ γὰρ τοῦ φυσιολογεῖν
                        <lb/>ἄρχονται οἱ δογματικοὶ, ἐπειδὴ ἐκ τῶν κατὰ φύσιν καὶ <lb/>τὰ παρὰ φύσιν
                        δύνανται εἰδέναι, ἄνευ δὲ τοῦ γνῶναι τὸ <lb/>κατὰ φύσιν τὸ παρὰ τοῦτο ἔχον,
                        οὐχ οἶόν τε ἐπίστασθαι. <lb/>καὶ ἐν τῷ θεραπεύειν ὁμοίως δέονται τῆς
                        φυσιολογίας, <lb/>ἐπειδὴ ἀπὸ τῆς φυσικῆς δυνάμεως τῶν προσφερομένων
                        βοηθημάτων <lb/>τὸ κατάλληλον αὐτῶν πρὸς τὰ πάθη λαμβάνουσιν. <lb/>οἱ δὲ
                        κατὰ τὰς ἄλλας αἱρέσεις παραιτησάμενοι τὸ φυσιολογεῖν <lb/>ἄρχονται ἑκάτεροι
                        ἀφ᾿ ὧν τὴν ἕξιν τοῦ προσφέρειν <lb/>τὰ βοηθήματα περιεποιήσαντο· οἱ μὲν
                        μεθοδικοὶ ἐκ <lb/>τῆς τῶν κοινοτήτων ἐνδείξεως, οἱ δ᾿ ἐμπειρικοὶ ἐκ τῆς κατὰ
                        <lb/>τὴν πεῖραν τηρήσεως. ὥσπερ γὰρ τοῖς δογματικοῖς ἀρχὴ <lb/>τοῦ ἐν
                        ἰατρικῇ λόγου ἡ φύσις, οὕτω τοῖς ἐμπειρικοῖς ἀρχὴ <lb/>ἡ πεῖρα, ἡ πλειστάκις
                        καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως <lb/>ἔχουσα. ἀπὸ ταύτης γὰρ καὶ ἡ ἱστορία
                        ἄρχεται καὶ <pb n="678"/> κατὰ ταύτην ἡ τοῦ ὁμοίου μετάβασις. τοῖς δὲ
                        μεθοδικοῖς <lb/>ἀρχὴ ἡ κατὰ τὰ φαινόμενα τοῦ ὁμοίου θεωρία, ἢ γνῶσις
                        <lb/>φαινομένων κοινοτήτων. </p></div><div type="textpart" subtype="chapter" n="3"><p>[Πόσαι αἱ αἱρέσεις ἐν ἰατρικῇ καὶ τίνα χαρακτηρίζοντα <lb/>αὐτάς.] Αἱρέσεις
                        δὲ ἐν ἰατρικῇ τρεῖς, λογικὴ, ἐμπειρικὴ, <lb/>μεθοδική· λογικὴ μὲν ἡ
                        φυσιολογίαν παρέχουσα καὶ <lb/>τὰς αἰτίας τῶν νόσων ἐξετάζουσα καὶ σημειώσει
                        πρὸς εὕρεσιν <lb/>τῶν αἰτίων χρωμένη τήν τε θεραπείαν ἐξ ὧν ὑπαγορεύουσιν
                        <lb/>αἱ αἰτίαι, παραλαμβάνουσα καθ᾿ ὑπεναντίωσιν. τὰ <lb/>γὰρ ἐναντία τῶν
                        ἐναντίων ἐστὶν ἰάματα. τέσσαρα οὖν ἐστὶ <lb/>τὰ χαρακτηρίζοντα τὴν λογικὴν
                        αἵρεσιν· φυσιολογία, αἰτιολογία, <lb/>σημείωσις καὶ τέταρτον τὸ ὑπαγορεύειν
                        αὐταῖς τὰ <lb/>αἴτια τῆς θεραπείας. ἐμπειρικὴ δὲ ἐστιν ἡ εἰς τὰς συνδρομὰς
                        <lb/>τῶν συμπτωμάτων, τῶν συνεδρευόντων ἐπὶ τῶν νοσούντων <lb/>ἀφορῶσα καὶ
                        τὴν κατάλληλον πρὸς τὰ συμπτώματα <lb/>θεραπείαν τετηρηκυῖα, οὔτε δὲ πάθος
                        εἰδυῖα οὔτε αἰτίας <lb/>ἐξετάζουσα, ἀρκουμένη δὲ τῇ ἐπὶ τῶν συμπτωμάτων,
                        κατὰ <lb/>πεῖραν τῶν προσφερομένων τηρήσει, χρωμένη δὲ ﻿<pb n="679"/> καὶ
                        ἱστορίᾳ τῇ τῶν προπεπειραμένων καὶ τῇ τοῦ ὁμοίου μεταβάσει <lb/>ἀπὸ τοῦ
                        πεπειραμένου ἐπὶ τὸ ἀπείραστον, ὅμοιον <lb/>δὲ κατὰ τὸ φαινόμενον εἶδος.
                        ὅσων τε γὰρ αὐτοὶ διὰ τῆς τῶν αὐτῶν <lb/>πείρας τῆς ἐπὶ πολλῶν καὶ
                        πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ <lb/>καὶ ὡσαύτως ἐχούσης ἐπειράθησαν, ἢ
                        περιπεσόντες κατὰ τύχην <lb/>παρεφύλαξαν καὶ ταὐτὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα,
                        θαῤῥοῦντες <lb/>τούτοις χρῶνται, οὐ πολυπραγμονοῦντες τὰς ἐκ τῶν
                        <lb/>ποιοτήτων δυνάμεις αὐτῶν. πεπιστεύκασι δὲ καὶ τοῖς παλαιοτάτοις,
                        <lb/>ἀναγραψαμένοις τὰ διὰ πείρας αὐτοῖς τετηρημένα, <lb/>ἣν καλοῦσιν
                        ἱστορίαν. χρῶνται δὲ καὶ τῇ τοῦ ὁμοίου μεταβάσει, <lb/>μεταβαίνοντες ἐπὶ τὰ
                        μήπω εἰς πεῖραν αὐτοῖς ἐλθόντα, <lb/>ὁπόταν ὅμοια φαίνηται τῇ κατὰ τὸ
                        πρόχειρον ἰδέᾳ· <lb/>ὡς μαλάχη καὶ βλίτον καὶ τεῦτλον καὶ λάπαθον. ἐπί τε
                        <lb/>τῶν δημητρίων, ὡς χόνδρος καὶ ὄρυζα· καὶ τράκτυον. καὶ <lb/>πάλιν ἐν
                        τοῖς ἀκροδρύοις, ὡς ἄπιος καὶ μῆλον κυδώνιον. <lb/>χαρακτηρίζει οὖν καὶ τὴν
                        ἐμπειρικὴν αἵρεσιν ταῦτα, τὸ εἰς <lb/>τὰς συνδρομὰς ἀφορᾷν τῶν συμπτωμάτων,
                        μήτε εἰς πάθος <lb/>μήτε εἰς αἴτια. δεύτερον ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις
                            <pb n="680"/> τῶν διὰ πείρας ἁρμοζόντων. τρίτον ἱστορία τῶν
                        προπεπειραμένων. <lb/>τέταρτον ἡ τοῦ ὁμοίου μετάβασις. μεθοδικὴ δέ
                        <lb/>ἐστιν ἡ κοινότησιν προσέχουσα καὶ τῇ τοῦ ὁμοίου θεωρίᾳ. <lb/>πάντα γὰρ
                        τὰ ἐπὶ μέρους πάθη εἰς δύο καθολικὰ ἀνάγουσιν, <lb/>εἴς τε τὸ στεγνὸν καὶ τὸ
                        ῥοῶδες, ἃ καλοῦσι κοινότητας. <lb/>γνωρίζουσι δὲ αὐτὰς ἀπὸ τῶν περὶ τὸ σῶμα
                        γινομένων <lb/>διαθέσεων, καθ᾿ ἑκάτερον φαινομένων καὶ οὐκ ἀδήλων. διὸ
                        <lb/>οὐ δέονται σημειώσεως, οἷον τὸ μὲν στεγνὸν, ἐκ τοῦ πεπυκνῶσθαι <lb/>τὸ
                        σῶμα πᾶν καὶ ἐπισχέσθαι αὐτοῦ τὴν διάῤῥοιαν <lb/>καὶ πᾶσαν φαινομένην
                        ἔκκρισιν παραποδίζεσθαι. τὸ δὲ ῥοῶδες <lb/>ἐκ τοῦ τήν τε ἐπιφάνειαν τοῦ
                        σώματος ἀραιῶδες καὶ <lb/>τὰς αἰσθητὰς ἐκκρίσεις ἐπιτετάσθαι καθ᾿ ὁτιοῦν
                        μέρος τοῦ <lb/>σώματος. διττὸν οὖν θεραπείας εἶδος ἐνδείκνυται αὐτοῖς τὰ
                        <lb/>γενικὰ δύο πάθη, χαλᾷν μὲν τὰ στεγνὰ, στέλλειν δὲ τὰ <lb/>ῥοώδη. ὅταν
                        δὲ ἐπιπεπλεγμένα ᾖ, πρὸς τὸ κατεπεῖγον ἵστασθαι. <lb/>κοινότητας δὲ πάσας
                        μὲν φαινομένας λέγουσιν· τούτων <lb/>δὲ τὰς μὲν παθητικὰς, ὡς τὸ στεγνὸν καὶ
                        ῥοῶδες· τὰς <lb/>δὲ θεραπευτικὰς, ὡς τὸ χαλᾷν καὶ στέλλειν· τὰς δὲ καιρικὰς,
                            <pb n="681"/> ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, παρακμήν. αἱ δὲ ἐν χειρουργίαις
                        <lb/>κοινότητες κατὰ τὴν τοῦ ἀλλοτρίου ὑπεξαίρεσιν. διττὸν <lb/>δὲ τὸ
                        ἀλλότριον, ἤτοι γὰρ ἔξωθέν ἐστιν, ἢ τῶν ἐν τῷ <lb/>σώματι τὸ μὲν ἔξωθεν
                        ἁπλοῦν, τρία δὲ εἴδη τῶν ἐν σώματι. <lb/>ἀλλὰ τὸ μὲν ἔξωθεν, ὡς σκόλοψ καὶ
                        βέλος καὶ πᾶν <lb/>ὅπερ ἀλλότριον, ἐνδείκνυται τὴν τελείαν ἐξαίρεσιν. τῶν δὲ
                        <lb/>ἐν τῷ σώματι τὸ μὲν τῷ τόπῳ ἀλλότριον, ὡς ὑπόχυμα καὶ <lb/>ἐξάρθρημα
                        καὶ κάταγμα, ἅπερ ἐνδείκνυται τὴν μετάθεσιν <lb/>ἢ ἀποκατάστασιν εἰς τὸν
                        ἴδιον τόπον. τὸ δὲ τῷ μεγέθει <lb/>ἀλλότριον, ὡς τὰ ἀποστήματα πάντα καὶ οἱ
                        ὄγκοι οἱ περὶ <lb/>ὄσχεον, ἀκροχορδόνες τε καὶ φύματα καὶ κονδυλώματα, ἅπερ
                        <lb/>ἐνδείκνυται, τὰ μὲν διαιρέσει μόνῃ χρῆσθαι, τὰ δὲ περιαιρέσει
                        <lb/>τελείᾳ τῶν περιττῶν. τὸ δὲ τῇ ἐλλείψει ἀλλότριον οὐχ <lb/>ὡς
                        περιττεῦον, ἀλλ᾿ ὡς ἐνδεὲς, οἷον τὰ κολοβώματα πάντα, <lb/>ὡς ἐπὶ τῶν χειλῶν
                        καὶ ὀφθαλμῶν, διὸ καλοῦνταί τινες λαγώφθαλμοι <lb/>καὶ λαγώχειλοι. ὁμοίως δὲ
                        καὶ αἱ σύριγγες καὶ <lb/>ὅσα ὑπόφορα καὶ κόλποι καὶ ἕλκη καὶ πάντα τὰ
                        τοιαῦτα <lb/>ὅσα κατ᾿ ἔνδειαν τὸ ἀναπληροῦσθαι ἐπιζητεῖ καὶ ἐνδείκνυται. <pb n="682"/> ἔστι δὲ παρὰ τὰς ἐν χειρουργίαις τέσσαρας κοινότητας <lb/>καὶ
                        τὸ λεγόμενον προφυλακτικὸν εἶδος, ὃ καὶ αὐτὸ εἰς κοινότητα <lb/>τάττεται ἐπὶ
                        τῶν δηλητηρίων καὶ τοξικῶν καὶ ἰοβόλων <lb/>πάντων καὶ δακετῶν πτηνῶν τε καὶ
                        χερσαίων καὶ ἐνύδρων. <lb/>κοινὸν γὰρ πάντων γένος τὸ εἶναι τὰ φθοροποιὰ,
                        <lb/>οὐχ ὑπαγόμενα τῷ στεγνῷ ἢ ῥοώδει, ἀλλὰ ἕτερον <lb/>παρὰ ταῦτα τὸ γένος·
                        διὸ καὶ ἡ θεραπευτικὴ αὐτῶν κοινότης <lb/>ἑτέρα παρ᾿ ἐκείνην, ἡ προφυλακτικὴ
                        λεγομένη. χαρακτηρίζει <lb/>οὖν καὶ τὴν μεθοδικὴν αἵρεσιν πρῶτον μὲν ἡ
                        <lb/>τοῦ ὁμοίου θεωρία ἐπὶ τῶν φαινομένων, ἀλλ᾿ οὐκ ἐπὶ τῶν <lb/>ἀδήλων, ὡς
                        ἐν τῇ λογικῇ αἱρέσει. ταύτῃ γὰρ καὶ διορίζεται, <lb/>ἐπεὶ καὶ ἐν ἐκείνῃ
                        ἐστὶν ἡ τοῦ ὁμοίου θεωρία, ἀλλὰ <lb/>ἐπὶ τῶν ἀδήλων. δεύτερον ὅτι ἐκ τοῦ ἐν
                        τοῖς φαινομένοις <lb/>ὁμοίου ἀνάγει εἰς τὰ καθόλου πάντα τὰ ἐπὶ μέρους, τά
                        <lb/>τε πάθη καὶ τὰ βοηθήματα καὶ τοὺς καιρούς. ἀλλ᾿ οὐχ ὡς <lb/>οἱ
                        ἐμπειρικοὶ τοῖς φαινομένοις μόνον προσέχουσιν· ἵστανται <lb/>δὲ ἐν τοῖς ἐπὶ
                        μέρους καὶ οὐδὲν καθολικὸν ἴσασιν. τρίτον <pb n="683"/> τὸ ἐκ τῆς τῶν
                        κοινοτήτων ἐνδείξεως τὴν θεραπείαν λαμβάνειν <lb/>καὶ μήτε τὰ αἴτια αὐτοὺς
                        ὑπαγορεύειν, ὡς τοὺς λογικοὺς, <lb/>μήτε τῇ ἐπὶ ταῖς συνδρομαῖς τηρήσει τῶν
                        διὰ πείρας <lb/>ἁρμοζόντων ἀρκεῖσθαι, ὡς τοὺς ἐμπειρικούς. </p></div><div type="textpart" subtype="chapter" n="4"><p>[Τίνες προέστησαν τῶν τριῶν αἱρέσεων.] <lb/>Προέστησαν δὲ τῆς μὲν λογικῆς
                        αἱρέσεως Ἱπποκράτης <lb/>Κῶος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος
                        συνέστησε <lb/>τὴν λογικὴν αἵρεσιν, μετὰ δὲ τοῦτον Διοκλῆς ὁ Καρύστιος,
                        <lb/>Πραξαγόρας Κῶος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος <lb/>Χῖος,
                        Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς, Κιανὸς, <lb/>ὃς καὶ Προυσίας
                        ἐκαλεῖτο. τῆς δὲ ἐμπειρικῆς προέστησε <lb/>Φιλῖνος Κῶος, ὁ πρῶτος αὐτὴν
                        ἀποτεμνόμενος ἀπὸ τῆς <lb/>λογικῆς αἱρέσεως, τὰς ἀφορμὰς λαβὼν παρὰ
                        Ἡροφίλου, οὗ <lb/>καὶ ἀκουστὴς ἐγένετο. θέλοντες δὲ ἀπαρχαΐζειν ἑαυτῶν τὴν
                        <lb/>αἵρεσιν, ἵνα ᾖ πρεσβυτέρα τῆς λογικῆς, Ἄκρωνα τὸν Ἀκραγαντῖνόν
                        <lb/>φασιν ἄρξασθαι αὐτῆς. μετὰ Φιλῖνον ἐγένετο Σεραπίων <lb/>Ἀλεξανδρεὺς,
                        εἶτα Ἀπολλώνιοι δύο, πατήρ τε καὶ <lb/>υἱὸς, Ἀντιοχεῖς. μεθ᾿ οὓς Μηνόδοτος
                        καὶ Σέξστος, οἳ καὶ ﻿<pb n="684"/> ἀκριβῶς ἐκράτυναν αὐτήν. μεθοδικῆς δὲ
                        ἦρξε μὲν Θεμίσων <lb/>ὁ Λαοδικεὺς τῆς Συρίας, παρ᾿ Ἀσκληπιάδου τοῦ λογικοῦ
                        <lb/>ἐφοδιασθεὶς εἰς τὴν εὕρεσιν τῆς μεθοδικῆς αἱρέσεως. <lb/>ἐτελείωσε δὲ
                        αὐτὴν Θεσσαλὸς ὁ Τραλλιανός. οἱ δὲ μετὰ <lb/>τούτους Μνασέας, Διονύσιος,
                        Πρόκλος, Ἀντίπατρος· διεστασίασαν <lb/>δὲ περί τινων ἐν αὐτῇ Ὀλυμπιακὸς ὁ
                        Μιλήσιος <lb/>καὶ Μενέμαχος ὁ Ἀφροδισεὺς καὶ Σωρανὸς ὁ Ἐφέσιος.
                        <lb/>ἐγένοντο δέ τινες καὶ ἐπισυνθετικοὶ, ὡς Λεωνίδης ὁ <lb/>Ἀλεξανδρεύς.
                        καὶ ἐκλεκτοὶ, ὡς Ἀρχιγένης ὁ Ἀπαμεὺς τῆς Συρίας. </p></div><div type="textpart" subtype="chapter" n="5"><p>[Εἰ ἐπιστήμη ἡ ἰατρικὴ, ἢ τέχνη.] Τινὲς <lb/>τῶν λογικῶν, ὧν ἐστι καὶ
                        Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν <lb/>τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικὴν, οἷον
                        τὸ αἰτιολογικὸν <lb/>καὶ φυσιολογικὸν, τὸ δὲ στοχαστικὸν, οἷον τὸ
                        θεραπευτικὸν <lb/>καὶ τὸ σημειωτικόν. οἱ δὲ μεθοδικοὶ καὶ δι᾿ ὅλου ἐπιστήμην
                        <lb/>αὐτὴν ἀποκαλοῦσιν. διήμαρτον δὲ ἄμφω τοῦ ἀληθοῦς <lb/>καὶ μάλιστα οἱ
                        μεθοδικοί. ἐπιστήμη γάρ ἐστι γνῶσις ἀραρυῖα <lb/>καὶ βεβαία καὶ ἀμετάπτωτος
                        ὑπὸ λόγου. αὕτη δὲ οὐδὲ <lb/>παρὰ τοῖς φιλοσόφοις ἐστὶ, μάλιστα ἐν τῷ
                        φυσιολογεῖν· <pb n="685"/> πολὺ δὲ δὴ μᾶλλον οὐκ ἂν εἴη ἐν ἰατρικῇ, ἀλλ᾿
                        οὐδ᾿ ὅλως <lb/>εἰς ἀνθρώπους ἔρχεται. διὸ τέχνη εἰκότως ἂν λέγοιτο ἡ
                        <lb/>ἰατρική. τέχνη γάρ ἐστι σύστημα ἐγκαταλήψεων καὶ <lb/>διανοιῶν, ποιόν
                        τε καὶ ποσὸν συγγεγυμνασμένον, πρός τι <lb/>τέλος νευουσῶν χρήσιμον τῷ βίῳ.
                        καταλήψεις οὖν καὶ αὕτη <lb/>ἔχουσα ἀνθρωπίνας καὶ ταύτας ἱκανὰς τῷ πλήθει,
                        ὡς σύστημα <lb/>αὐτῶν εἶναι, ἄλλως τε καὶ συγγεγυμνασμένας, τουτέστι
                        <lb/>προσεχεῖς ἀλλήλαις καὶ συνᾳδούσας, οὐχὶ ἀσυναρτήτους, <lb/>ἰδιώτατα ἂν
                        τέχνη ὀνομάζοιτο, ἐφαρμόζοντος αὐτῇ <lb/>τοῦ ὅρου τῆς τέχνης καὶ εἴς τι
                        χρήσιμον τῷ βίῳ νεύουσιν <lb/>αἱ ἐν αὐτῇ καταλήψεις. ἐπὶ γὰρ τὸ σώζειν καὶ
                        ὑγιάζειν τοὺς <lb/>ἀνθρώπους παρῆλθεν εἰς τὸν βίον. διττῆς δὲ οὔσης τεχνῶν
                        <lb/>διαφορᾶς, αἱ μὲν γὰρ τοῦ καθ᾿ ἑαυτὰς τέλους ἀεὶ τυγχάνουσιν, <lb/>ὡς
                        τεκτονικὴ καὶ ναυπηγικὴ καὶ οἰκοδομική· αἱ δὲ <lb/>ἐφίενται μὲν τοῦ ἑαυτῶν
                        τέλους, ὡς σκοποῦ, οὐκ ἀεὶ δὲ <lb/>αὐτοῦ τυγχάνουσιν, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ,
                        διὸ καὶ στοχαστικαὶ <lb/>λέγονται. τούτων ἂν εἴη καὶ ἰατρικὴ, ὡς ῥητορικὴ
                        καὶ <pb n="686"/> κυβερνητικὴ καὶ τοξική. ἔστι δὲ καὶ ἑτέρα διαφορὰ τῶν
                        <lb/>τεχνῶν, διττὴ καὶ αὐτή. αἱ μὲν γὰρ ἐν τῷ γίνεσθαι τὸ <lb/>εἶναι
                        ἔχουσιν, μετὰ δὲ τὸ παύσασθαι τῆς ἐνεργείας οὐδὲν <lb/>αὐτῶν ἀποτέλεσμα
                        δείκνυται, ὡς ὀρχηστικὴ καὶ κιθαριστικὴ <lb/>καὶ παλαιστρικὴ καὶ πᾶσα
                        μουσικὴ τέχνη. αἱ δὲ ἐν τῷ <lb/>ἐνεργεῖν οὐδὲν ἔχουσιν ὅλως φαινόμενον
                        ἔργον, ἀλλ᾿ ὡς ἄν <lb/>τινος μέλλοντος ἔσεσθαι παρασκευαστικαὶ, μετὰ δὲ τὸ
                        ἀποστῆναι <lb/>τῆς ἐνεργείας, τότε αὐτῶν τὸ ἀποτέλεσμα φαίνεται, <lb/>ὡς
                        ἀγαλματοποιητικὴ καὶ ζωγραφία καὶ τεκτονικὴ καὶ τῶν <lb/>ἄλλων ὧν ὕστερον
                        ἐπιμένει τὰ ἔργα. τούτων δ᾿ ἂν εἴη καὶ <lb/>ἡ ἰατρική. ἐν γὰρ τῷ θεραπεύειν
                        οὐδέπω αὐτῆς διαδείκνυται <lb/>τὸ τέλος, ἐνισταμένης ἀεὶ πρὸς τὰς νόσους·
                        ὅταν δὲ <lb/>συντελέσῃ τὰς θεραπείας, τότε ὑγιῆ τὸν ἄνθρωπον ἀπέφηνεν. </p></div></div></body></text></TEI>