ΓΑΛΗΝΟΥ ΕΙΣΑΓΩΓΗ Η ΙΑΤΡΟΣ. [Πῶς εὕρηται ἡ ἰατρική.] Ἕλληνες τῶν τεχνῶν τὰς εὑρέσεις ἢ θεῶν παισὶν ἀνατιθέασιν, ἤ τισιν ἐγγὺς αὐτῶν οἷς πρῶτοι οἱ θεοὶ πάσης τέχνης ἐκοινώνησαν. οὕτως οὖν καὶ τὴν ἰατρικὴν πρῶτον μὲν Ἀσκληπιὸν παρ᾿ Ἀπόλλωνος τοῦ πατρός φασιν ἐκμαθεῖν καὶ ἀνθρώποις μεταδοῦναι, διὸ καὶ δοκεῖ εὑρετὴς γεγονέναι αὐτῆς· πρὸ δὲ Ἀσκληπιοῦ τέχνη μὲν ἰατρικὴ οὔπω ἦν ἐν ἀνθρώποις, ἐμπειρίαν δέ τινα οἱ παλαιοὶ εἶχον φαρμάκων καὶ βοτανῶν, οἶα παρ᾿ Ἕλλησι Χείρων ὁ κένταυρος ἠπίστατο καὶ οἱ ὑπὸ τούτου παιδευθέντες ἥρωες, ὅσα τε εἰς Ἀριστέα καὶ Μελάμποδα καὶ Πολύειδον ἀναφέρεται. παρὰ δὲ Αἰγυπτίοις ἦν μὲν καὶ ἡ τῶν βοτανῶν χρῆσις καὶ ἡ ἄλλη φαρμακεία, ὡς καὶ Ὅμηρος μαρτυρεῖ λέγων, Αἰγυπτίη γῆ πλεῖστα φέρει, ζείδωρος ἄρουρα Φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. ἐκ δὲ τῆς ἐν ταῖς ταριχείαις ἀνασχίσεως τῶν νεκρῶν πολλὰ καὶ τῶν ἐν χειρουργίᾳ παρὰ τοῖς πρώτοις ἰατροῖς εὑρῆσθαι δοκεῖ. τινὰ δὲ ἐκ περιπτώσεως φασιν ἐπινενοῆσθαι, ὡς τὸ παρακεντεῖν τοὺς ὑποκεχυμένους, ἐκ τοῦ περιπεσεῖν αἶγα, ἥτις ὑποχυθεῖσα |ἀνέβλεψεν ὀξυσχοίνου ἐμπαγείσης εἰς τὸν ὀφθαλμόν. καὶ τὸ κλύζειν δὲ ἀπὸ τῆς ἴβεως φασιν εὑρεθῆναι, πληρούσης τὸ περὶ τὸν τράχηλον δέρμα, ὡς κλυστῆρος ἄσκωμα θαλασσίου ὕδατος καὶ Νειλαίου καὶ διὰ τοῦ ῥάμφους ἐνιείσης ἑαυτῇ ὄπισθεν. φησὶ δὲ καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος τὸ παλαιὸν ἐν ταῖς τριόδοις προτίθεσθαι τοὺς νοσοῦντας, τοὺς δὲ περιπεσόντας τοῖς αὐτοῖς νοσήμασιν ὑφηγεῖσθαι οἷς χρησάμενος ἕκαστος ἐθεραπεύθη, καὶ οὕτως ἐκ τῆς τῶν πολλῶν πείρας συνηρανίσθαι τὰ τῆς ἰατρικῆς. ἀλλ᾿ αὕτη μὲν ἄλογος ἡ πεῖρα καὶ οὔπω λογική. τελείαν δὲ ἰατρικὴν καὶ τοῖς ἑαυτῆς μέρεσι συμπεπληρωμένην, τὴν μὲν ὡς ἀληθῶς θείαν Ἀσκληπιὸν μόνον εὑρεῖν, τὴν δ᾿ ἐν ἀνθρώποις τοὺς Ἀσκληπιάδας παρὰ τούτου διαδεξαμένους τοῖς ἔπειτα παραδοῦναι, μάλιστα δὲ Ἱπποκράτης, ὃς πάντων ὑπερήνεγκε καὶ πρῶτος εἰς φῶς ἐξήνεγκε τὴν τελείαν παρ᾿ Ἕλλησιν ἰατρικήν. [Τίνες ἀρχαὶ ἰατρικῆς.] Ἀρχαὶ οὖν τῆς ἰατρικῆς τρεῖς· ἡ μὲν εὑρέσεως, ἡ δὲ ἐκ τοῦ συστήσασθαι τὴν τέχνην, ἡ δὲ ὑφηγήσεως. εὑρέσεως μὲν οὖν ἁπλῶς τῆς ἐν τῇ ἰατρικῇ ἡ παλαιοτάτη καὶ ἄνευ λόγου ἀρχὴ ἡ πεῖρα, ὡς παρὰ Αἰγυπτίοις καὶ πᾶσι βαρβάροις. τοῦ δὲ εἰς σύστημα τέχνης ἀγαγεῖν, ὡς τὴν τῶν Ἀσκληπιαδῶν ἰατρικὴν, ταύτης δὲ ἀρχὴ λόγος καὶ πεῖρα. ὑφηγήσεως δὲ, ὥς φησιν Ἀθήναιος, ἢ παραδόσεως, καθώς τινες λέγουσιν, ἀρχὴ ἡ φυσικὴ θεωρία. ἁπλῶς δὲ καὶ Ἱπποκράτης ἔφη, ἀρχὴ τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις πρώτη· ἀπὸ γὰρ τοῦ φυσιολογεῖν ἄρχονται οἱ δογματικοὶ, ἐπειδὴ ἐκ τῶν κατὰ φύσιν καὶ τὰ παρὰ φύσιν δύνανται εἰδέναι, ἄνευ δὲ τοῦ γνῶναι τὸ κατὰ φύσιν τὸ παρὰ τοῦτο ἔχον, οὐχ οἶόν τε ἐπίστασθαι. καὶ ἐν τῷ θεραπεύειν ὁμοίως δέονται τῆς φυσιολογίας, ἐπειδὴ ἀπὸ τῆς φυσικῆς δυνάμεως τῶν προσφερομένων βοηθημάτων τὸ κατάλληλον αὐτῶν πρὸς τὰ πάθη λαμβάνουσιν. οἱ δὲ κατὰ τὰς ἄλλας αἱρέσεις παραιτησάμενοι τὸ φυσιολογεῖν ἄρχονται ἑκάτεροι ἀφ᾿ ὧν τὴν ἕξιν τοῦ προσφέρειν τὰ βοηθήματα περιεποιήσαντο· οἱ μὲν μεθοδικοὶ ἐκ τῆς τῶν κοινοτήτων ἐνδείξεως, οἱ δ᾿ ἐμπειρικοὶ ἐκ τῆς κατὰ τὴν πεῖραν τηρήσεως. ὥσπερ γὰρ τοῖς δογματικοῖς ἀρχὴ τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις, οὕτω τοῖς ἐμπειρικοῖς ἀρχὴ ἡ πεῖρα, ἡ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα. ἀπὸ ταύτης γὰρ καὶ ἡ ἱστορία ἄρχεται καὶ κατὰ ταύτην ἡ τοῦ ὁμοίου μετάβασις. τοῖς δὲ μεθοδικοῖς ἀρχὴ ἡ κατὰ τὰ φαινόμενα τοῦ ὁμοίου θεωρία, ἢ γνῶσις φαινομένων κοινοτήτων. [Πόσαι αἱ αἱρέσεις ἐν ἰατρικῇ καὶ τίνα χαρακτηρίζοντα αὐτάς.] Αἱρέσεις δὲ ἐν ἰατρικῇ τρεῖς, λογικὴ, ἐμπειρικὴ, μεθοδική· λογικὴ μὲν ἡ φυσιολογίαν παρέχουσα καὶ τὰς αἰτίας τῶν νόσων ἐξετάζουσα καὶ σημειώσει πρὸς εὕρεσιν τῶν αἰτίων χρωμένη τήν τε θεραπείαν ἐξ ὧν ὑπαγορεύουσιν αἱ αἰτίαι, παραλαμβάνουσα καθ᾿ ὑπεναντίωσιν. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. τέσσαρα οὖν ἐστὶ τὰ χαρακτηρίζοντα τὴν λογικὴν αἵρεσιν· φυσιολογία, αἰτιολογία, σημείωσις καὶ τέταρτον τὸ ὑπαγορεύειν αὐταῖς τὰ αἴτια τῆς θεραπείας. ἐμπειρικὴ δὲ ἐστιν ἡ εἰς τὰς συνδρομὰς τῶν συμπτωμάτων, τῶν συνεδρευόντων ἐπὶ τῶν νοσούντων ἀφορῶσα καὶ τὴν κατάλληλον πρὸς τὰ συμπτώματα θεραπείαν τετηρηκυῖα, οὔτε δὲ πάθος εἰδυῖα οὔτε αἰτίας ἐξετάζουσα, ἀρκουμένη δὲ τῇ ἐπὶ τῶν συμπτωμάτων, κατὰ πεῖραν τῶν προσφερομένων τηρήσει, χρωμένη δὲ  καὶ ἱστορίᾳ τῇ τῶν προπεπειραμένων καὶ τῇ τοῦ ὁμοίου μεταβάσει ἀπὸ τοῦ πεπειραμένου ἐπὶ τὸ ἀπείραστον, ὅμοιον δὲ κατὰ τὸ φαινόμενον εἶδος. ὅσων τε γὰρ αὐτοὶ διὰ τῆς τῶν αὐτῶν πείρας τῆς ἐπὶ πολλῶν καὶ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἐπειράθησαν, ἢ περιπεσόντες κατὰ τύχην παρεφύλαξαν καὶ ταὐτὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα, θαῤῥοῦντες τούτοις χρῶνται, οὐ πολυπραγμονοῦντες τὰς ἐκ τῶν ποιοτήτων δυνάμεις αὐτῶν. πεπιστεύκασι δὲ καὶ τοῖς παλαιοτάτοις, ἀναγραψαμένοις τὰ διὰ πείρας αὐτοῖς τετηρημένα, ἣν καλοῦσιν ἱστορίαν. χρῶνται δὲ καὶ τῇ τοῦ ὁμοίου μεταβάσει, μεταβαίνοντες ἐπὶ τὰ μήπω εἰς πεῖραν αὐτοῖς ἐλθόντα, ὁπόταν ὅμοια φαίνηται τῇ κατὰ τὸ πρόχειρον ἰδέᾳ· ὡς μαλάχη καὶ βλίτον καὶ τεῦτλον καὶ λάπαθον. ἐπί τε τῶν δημητρίων, ὡς χόνδρος καὶ ὄρυζα· καὶ τράκτυον. καὶ πάλιν ἐν τοῖς ἀκροδρύοις, ὡς ἄπιος καὶ μῆλον κυδώνιον. χαρακτηρίζει οὖν καὶ τὴν ἐμπειρικὴν αἵρεσιν ταῦτα, τὸ εἰς τὰς συνδρομὰς ἀφορᾷν τῶν συμπτωμάτων, μήτε εἰς πάθος μήτε εἰς αἴτια. δεύτερον ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις τῶν διὰ πείρας ἁρμοζόντων. τρίτον ἱστορία τῶν προπεπειραμένων. τέταρτον ἡ τοῦ ὁμοίου μετάβασις. μεθοδικὴ δέ ἐστιν ἡ κοινότησιν προσέχουσα καὶ τῇ τοῦ ὁμοίου θεωρίᾳ. πάντα γὰρ τὰ ἐπὶ μέρους πάθη εἰς δύο καθολικὰ ἀνάγουσιν, εἴς τε τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἃ καλοῦσι κοινότητας. γνωρίζουσι δὲ αὐτὰς ἀπὸ τῶν περὶ τὸ σῶμα γινομένων διαθέσεων, καθ᾿ ἑκάτερον φαινομένων καὶ οὐκ ἀδήλων. διὸ οὐ δέονται σημειώσεως, οἷον τὸ μὲν στεγνὸν, ἐκ τοῦ πεπυκνῶσθαι τὸ σῶμα πᾶν καὶ ἐπισχέσθαι αὐτοῦ τὴν διάῤῥοιαν καὶ πᾶσαν φαινομένην ἔκκρισιν παραποδίζεσθαι. τὸ δὲ ῥοῶδες ἐκ τοῦ τήν τε ἐπιφάνειαν τοῦ σώματος ἀραιῶδες καὶ τὰς αἰσθητὰς ἐκκρίσεις ἐπιτετάσθαι καθ᾿ ὁτιοῦν μέρος τοῦ σώματος. διττὸν οὖν θεραπείας εἶδος ἐνδείκνυται αὐτοῖς τὰ γενικὰ δύο πάθη, χαλᾷν μὲν τὰ στεγνὰ, στέλλειν δὲ τὰ ῥοώδη. ὅταν δὲ ἐπιπεπλεγμένα ᾖ, πρὸς τὸ κατεπεῖγον ἵστασθαι. κοινότητας δὲ πάσας μὲν φαινομένας λέγουσιν· τούτων δὲ τὰς μὲν παθητικὰς, ὡς τὸ στεγνὸν καὶ ῥοῶδες· τὰς δὲ θεραπευτικὰς, ὡς τὸ χαλᾷν καὶ στέλλειν· τὰς δὲ καιρικὰς, ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, παρακμήν. αἱ δὲ ἐν χειρουργίαις κοινότητες κατὰ τὴν τοῦ ἀλλοτρίου ὑπεξαίρεσιν. διττὸν δὲ τὸ ἀλλότριον, ἤτοι γὰρ ἔξωθέν ἐστιν, ἢ τῶν ἐν τῷ σώματι τὸ μὲν ἔξωθεν ἁπλοῦν, τρία δὲ εἴδη τῶν ἐν σώματι. ἀλλὰ τὸ μὲν ἔξωθεν, ὡς σκόλοψ καὶ βέλος καὶ πᾶν ὅπερ ἀλλότριον, ἐνδείκνυται τὴν τελείαν ἐξαίρεσιν. τῶν δὲ ἐν τῷ σώματι τὸ μὲν τῷ τόπῳ ἀλλότριον, ὡς ὑπόχυμα καὶ ἐξάρθρημα καὶ κάταγμα, ἅπερ ἐνδείκνυται τὴν μετάθεσιν ἢ ἀποκατάστασιν εἰς τὸν ἴδιον τόπον. τὸ δὲ τῷ μεγέθει ἀλλότριον, ὡς τὰ ἀποστήματα πάντα καὶ οἱ ὄγκοι οἱ περὶ ὄσχεον, ἀκροχορδόνες τε καὶ φύματα καὶ κονδυλώματα, ἅπερ ἐνδείκνυται, τὰ μὲν διαιρέσει μόνῃ χρῆσθαι, τὰ δὲ περιαιρέσει τελείᾳ τῶν περιττῶν. τὸ δὲ τῇ ἐλλείψει ἀλλότριον οὐχ ὡς περιττεῦον, ἀλλ᾿ ὡς ἐνδεὲς, οἷον τὰ κολοβώματα πάντα, ὡς ἐπὶ τῶν χειλῶν καὶ ὀφθαλμῶν, διὸ καλοῦνταί τινες λαγώφθαλμοι καὶ λαγώχειλοι. ὁμοίως δὲ καὶ αἱ σύριγγες καὶ ὅσα ὑπόφορα καὶ κόλποι καὶ ἕλκη καὶ πάντα τὰ τοιαῦτα ὅσα κατ᾿ ἔνδειαν τὸ ἀναπληροῦσθαι ἐπιζητεῖ καὶ ἐνδείκνυται. ἔστι δὲ παρὰ τὰς ἐν χειρουργίαις τέσσαρας κοινότητας καὶ τὸ λεγόμενον προφυλακτικὸν εἶδος, ὃ καὶ αὐτὸ εἰς κοινότητα τάττεται ἐπὶ τῶν δηλητηρίων καὶ τοξικῶν καὶ ἰοβόλων πάντων καὶ δακετῶν πτηνῶν τε καὶ χερσαίων καὶ ἐνύδρων. κοινὸν γὰρ πάντων γένος τὸ εἶναι τὰ φθοροποιὰ, οὐχ ὑπαγόμενα τῷ στεγνῷ ἢ ῥοώδει, ἀλλὰ ἕτερον παρὰ ταῦτα τὸ γένος· διὸ καὶ ἡ θεραπευτικὴ αὐτῶν κοινότης ἑτέρα παρ᾿ ἐκείνην, ἡ προφυλακτικὴ λεγομένη. χαρακτηρίζει οὖν καὶ τὴν μεθοδικὴν αἵρεσιν πρῶτον μὲν ἡ τοῦ ὁμοίου θεωρία ἐπὶ τῶν φαινομένων, ἀλλ᾿ οὐκ ἐπὶ τῶν ἀδήλων, ὡς ἐν τῇ λογικῇ αἱρέσει. ταύτῃ γὰρ καὶ διορίζεται, ἐπεὶ καὶ ἐν ἐκείνῃ ἐστὶν ἡ τοῦ ὁμοίου θεωρία, ἀλλὰ ἐπὶ τῶν ἀδήλων. δεύτερον ὅτι ἐκ τοῦ ἐν τοῖς φαινομένοις ὁμοίου ἀνάγει εἰς τὰ καθόλου πάντα τὰ ἐπὶ μέρους, τά τε πάθη καὶ τὰ βοηθήματα καὶ τοὺς καιρούς. ἀλλ᾿ οὐχ ὡς οἱ ἐμπειρικοὶ τοῖς φαινομένοις μόνον προσέχουσιν· ἵστανται δὲ ἐν τοῖς ἐπὶ μέρους καὶ οὐδὲν καθολικὸν ἴσασιν. τρίτον τὸ ἐκ τῆς τῶν κοινοτήτων ἐνδείξεως τὴν θεραπείαν λαμβάνειν καὶ μήτε τὰ αἴτια αὐτοὺς ὑπαγορεύειν, ὡς τοὺς λογικοὺς, μήτε τῇ ἐπὶ ταῖς συνδρομαῖς τηρήσει τῶν διὰ πείρας ἁρμοζόντων ἀρκεῖσθαι, ὡς τοὺς ἐμπειρικούς. [Τίνες προέστησαν τῶν τριῶν αἱρέσεων.] Προέστησαν δὲ τῆς μὲν λογικῆς αἱρέσεως Ἱπποκράτης Κῶος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος συνέστησε τὴν λογικὴν αἵρεσιν, μετὰ δὲ τοῦτον Διοκλῆς ὁ Καρύστιος, Πραξαγόρας Κῶος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος Χῖος, Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς, Κιανὸς, ὃς καὶ Προυσίας ἐκαλεῖτο. τῆς δὲ ἐμπειρικῆς προέστησε Φιλῖνος Κῶος, ὁ πρῶτος αὐτὴν ἀποτεμνόμενος ἀπὸ τῆς λογικῆς αἱρέσεως, τὰς ἀφορμὰς λαβὼν παρὰ Ἡροφίλου, οὗ καὶ ἀκουστὴς ἐγένετο. θέλοντες δὲ ἀπαρχαΐζειν ἑαυτῶν τὴν αἵρεσιν, ἵνα ᾖ πρεσβυτέρα τῆς λογικῆς, Ἄκρωνα τὸν Ἀκραγαντῖνόν φασιν ἄρξασθαι αὐτῆς. μετὰ Φιλῖνον ἐγένετο Σεραπίων Ἀλεξανδρεὺς, εἶτα Ἀπολλώνιοι δύο, πατήρ τε καὶ υἱὸς, Ἀντιοχεῖς. μεθ᾿ οὓς Μηνόδοτος καὶ Σέξστος, οἳ καὶ  ἀκριβῶς ἐκράτυναν αὐτήν. μεθοδικῆς δὲ ἦρξε μὲν Θεμίσων ὁ Λαοδικεὺς τῆς Συρίας, παρ᾿ Ἀσκληπιάδου τοῦ λογικοῦ ἐφοδιασθεὶς εἰς τὴν εὕρεσιν τῆς μεθοδικῆς αἱρέσεως. ἐτελείωσε δὲ αὐτὴν Θεσσαλὸς ὁ Τραλλιανός. οἱ δὲ μετὰ τούτους Μνασέας, Διονύσιος, Πρόκλος, Ἀντίπατρος· διεστασίασαν δὲ περί τινων ἐν αὐτῇ Ὀλυμπιακὸς ὁ Μιλήσιος καὶ Μενέμαχος ὁ Ἀφροδισεὺς καὶ Σωρανὸς ὁ Ἐφέσιος. ἐγένοντο δέ τινες καὶ ἐπισυνθετικοὶ, ὡς Λεωνίδης ὁ Ἀλεξανδρεύς. καὶ ἐκλεκτοὶ, ὡς Ἀρχιγένης ὁ Ἀπαμεὺς τῆς Συρίας. [Εἰ ἐπιστήμη ἡ ἰατρικὴ, ἢ τέχνη.] Τινὲς τῶν λογικῶν, ὧν ἐστι καὶ Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικὴν, οἷον τὸ αἰτιολογικὸν καὶ φυσιολογικὸν, τὸ δὲ στοχαστικὸν, οἷον τὸ θεραπευτικὸν καὶ τὸ σημειωτικόν. οἱ δὲ μεθοδικοὶ καὶ δι᾿ ὅλου ἐπιστήμην αὐτὴν ἀποκαλοῦσιν. διήμαρτον δὲ ἄμφω τοῦ ἀληθοῦς καὶ μάλιστα οἱ μεθοδικοί. ἐπιστήμη γάρ ἐστι γνῶσις ἀραρυῖα καὶ βεβαία καὶ ἀμετάπτωτος ὑπὸ λόγου. αὕτη δὲ οὐδὲ παρὰ τοῖς φιλοσόφοις ἐστὶ, μάλιστα ἐν τῷ φυσιολογεῖν· πολὺ δὲ δὴ μᾶλλον οὐκ ἂν εἴη ἐν ἰατρικῇ, ἀλλ᾿ οὐδ᾿ ὅλως εἰς ἀνθρώπους ἔρχεται. διὸ τέχνη εἰκότως ἂν λέγοιτο ἡ ἰατρική. τέχνη γάρ ἐστι σύστημα ἐγκαταλήψεων καὶ διανοιῶν, ποιόν τε καὶ ποσὸν συγγεγυμνασμένον, πρός τι τέλος νευουσῶν χρήσιμον τῷ βίῳ. καταλήψεις οὖν καὶ αὕτη ἔχουσα ἀνθρωπίνας καὶ ταύτας ἱκανὰς τῷ πλήθει, ὡς σύστημα αὐτῶν εἶναι, ἄλλως τε καὶ συγγεγυμνασμένας, τουτέστι προσεχεῖς ἀλλήλαις καὶ συνᾳδούσας, οὐχὶ ἀσυναρτήτους, ἰδιώτατα ἂν τέχνη ὀνομάζοιτο, ἐφαρμόζοντος αὐτῇ τοῦ ὅρου τῆς τέχνης καὶ εἴς τι χρήσιμον τῷ βίῳ νεύουσιν αἱ ἐν αὐτῇ καταλήψεις. ἐπὶ γὰρ τὸ σώζειν καὶ ὑγιάζειν τοὺς ἀνθρώπους παρῆλθεν εἰς τὸν βίον. διττῆς δὲ οὔσης τεχνῶν διαφορᾶς, αἱ μὲν γὰρ τοῦ καθ᾿ ἑαυτὰς τέλους ἀεὶ τυγχάνουσιν, ὡς τεκτονικὴ καὶ ναυπηγικὴ καὶ οἰκοδομική· αἱ δὲ ἐφίενται μὲν τοῦ ἑαυτῶν τέλους, ὡς σκοποῦ, οὐκ ἀεὶ δὲ αὐτοῦ τυγχάνουσιν, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ, διὸ καὶ στοχαστικαὶ λέγονται. τούτων ἂν εἴη καὶ ἰατρικὴ, ὡς ῥητορικὴ καὶ κυβερνητικὴ καὶ τοξική. ἔστι δὲ καὶ ἑτέρα διαφορὰ τῶν τεχνῶν, διττὴ καὶ αὐτή. αἱ μὲν γὰρ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν, μετὰ δὲ τὸ παύσασθαι τῆς ἐνεργείας οὐδὲν αὐτῶν ἀποτέλεσμα δείκνυται, ὡς ὀρχηστικὴ καὶ κιθαριστικὴ καὶ παλαιστρικὴ καὶ πᾶσα μουσικὴ τέχνη. αἱ δὲ ἐν τῷ ἐνεργεῖν οὐδὲν ἔχουσιν ὅλως φαινόμενον ἔργον, ἀλλ᾿ ὡς ἄν τινος μέλλοντος ἔσεσθαι παρασκευαστικαὶ, μετὰ δὲ τὸ ἀποστῆναι τῆς ἐνεργείας, τότε αὐτῶν τὸ ἀποτέλεσμα φαίνεται, ὡς ἀγαλματοποιητικὴ καὶ ζωγραφία καὶ τεκτονικὴ καὶ τῶν ἄλλων ὧν ὕστερον ἐπιμένει τὰ ἔργα. τούτων δ᾿ ἂν εἴη καὶ ἡ ἰατρική. ἐν γὰρ τῷ θεραπεύειν οὐδέπω αὐτῆς διαδείκνυται τὸ τέλος, ἐνισταμένης ἀεὶ πρὸς τὰς νόσους· ὅταν δὲ συντελέσῃ τὰς θεραπείας, τότε ὑγιῆ τὸν ἄνθρωπον ἀπέφηνεν.