Ἐχέτω τοίνυν ψυχήν, εἴ τις τὴν φυτικὴν δύναμιν ψυχὴν καλεῖν ἐθέλοι, τὸ σπέρμα καὶ ἐχέτω γε ταύτην παρὰ τοῦ πατρὸς ἀπομερισθεῖσαν ἢ γεννηθεῖσαν, ἐχέτω δὲ καὶ ἀπὸ τῆς μητρὸς ὕστερον ἢ τροφὴν ἢ καὶ δύναμιν ἢ καὶ σύ(μ)πνοιαν τῆς θρεπτικῆς ταύτης καὶ αὐξητικῆς ψυχῆς — τὴν γὰρ δὴ φυτικὴν δύναμιν ἔοικε καὶ ὁ Ἱπποκράτης κατὰ τὸ παλαιὸν ἔθος ψυχὴν καλεῖν — τὴν μέντοι αὐτοκίνητον ψυχὴν οὐκ ἔνεστι δεῖξαι ἐνοῦσαν ἐν τῷ σπέρματι ἢ ἔν γε τῷ ἐμβρύῳ, ὅτι οὐδὲ χρεία ταυτησί, ληφθείσης εἰς τὸ ἔργον τῆς ἰδίας τοῦ σπέρματος φύσεως. ἐξ ἀλογίας γὰρ= ἡ εὐτονία, καὶ φύσεως χρεία εὐθ(ε)νουμένης τῇ μελλούσῃ εἰς τοσοῦτον ὄγκον προάγειν καὶ πλάσσειν καὶ πήσσειν ἐν μησὶν ἐννέα † κενοῖ τὸ ἐλάχιστον ὑγρὸν οὐκ ἐμποδιζομένης· ἐμποδίζει δὲ τὰ τῆς ἑτέρας τῇ ἑτέρᾳ προσιόντα εἰς εὐθενίαν. ὡς εὐγονία φύσεως ἀρετὴ ψυχῆς † καὶ ἀρετὴ φύσις· εἰ μὲν ο(ὖ)ν καὶ ψυχῆς ἦν χρεία, ἔδει κατ’ ἀρετὴν ἀσκεῖν τοὺς ἄρι(στ)α ποιήσειν μέλλοντας ἄνδρ(ας) καὶ γυναῖκας, ἀλλ’ οὐχὶ σωμασκεῖν ὥσπερ ἔθος· εἰ δὲ σωμασκεῖν μὲν εὐγονίᾳ φύσεως ἐπιτήδειον, ὁ δὲ σπουδαῖος, ὥς πού τις ἔλεγε, κακὸς (α)ὐτουργὸς εἰς τέκνων βλάστησιν, οὐ ψυχῆς χρεία εἰς τὰς τῶν ἐμβρύων γονὰς ἧς † ἴδρη ἀρετή, (ψυχ)ῆς (δὲ) ἧς αὕτη ἀλλότριος τὴν οἰκείαν ἀκμὴν σῳζ(ούσ)ης. κεφάλαιον λέγω· εἰ μὲν σωματουργός ἐστιν ἡ γνωριστικὴ ψυχὴ καὶ δι’ αὐτῆς αὔξ(ομεν) καὶ τρεφόμεθα, πλασσούσης (α)ὐτῆς καὶ τρεφούσης τὸ (σῶ)μα, συγχω(ρη)τέον ἀναγκαῖον εἶναι καὶ τὴν κατ’ ἰδίαν ἐν ἀπομερισμῷ· τῆς μητρικ(ῆς δὲ ψυχ)ῆς (ἀρκούσης) τῷ σπέρματι πρὸς ὧνπερ ἡ χρεία τοῖς ἐμβρύοις — χρεία δὲ πλάττεσθαι (καὶ τρέφεσ)θαι καὶ αὔξ(εσθαι) καὶ ζῆν γε οὕτως, ἀλλ’ οὐ γνωριστικῶς — αὐτάρκης ἡ (φ)υτ(ικὴ ψυχὴ) καὶ ἡ ἐν ζωτ(ικῇ) μήτρᾳ δημιουργία. τί οὖν ταράσσομεν τὰ πράγματα ἀ(πορ)ίᾳ τοῦ πό(θεν κα)ὶ ἀπιστίᾳ τοῦ ὅτι ἔξωθεν ἥκει ἡ αὐτοκίνητος ψυχή, ὅτ(αν) † ἀπὸ τῆς μητρὸς μηκέτι μηδὲ τὸ ἐν ᾦ κατὰ τὴν ἐκ τῆς μητρὸς ἐμψυχίαν διοικούμενον; τὸ γὰρ ἐλλεῖ(π)ον ἀπὸ τῆς μητρὸς (τ)ῇ φύσει ἀεὶ δεομένῃ ἐμπνεῖσθαι ἐξ αἰσθητικῆς δυνάμεως δι(ὰ τὸ εἶ)ναι ὡς ἔφαμεν γέννημα αἰσθητικῆς ὀρέξεως καὶ ἐπιπειθὲς αἰσθήσει, εἰ καὶ (αὐ)τὴ αἰσθήσεως ἄμοιρος, ὡς τὸ ἄλο(γον) τῆς ψυχῆς καίπερ λογικῶς οὐχ οἷόν τε ὂν (ἐν)εργεῖν ὑπὸ λόγου ῥυθμίζεται. κα(τ)ὰ μέντοι τὴν σω(ματικὴν) ἄλογον οὐσίαν τὸ ἐλλεῖπον τῆς συναρτήσε(ως) μ(ετ)ὰ τὴν κ(ύ)ησιν ἐνδίδωσί τε καὶ ἀποπίμπλησι τὸ πᾶν, ἰδίας ψυχῆς εὐθὺς παρούσης, ἥτις ἂν κ... ν ψυχη τῷ τεχθέντι γενομένη καὶ σύμφωνος τῷ ἐπιτηδείως ἔχοντ(ι αὐτ)ὴν δέξασθαι (ὀργανικῷ σώ)ματι, καὶ τῶν χαλδαίων ῥεῦμα θεῖον ἐξ αἰῶνος νοητὸν (γενέ)σθαι φαμένων κ(ατὰ τὰ ἀνα)τολικὰ μέρη τοῦ (οὐρανοῦ,) ὃ (κι)νεῖ τ(ε) τὸν κ(όσμον) καὶ στρέφει καὶ πάντα τὰ ἐ(ν) αὐτῷ ψυχὰς πέ(μ)π(ον) οἰκείας ζῳογονεῖ. πᾶσα οὖν μοῖρα γιγνομένη περὶ τὸν ἀνατολικὸν τοῦτον τόπον, ὅς ἐστι ψυχῶν πύλη καὶ εἴσπνοια τοῦ παντός, δυναμοῦται· λέγεται δὲ κέντρον καὶ ὡροσκόπος. καὶ τοῦ καθ’ ἓν ἀοράτου ῥεύματος ἤρτηται πᾶν τὸ προκύψαν ἐκ μητρὸς ἢ ἄλλως ἐπιτήδειον εἰς ζῳογονίαν, ἕλκον τὸ οἰκεῖον εἰς ζωότητα ῥεῦμα ἐξ αὐτοῦ ψυχῆς — 〈δι’〉 ὃ καὶ ζωῆς τόπον λέγουσι τὸ ἀνατολικὸν τοῦτο κέντρον — καθ’ ὃν καιρὸν εἰς τὸν ἀέρα προύκυψε τῇ γέννῃ τῆς φυτικῆς διοικήσεως ἀποβληθὲν τὸ ἔμβρυον. κἀντεῦθεν καὶ γνώρισμα ποιοῦνται τῆς σπορᾶς, οὐχ ὅτι καὶ τότε εἰσεκρίθη τὸ ζωτικὸν ῥεῦμα — πῶς γάρ, ὅ γε πρῶτον τότε ἐψύχωσεν, ὅτε καὶ ἐξ ὠδίνων προύκυψε τὸ βρέφος; — ἀλλ’ ὅτι διὰ τοῦτο τούτῳ συνήρμοσε τὸ ῥεῦμα ὅτι ἐ(πι)τηδ(ε)ίως ἔσχε πρὸς τὸ δέξασθαι, οὐκ ἂν δ’ ἔσχεν ἐπιτηδείως, εἰ μὴ κατ’ ἐκεῖνο καιροῦ ὁ θεμέλιος αὐτοῦ κατεβλήθη. ἀλλ’ ἐγὼ τούτων ἐμνήσθην οὐ πιστὰ πάντα τὰ τούτων ἡγο(ύ)μενος δόγματα, δεικνὺς δὲ τὴν κοινὴν φορὰν σχεδὸν πάντων, καθ’ ἣν ἐκ παλαιῶν πεπίστευτο ἐμψυχία μετὰ τὴν ἐξ ὠδίνων πρό(κυψ)ιν τῶν κυουμένων· καὶ χρὴ λογισάμ(ενον ὡ)ς τὸ πᾶν ἑ(αυ)τῷ τε καὶ τοῖς ἑαυτοῦ μ(έ)ρε(σιν) ὁμολογεῖ, μὴ ἀπογιγνώσκειν ὅτι (καθ)άπερ ἐν φθ(ό)γγοις ὁ προσλαμβανόμενος πρὸς μὲν τ(ὴν) μέσην ἡρμοσμένος σῴζει τὴν διὰ πασῶν συμφων(ί)αν, (ἀ)νειμένος δὲ (ἢ καὶ ἐν)τεταμένος ἐκπίπτει (τ)οῦ διπλασίονος λόγου, οὑτωσὶ καὶ τὸ σωμάτι(ον τοῦ ἐμβρύου κατὰ μ)ὲν (γαστρ)ὸς ὂν καὶ πρὸς ψυχὴν ἁρμοττόμενον, πρὶν μὲν ἀπολαβεῖν τὸν (ἱκανὸν τρόπον τῆς πρὸς τὴν ψυχὴν ἁρμον)ίας, οὐκ ἔχει ταύτην, ἁρμοσθὲν δὲ εὐθὺς ἔχει παροῦσαν τὴν χρησομένην (αὐτ)ῷ· (ἔ)ω(ς δ’ ἂν ἐλλείπῃ ἡ) ἁ(ρμον)ία, οὐ πάρεστι κἂν πλήρης ὁ κόσμος ψυχῶν ᾖ καὶ νεναγμένος. ὥσπερ γὰρ ἢ (ψύ)ξ(εως ἢ) θέρ(μης ἢ καί τιν)ος πλεονασμοῦ ἢ ἐλλείψεως χαλασάντων καὶ λυσάντων το(ῦ ὀφ)θαλμ(οῦ τ)ὴν (ἁρ)μονί(αν) πα(ραυτίκα ἡ) αἰσθητικὴ δύναμις οὐδὲ δυνάμει πάρεστι — δηλοῖ δ’ ὁρῶν ὁ α... ὡς ... ὅ)τι θατέρῳ παρῆν ἡ ἁρμονία — τὸν αὐτὸν τρόπον καὶ ὅλ(ῳ τ)ῷ ὀργανι(κ)ῷ σ(ώματι ἄπεστιν ἡ) χρησομένη ἁρμοσθέντι, ἕως ἔτι ἀτελές ἐστι καὶ ἀνάρμοστον, (κ)ἂν (ὥσπ)ερ ἔφην κατ(α)π(επυκασμέ)ν(α πάντ’) ᾖ ψυχαῖς. οὕτω γὰρ καὶ ἡμεῖς τοῦ παντὸς φέρε ταῖ(ς) ψυχαῖς πεπ(υ)κ(ασμένου) ἀμ(ή)χ(ανοι) τριῶν ἢ δυοῖν γενέσθαι ἐν διαίτῃ σῳζουσῶν τὸν οἰκεῖον λογισμὸν διὰ τὸ (πρὸς μίαν ἡρμό)σθαι, καὶ τῆς ἁρμονίας λυομένης τὸ σῶμα ἄλλων μὲν ψυχῶν ἐπιδεκτικὸν γίγνετ(αι οἷον εὐ)λῶν τε καὶ σκωλήκων, τῆς δ’ οἰκείας καὶ συμφώνου ἐχώρη(σεν). εἰ μὲν οὖν (τ)ῶν (ψυχ)ῶν... (μ)ὴ δι’ ὅλ(ου κα)τεχώριζε τὴν δύναμιν, ἔξωθεν .. κἀξ ἐπι ......... εύειν.... ὥσπερ ἀμέλει παύεσθαι δι’ ὅλου ἡ τεχνιτεύουσα φύσις· εἰ δὲ δι’ ὅλου, καὶ ἡ χρησομένη ................. πω γεγεννηκότος, πῶς ἂν αὐτῷ παρείη ἡ μὴ ἔξωθεν ἐφεστάναι (αὐτῷ καὶ) τῷ ὅλῳ χρήσασθαι ὅταν ἤδη πεφυκὸς ὅλον ᾖ μ(όν)ως πε(φυκυῖα; Εἰ δὲ) μηδὲ ταῦτα πείθει, ὑποπτεύεις δὲ τῆς αὐτοκινήτου ψυχῆς καὶ οὐ τῆς θ(ρεπτικῆς τε) καὶ αὐξητικῆς μέτοχα εἶναι τὰ ἔμβρυα φύσεως, ἀλλ’ ἐγὼ κα(ὶ πρὸς τοῦτο εὐπο)ρήσας οὔ φημι τῷ Πλάτωνι ἐκκεκλίσθαι τὴν ἔξωθεν τῶν (ψυχῶν εἰς τὰ σώματα) εἴσκρισιν, ἀλλ’ ἄδηλος μὲν ἔστω τοῦ πότε ὁ καιρός, ὅτι 〈δ’〉 οὔ(τε ὁ πατὴρ τὴν) ψυχὴν ἐνδίδωσιν οὔτε ἡ μήτηρ, ὡς δή τι κ(αὶ) ἄλλο ἀγωνιεῖ(ται· δῆλον) γὰρ ὡς εἰ μὴ ἐκ τῶν γονέων ὅτι ἔξωθε(ν εἰσεκ)ρίθη. εἴτε (δὲ ἐν τῇ καταβολῇ) τοῦ σπέρματος εἴτε ἐν τῇ διατυπώσει εἴτε ἐν ᾧ πρώτῳ (κατὰ τόπον ἐκι)νήθη χρ(όν)ῳ (εἴ)τε ἐν τῇ ἐξ ὠδίνων προόδῳ, ἔστω εἰ βούλει ἀ(μφισβητήσιμον·) ὅτι δ’ οὐκ ἀποσπᾶται ψυχὴ ἐκ τῶν γον(έ)ων (ἡ γ)νωρι(στι)κὴ οὐδὲ μερίζετα(ι οὔτε ὡς) τὰ ὁμοιομερῆ οὔτε ὡς τὰ ἀνομοιομερῆ, οὔ(τ’ οὖν μ)ετ’ ἐλαττ(ώσε)ως (τῶν παρεχόν)των τὸ μέρος οὔτ’ ἄ(νε)υ ἐλαττώσ(εως ὥ)σπερ αἱ (δυνάμεις, οὐκ ἀ)πέρ(αντον) διὰ τοιούτ(ων) π(είθειν) τοὺς ἀπιστοῦντας· πρῶτα δὲ τὰ δυνάμενα ἐ(λέγχειν τ)οὺς ὑ... τ(οῦ Πλά)τωνος .... ένους τ(ίθεμεν,) οἳ δὴ ἑκόντες ἢ ἀγνοοῦντες οὐκ οἶδ’ ὅπως τὴν τοῦ Π(λάτωνος δόξαν τῆς ἀληθείας) παραπε(πτώκασιν.) ἀπορήσειε γὰρ ἄν τις εἰκότως, πῶς οὐ καθάπερ ἀ(πὸ πυροῦ πυρὸς καὶ ἐξ ἵππου ἵππος, οὑτωσὶ) δὲ καὶ ἐξ ἀνθρώπου ἄνθρωπος, ἀλλ’ ἐξ ἀνθρώπου ὄργανον (ἀνθρώπου γίγνεται· ἔστι γὰρ ἡ) φυτικὴ δύναμις ὄργανον ἀνθρώπου, ὁ δὲ ἄνθρωπος, ᾖ (ζῷον, συναμφότερόν τί ἐστιν ἐκ σώματός τε καὶ) ψυχῆς τῆς λογιστικῆς συνεστηκός· ὅλως δὲ εἰ σ(π)έρμα (δυνάμει ἄνθρωπος, λέγομεν δ’ ὅτι) οὐκ ἔχει ψυχὴν δυνάμει, πῶς ἂν εἴη σπέρμα ἄν(θρωπος δυνάμει ψυχῆς ἀμέτοχον ὄν;) ἔπειτα φήσουσι διπλᾶς ὁρᾶν τὰς γενέσεις (οὔσας, τὴν μὲν ἐξ ὁμοίων, τὴν δ’ ἐξ ἀνομοίων·) ἐκ πυρὸς μὲν γὰρ τοῦδε τόδε ἐξαφθὲν ἐξ ὁμοίου, τ(ὸ δὲ γενόμενον διὰ τῆς τῶν λίθων) ἢ ναρθήκων παρατρίψεως ἢ καὶ ἀκτίνων εἰς λ(εῖα) κατερ(χομένων ἐξ ἀνομοίου τὴν αἰτίαν) τῆς πυρώσεως ἔχειν· τὸ μὲν οὖν ἐκ τοῦ ὁμο(ίου ..) ἐκ τῶν π....................... ἐπιτηδείων πρὸς (ἃ) γέγονεν ἐπιτήδεια ταυ? ................................... γίνεται ζῷα. καὶ ἐκ (β)ορβό(ρου) καὶ σήψεων ........................ περ καὶ τὰ ὑπηνέμια οὐκ ἐκ σπέρ(ματος) .................................. ἰσχυρῶς συγκαθήμενοι ἔξω(θεν) τ............................................ .............. αι τ(ῆς φύσεως?) τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου ἀν(αγκ)αζούσ(ης) γεγονέν(αι. ὥσπερ οὖν οὐκ ἄτοπ)ος ὁ τῆς θρυαλλίδος τὴν ἐκ πυρὸς (ἔξαψιν) ἔξωθεν φάσκων γεγονέναι, (ἐπειδὴ ἐκ τῆς τῶν λί)θων σ(υγ)κρούσεως ἔξωθεν ἦν, οὕτως καὶ ὁ τὰ ἐκ τῶν σπερμάτων γιγνόμενα ἐμ(ψύχων ὄντων τῶν π)ροϊέντων τὰ σπέρματα βίαιος ἔξωθεν ἡμᾶς ἀναπείθων προσερ(χομένην ἔχειν τὴν ἐμ)ψυχίαν ἐοικότως τ(οῖ)ς μὴ ἐκ σπερμάτων γιγνομένοις· ἢ τίνος γοῦν ἕνεκα (πλεονεκτεῖν φήσει τὴν) ἀνθρώπου φύ(σιν), εἴπερ ἡ σύστασις τῆς ἐμψυχίας τοιαύτη οἵα ἐπὶ σκω(λήκων καὶ εὐλῶν καὶ ..............)νέμων ἣν συγχωρητέον γίγνεσθαι ἔξωθεν; (οὐ μὴν ἀλλὰ ζῷον γε)ννᾷ (ὁ ἄνθρωπος οὐ) σῶμα μόνον ἀλλὰ καὶ ψυχὴν ἔχον, εἴτ’ οὗν λόγους (ἐθέλει τις αὐτὴν καλεῖν ε)ἴτε δυνά(μεις εἴ)τε μέρος  εἴτε γένεσιν· ἴδιον δὲ τῶν σπερμάτων τὸ (ἀεὶ ὁδῷ τινι) καὶ τάξει προβαίνειν καὶ τὸ τόδε μετὰ τόδε προάγειν, καὶ οὐκ ἐπεὶ (μετὰ τὴν κύησιν) ὀδόντας φύει καὶ προελθόντος τοῦ χρόνου γένεια καὶ ἥβην, οὐκ ἐκ σπέρματος (τὰ τοιαῦτα γεννᾶται·) καὶ τὸ (θρεπτικ)ῶς μὲν καὶ αὐξητικῶς κινεῖσθαι ἀπὸ σπερμάτων οἰ(κείως γίγνεται, ἕως ἂν ἐν) γαστρὶ ᾖ, (αἰσθη)τ(ικῶς) δὲ ὅταν προκύψῃ καὶ πάλιν λογικῶς ὅταν (προ)έ(λ)θῃ (κατὰ τὴν ἡλικίαν καὶ ὕστ)ερ(ον) ν(ο)ητικ(ῶς, κ)αὶ οὐδενὸς ἔξωθεν ψυχικοῦ ἐπεισ(κριθέντος, ἀλλὰ καθά)περ (ἐν τῇ τῶν καρ)πῶν β(λαστήσει) πάντα ὁμοῦ συγκέχυται, καὶ εἴ (τινες λόγ)οι (ἄλλῳ καιρῷ διακρίνο)νται, ὡς ἐν τῷ πυρῷ οἱ λόγοι τῆς καλάμης καὶ τοῦ φύλ(λου καὶ τῆς ῥίζης ἥνωνται πρὶν) ταῦτα διακριθῆναι, ἀλλ’ (ὅ)μως οἱ λόγοι οὐ τοῦ πυροῦ καὶ τῶν ...... ................ (καλ)άμ(ης) καὶ ὕστερον διακρίνονται. ὥσπερ (γὰρ ἐν καρύᾳ ἄρτι προκυψάσῃ ὁ)μοῦ πάντα καὶ ἐν συνεχεῖ τε καὶ χλωρῷ ὄγκῳ. (ὕστερον δὲ διακρίνεται τὸ λέπυρον τὸ ταύ)της καὶ τὸ ὑπὸ τὸ λέπυρον ὀστῶδες καὶ τοῦ ὑπὸ τὸ ὀστῶδες (ὑμενίου καὶ αὐτοῦ τοῦ ἐν τῷ ὑμενίῳ) καρ(ποῦ) καὶ τῶν ἐντὸς διὰ τοῦ καρποῦ διερχομένων ὀστωδῶν (κατὰ διαφόρους καιρούς, ἀεὶ δὲ ἔνεστιν ἐν τῷ κ)αρπῷ λόγος ὅλος τῆς καρύας, οὑτωσὶ δὲ ἐν τῷ σπέρματι πάντα (μὲν ὁμοῦ συγκεχύσθαι φασὶν τὰ μόρια, ἐκ)κρίνεσθαί γε μὴν ἐκ τῆς συγχύσεως καὶ κατ’ ἰδίαν ἀνα(πλάττεσθαι) ................. (ε)ἰσιόντα, ἀεὶ δὲ τὸ ἐπιτήδειον πρὸς τοὺς καιροὺς (πρότερον τῶν ἄλλων ἀναγκ)αῖο(ν) δ(ιακεκρ)ίσθαι· διὸ χρείας πω μὴ οὔσης ἐν τῇ κυή(σει ὁρμῆς καὶ φαντασίας ἡσυχάζειν ἐν τῷ) ὅλῳ (ὄ)γκῳ τοὺς λόγους τῶν δυνάμεων, καθά(περ ἐν τῷ πυρῷ τοὺς λόγους τῆς καλάμης καὶ) τ(οῦ φύλλου, ἀε)ὶ δὲ εἰς τὰς χρείας συνομαρτεῖν καὶ (τοὺς καιροὺς τῆς προόδου ἑκάστης τῶν δυ)ν(ά)μεων. Ὅτι δὲ οὐκ ἔργον τῆς ἐν ἡμῖν (φυτικῆς μόνης ψυχῆς ἐστι τὸ σπέρμα, ἀλλ)ὰ καὶ τῆς αἰσθητικῆς τε καὶ φανταστικῆς καὶ τ(ῆς) ὁρμητικῆς, (δηλ)οῖ τ(ὸ) πρὸς φαντασίαν ἐγε(ίρεσθαι τὴν τοῦ σπ)έρματος (πρόεσιν καὶ τὸ) ὅλον δι’ ἁφῆς ἐκτελεῖσθαι καὶ ἡδ(ονῆς σωμ)ατ(ικῆς) καὶ (τὸ ἐξ αἰσθήσεών τινων) οἷόν τε εἶναι καταφέρεσθαι τὸ σπέρμα· ἀρκεῖν γοῦν. (φασι τὴν αἴσθησιν, ὡς ἐνίοτε ἐκ) μόνης τῆς θέας τῶν ὡραίων ῥεῖν τοῦτο· καὶ τάς γε (ὀν)ειρατικ(ὰς φ)αν(τασίας τὰ μὲν ἄλ)λα ἐᾶν ἀκίνητα, τὸ δὲ σπέρμα καὶ ἀπο(κρ)ί(ν)ειν. οὕτως ἄρα ἔργ(ον οὐ τῆς φυτικῆς μόνης,) ἀλλὰ καὶ τῆς φανταστικῆς· εἰ δ’ ἔργον τῆς θρ(επτικῆς τε καὶ αὐ)ξ(ητικῆς μόνης ἦν, εἰκὸς μὲν αὐτὸ) ἔχειν καὶ τὴν τοῦ αὔξειν καὶ τρέφεσθαι (δύναμιν, οὐδαμῶς δὲ τῆς τοιαύτης ψυχῆς μόνης) ἔργον ὂν παρ’ αὐτῆς ἕξει καὶ τὴν τοῦ φαντα(σιοῦσθαι δύναμιν τὴν φαινομένην ἐν ταῖς) ἀφροδισίοις φαντάσεσι καὶ ὀρέξεις (καὶ ὁρμὰς τὰς συνακολουθούσας ταύταις) ταῖς φαντασίαις· πῶς οὖν οὐχὶ καὶ (τῆς φανταστικῆς τε καὶ ὁρμητικῆς αὐτοποίη)τον ἔργον τὸ σπέρμα; μὴ δὴ θαυμάζωμ(εν) ..................... μνημον(ευτ)ικ(ῆ?)ς κἀν ταῖς ἐννοίαις κυβ(?ερν-)........................ τὰ γ(εν)νώμενα ἔρχεται προσειληφότ(α?) προ............................ σάμενα δέξασθαι. μέρος μὲν ................................... τέλειον κἀπὶ τῶν φυτῶν τῶν ἀ ........................................ (καρ)ποφόρος κλάδος ἀποσπασθε(ὶς) ......... οὐκ ............................... ἀλλ’ ἐν χρόνῳ κατ’ ὀλίγο(ν) τελειούμενον ὁ (γὰρ?) ........................... ἀλλὰ κατ’ ὀλίγον ὡς τὸ ἀπό τινος μέρος ....................... .... νομένων τῶν ψυχῶν, ἡ παρουσία τὸ λογικὸν ἐχ..................... ........ εἰσκρίσεις· πόθεν οὕτως τελέαν ἔχουσι τὴν ἀ(φρ)οσύνην· τὸ γὰρ ............. μάται(ον?) τῆς αὐτῆς οὔσης· καὶ ὅταν εἰς πο(...)ς ἐκκρίνα ..................... ἔχωσι κἀνταῦθα τὸ τέλειον· τί δὲ κ(ω)λύει γε. ε΄ . ἐν . ῆς ................. ματώσεις κατορθοῦν· ἀλλ’ ἦσαν καὶ α.......................... τῶν γιγνομένων καταψεύδεσθαι· εὑρίσκει .................. μισήσει· ἥτε ἐκ τῶν τεθνεώ(τ)ων ε............................................. κενὸς γὰρ ὁ φόβος, μὴ εἰς ἀπειρίαν ................................... γένεσιν· οὐδ’ ἦν ἱστορηκότων ................................ νῶντο ψυχαὶ· καὶ ἐξῆσαν οὐκ ... τόπῳ φυομένων εἰς τὸ τοσοῦτον... ............................. δεν δ’ ...... ’ λόγων καὶ αἰσθησ. μόν............................... λυντ... ς δὲ λόγος ἰσχυρὸς ὃς ὁμοούσ... τὴν λογικ .................... ζῴων ἴνα (κ)αὶ τὰς γενέσεις ἐπαλλάττωσι· πόθεν δὲ ὅτι ε(?). ........... ἡ δύναμι(ς τῆς αἰσθ)ητικῆς τε καὶ ἐπιθυμητικῆς ψυχῆς δι’ ἧς κυβερνᾶται ...... μάτων .... στικ ..... αἰσθητική τε καὶ ὀρεκτικὴ, ἐκ σπερμάτων ................... ........ {πρι}... πόθεν εἰ μὴ καὶ τὸ ἔθος ἐκεῖ(θεν) ἦν ............ ............ ΄που αἱ ὁμοιότητες οὐχὶ κατηγο(ροῦ)σι τοῦ ............ ............. αὶ ἐκ τῆς φυτικῆς τῆς ἐνδοθείσης ἐκ τοῦ πατρὸς ...... ................ ΄που γε οὐ(?) διὰ τὴν ἀνομοιότητα, οὐδὲ τὸ φυτικὸν ................... οιότητ(ος?)· ἡ δ’ ὁμοιότης αἰτ(ίαν) μ(ε)γ(άλην) ἔχει ..................... δείξαντι τὰς ψυχὰς ἀθανά(τους) κ(αὶ) μὴ .............................. λον· ἀλλ’ ἡμεῖς γε φασὶ τὰς ...................................... ὃς ἱκανὸς ἦν παρακρούειν. οὐ π . θ... ῇ ........................... εῖν(..εἰ)ς ἀπορίαν περιβάλλειν τοὺς ἀκούον(τας) ........................... (α)ὐτῶν πρὸς τὰ λεγόμενα ἀμηχα(νοποιεῖ?) ........................... (τ)ῶν πραγμάτων ποιεῖσθαι ἐναργείας. ........................... μὴ (φ)θείρωνται, οὐκ ἀναγκαία ἡ ἐξ ........................... τὴν ἀπειρίαν αὐτῶν μὴ εὐλαβηθέντ(α?). ἢ ........................... γ(ε)ννᾶσθαι λέγουσι(?). μὴ δὲ ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον ........................... ωθεν τεμάχιον προστίθεται. ἡ δὲ ... στ............... (ἐρ)γαζ(... οὐ)δ’ ἔχει παρόν· οὐδὲ γὰρ ὑφάντης ἢ ὑποδη(ματοποιὸς ἐργάσασθαί τι ἐπιχειρήσ)αιτ’ ἂν μὴ γνοὺς πρότερον ὃ ποιεῖν (μ)έλλει καὶ ................... (πα)ρόντα τοῦτον. δι’ αὐτοῦ γὰρ, οὐ δι’ ἑαυτῆς γνοίη (ἂ)ν ........................... (Χρ)υσίππου· τὴν τοῦ ἀέρος προσβολὴν φα(μένου) ........................... ἀδύνατον ἡγούμενος τὴν τοιαύτην ἔγερσιν ........................... δὲ πυρὸς ἐν δαλῷ φωλεύοντος πιστεύειν ........................... (ἀνεγεί)ρειν τὴν φλόγα ὡς εἴ γε μὴ ἐπὶ τῶν ........................... τις· ἢ φυσῶν τίς ἐξ ἄνθρ(ακος) ........................... ἄνθρακος φλόγα. πολλοῖς γὰρ