Ἀλλ’ ὅτι μὲν οὐκ ἐνεργείᾳ ζῷον τὸ ἔμβρυον οὐδὲ ψυχῆς τῆς αὐτοκινήτου ἐνεργείᾳ παρούσης μετέχον, αὐτάρκη καὶ ταῦτα δεικνύναι· ὅτι δὲ μη〈δὲ〉 δυνάμει ἔμψυχον τοῦ δύναμει ἐξακουομένου ἐπὶ τοῦ ἀνειληφότος μὲν τὴν ἕξιν ἡσυχάζοντος δὲ καὶ μὴ ἐνεργοῦντος, δεικνύναι ἀκόλουθον. τὸ τ(ὴν ἕ)ξιν ἀναδεδεγμένον καὶ μὴ ἐνεργοῦν ἀλλ’ ἐν τῇ δυνάμει ἡσυχάζον, τέλειον γεγονὸς κατὰ τὸ εἶδος ἤρεμον μὲν ἦν· εἰ δ’ ἀτελὲς εἴη κατὰ τὸ εἶδος, κατηγοροίη δέ τις αὐτοῦ τ(ὸ δυνάμει), ἐπὶ τὸ ἕτερον σημαινόμενον τοῦ δυνάμει μεταβαίνων, τὸ 〈δὲ〉 τεταγμένον κατὰ τὸ τέλειον εἶδος τοῦ δ(υνάμει σ)ημαινόμενον καὶ μόνον ἐν ἡσυχίᾳ ἀνενέργητον παραιτού(μενος) φαίνεται. οὕτω γὰ(ρ ...)΄ρει μὲν ὁ ἐπὶ τῆς κώπης ἀπ(ὸ) τῆς νεὼς ἐκβεβλημένης κατηγορῶν τὸ δυνάμει διὰ τὸ μὴ ἐρέττειν τὴν ναῦν τὸ καθ’ ἕξιν μὲν τέλειον δυνάμει, ἡσυχάζον (δ’ ἀ)πὸ τῆς ἐνεργείας ἐν τῇ οἰκείᾳ δυνάμει σημαίνων εὑρίσκεται· ὁ δ’ ἐπὶ τῶν ξύλων τῶν πρὸς κώπης κατασκευὴν ἐπιτηδείων τὸ δυνάμει τάττων, ἐφ’ ὧν τὸ εἶδος τὸ τῆς κώπης οὔπω θεωρεῖται, δύναται δὲ γενέσθαι ὑπὸ τῆς τοῦ τέκτονος τέχνης, οὐδ’ ὅλως μέν πω ἐνεῖναι τὸ τῆς κώπης εἶδος ὁμολογεῖ, δυνάμενον δὲ γενέσθαι τῇ τοῦ δυνάμει σημαίνει προσηγορίᾳ, ὡς τοῦτο μὲν παρὰ τὸ δύνασθαι ἀναλαβεῖν τὴν δύναμιν, τὸ δὲ παρὰ τὸ μένειν ἐν τῇ δυνάμει ἐγγεγονυίᾳ ἤδη ἡσυχάζον δυνάμει λέγεσθαι. ἐπεὶ τοίνυν ὁ καθεύδων ἀνενέργητός ἐστι τῶν κατὰ τὰς αἰσθήσεις ἐνεργειῶν, ἀνενέργητον δὲ τούτων καὶ τὸ κυούμενον, σκεπτέον εἰ τῷ ἡσυχάζοντι καὶ καθεύδοντι ἢ νὴ Δία γε τῷ κεκαρωμένῳ ἔοικεν ἢ τὸ σπέρμα ἢ τὸ ἐκ τοῦ σπέρματος δημιουργούμενον, καὶ εἰ τῇ γε κώπῃ ἡσυχαζούσῃ καὶ μὴ ἐρεττούσῃ ἀλλ’ οὐχὶ τῷ ξύλῳ τῷ μηδέπω τὸ εἶδος τὸ τῆς κώπης ἀναδεδεγμένῳ. καὶ μὴν τῷ γε τἀληθὲς σκοπουμένῳ (ἀ)τελὲς ἔτι φανεῖται ἄχρι τοκετῶν τὸ ἔμβρυον· ἦν δὲ τὸ ζωικὸν σῶμα οὐχ ἡ (ἔ)ξωθεν πλάσις, οὐδέ γε τὸ εἶδος ἡ ἔξωθεν περικειμένη μορφή, ἀλλ’ ἡ δι’ ὅλου (τ)ελειότης τοῦ πλάσματος, ἡ τελεία τῆς ἔξωθεν μορφῆς καὶ τῶν σπλάγχνων καὶ τῶν (ἄ)λλων ἁπάντων, νεύρων τε καὶ ὀστῶν ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ συμπάσης τῆς ὀργανοποιίας θεωρουμένη τελείωσις, καθάπερ ἐπὶ τῶν ἀκροδρύων τὸ πεπανὸν (ἐ)πέχει τὸ τέλειον, πεπανὸν δὲ ἐν ἐμβρύοις τὸ κατὰ φύσιν ἐκπῖπτον ἀπὸ τῆς μητρὸς ὡς ἀπὸ τῶν δένδρων τὰ ἀκρόδρυα. οὔπω ἄρα αἰσθητικὸν ὡς τὸ τὴν ἕξιν (δε)δεγμένον τὸ ἔμβρυον οὐδ’ ἄρα δυνάμει οὑτωσί γε· οὐ 〈γὰρ〉 ἐν τοῖς ἀτελέστοις ὀργάνοις αἱ αἰσθητικαὶ (δυ)νάμεις ἔνεισί πω, ὡς οὐδ’ ἐν τοῖς ξύλοις τῆς κώπης τὸ εἶδος. δυνάμει ἄρα αἰσθητικὸν καὶ ὀρεκτικὸν (καὶ) λογιστικὸν τὸ ἔμβρυον οὐχ ὡς τὸ δεδεγμένον καὶ ἡσυχάζον ἐν τῇ δυνάμει, ὅτι οὐδὲ καθεύδοντι (ἔ)οικεν, ἀλλ’ ὡς τὸ δυνάμενον δέξασθαι καὶ ἔτι ἀτελές. ἔχεται δὲ τῆς δόξης ταύτης καὶ (ὁ) Πλάτων, ὅταν τὴν ψυχὴν διαιρούμενος τὸ μὲν (ἡγε)μονικὸν αὐτῆς περὶ τὴν κεφαλὴν ἀπονέμῃ, (τ)ὸ 〈δὲ〉 θυμοειδὲς περὶ τὴν καρδίαν, τὸ δ’ ἐπιθυμητικὸν περὶ τὸ ἧπαρ· ὅπου δ’ οὔπω 〈οὔτε〉 κεφαλὴ (οὔ)τε καρδία οὔθ’ ἧπαρ, πῶς ἐκεῖ (οἷ)όν τε χώραν ἔχειν τὴν ψυχὴν ἐγγίγνεσθαι; (εἰ) δ’ οὐδὲν εἰκῇ οὔθ’ ἡ φύσις οὔτ’ ἔτι μᾶλλον ὁ θεὸς ποιεῖ, ἀλλ’ ἕνεκά του πάντως [τινὸς ἕνεκα], λέγε πῶς ἂν παρέστησεν (ὄργαν)ον ᾧ μήπω χρῆσθαι δύναται ἐπιτηροῦσα τὸ μέλλον, αὐτάρκους μὲν τῆς φύσε(ως οὔσης πρ)ὸς τὴν δημιουργίαν, ἱκανῶς δὲ καὶ τῆς μητρικῆς ψυχῆς συνεργούσης (τῷ) κατασκευάσματι ἐμ(βρύου, ἀργ)ούσ(ης) δὲ πρὸς τὰ τῆς φύσεως ἔργα τῆς ἐνεργητικῆς αὐτοκινήτου ψυχῆς. ἦν δ’ ἀμέλει καὶ τοῦτο ἀγνόημα τῶν συνεῖναι μὴ δυναμένων, πῶς ἡ ψυχὴ πάρα τῷ σώματι καὶ πῶς πάλιν ἄπεστι, καὶ ὅτι οὐ τοπικὴ ἡ παρουσία τε καὶ ἀπουσία, κατὰ δὲ τὴν ἐπιτηδειότητα καὶ συναρμοστίαν ἤτ(οι) ἔν(εστιν) ἢ πάρεστί γε καὶ συμφωνεῖ ἢ ἄπεστι καὶ ἀνομολογεῖ. τὸ δ’ οὐδέπω κατὰ τοὺς λόγους συνήρμοσται τοὺς τῆς φύσεως· πῶς οὖν πάρεστι τῷ μήπω ἁρμοσθέντι, ᾧ παρεῖναι ἄλλως οὐχ οἵα τε; κἂν γὰρ τόπῳ τις παρεῖναι συγχωρήσῃ, ἀλλὰ τῆς εἰς ζῳοποιίαν παρουσίας οὐ κατὰ τόπον γιγνομένης ἀλλὰ κατὰ συμφωνίαν σώματος ὀργανικοῦ καὶ τοῦ χρωμένου τῷ ὀργάνῳ, μήπω συμφωνεῖν διὰ τὸ ἀτελὲς οἵου τε ὄντος τοῦ ὀργάνου ἄπεστι τὸ χρησόμενον, κἂν ἑτέρως τις παρεῖναι συγχωρῇ. Ναί, φασίν, ἀλλ’ ὥσπερ ὀδόντων ἔχει λόγον τὸ σπέρμα, οὓς μετὰ τὴν ἐξ ὠδίνων πρόοδον προβάλλει, καὶ ὡς γενείων γε καὶ σπέρματος καὶ καταμηνίων, οὑτωσὶ δὲ καὶ ὁρμῆς καὶ φαντασίας καὶ αἰσθήσεως λόγων ἐνόντων αἰ προβολαὶ μετὰ τὴν κύησιν. ὅτι δ’ οἱ ταῦτα λέγοντες ἐκ μὲν τῆς ἐναργείας οὐδὲν διαφέρουσι βιαστικῶς, στοχασμοὺς δὲ καὶ εἰκότα, κἀκ τοῦ 〈εἰ〉 μὴ ἐν(εί)η, μηδ’ ἂν μετὰ ταῦτα γενέσθαι νομίζειν πρόδηλον· ἀγνοοῦσι δὲ ὑπὸ φιλοτιμίας σπερ(μα)τικὴν ποιοῦντες τὴν ψυχὴν καὶ κρ(ε)ίττονα ἀποφαίνοντες τὴν φυτικὴν τῆς αὐτοκινήτου ψυχῆς. † ἄρα δὴ ταῦτα τῶν Στωικῶν ἀγνοήματα οἳ κάτωθεν ἄνω ἐστραμμένοι ἀπὸ τῶν χειρόνων ἐτόλμησαν γεννᾶν τὰ κρείττω, τὸ μὲν εἶναι καὶ τὴν οὐσίαν πᾶσιν ἐκ τῆς ὕλης δόντες, γέννημα δὲ ποιοῦντες ἕξεως μὲν τὴν φύσιν, φύσεως δὲ τὴν αἰσθητικήν τε καὶ ὁρμητικὴν ψυχήν, τούτων δ’ αὖ πάλιν τὴν λογικὴν καὶ τῆς λογιστικῆς τὸν νοῦν, κινήσεων διαφοραῖς καὶ προσθήκαις κάτωθεν ἄνω πάντα γεννῶντες δέον ἄνωθεν κάτω καὶ ἀπὸ τοῦ κρείττονος προάγειν τὸ ἧττον, ὅτι πᾶν τὸ γεννῶν τῇ αὐτοῦ οὐσίᾳ χεῖρον ἑαυτοῦ πέφυκε γεννᾶν, οὐ κρεῖττον· καὶ διὰ τοῦτο ἡ ἐν ἡμῖν φυτικὴ χεῖρον ἐγέννα ἑαυτῆς τὸ σπέρμα ὡς ἂν ἐλλεῖπον τῇ κατ’ ἐνέργειαν κινήσει, ἣν προσλαμβάνει ἀπό τε τῆς ἐν τῇ μητρὶ φύσεως καὶ ἀπὸ τοῦ περιέχοντος, τοῦ ἐνεργείᾳ προηγουμένου ἐν πᾶσι τοῦ δυνάμει. εἰ δὲ λόγοι μὲν ἐν τῷ σπέρματι φαντασίας καὶ ὁρμῆς, τούτους δὲ αὖθ(ι)ς προάγει εἰς τὴν ἐνέργειαν ἡ φύσις, ὁ ἐπιπεσὼν ἀὴρ ὡς οἴεται Χρύσιππος ἄμα τ(ῇ) ἐξ ὠδίνων προόδῳ ἡ φύσις ἔσται κινηθεῖσα μεταβαλοῦσα εἰς ψυχήν, οὖ δὴ λόγου οὐκ ἂν ἄλλος γένοιτο ἀψυχότερος, ὅτι καὶ ἄθεος καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος παράγειν ὑπομένων· εἰ δ’ οὐκ ἔστι μὲν βλάστημα ἡ ψυχή, ἐνοῦσα δὲ ἐν τῷ σώματι κρατεῖται, πλασματῶδέ(ς τε) πᾶν καὶ τὸ τοιοῦτον τῆς κρατήσεως δρᾶμα καὶ [καὶ] οὐδ(αμ)οῦ τῶν γιγ... ρίστ(..., π)άλιν δὲ ἀγνοούν(τω)ν ὅτι οὐχ ὡς χειρὶ ἢ δεσμῷ ἢ ὡς ζωγρίῳ κ〈ρατ〉εῖται ἡ ψυχή· οὐδὲ γὰρ ὅλως ἡ ταύτης κράτησις σωματική, (ἀλλ)ὰ μόνον κατὰ τὴν ἐπιτηδειότητα, ὡς οὐδὲ πῦρ κρατεῖται δεσμῷ ἢ χειρί, ἀλλὰ μόνον κατὰ τὴν τῆς ὕλης ἐπιτηδειότητα. Ὅτι δ’ ἐπιτήδειον αἰσθάνεσθαι καὶ ὁρμᾶν καὶ φαντασιοῦσθαι τὸ προσηρτημένον μὲν τῇ μήτρᾳ κἀκείνῃ προσεχόμενον καὶ ὥσπερ διὰ ῥίζης τρεφόμενον διὰ τοῦ ὀμφαλοῦ, συμμεμυκότα δὲ ἔχον καὶ ἀτελῆ τὰ αἰσθητήρια  καὶ τὰ σπλάγχνα ἀποκεκλεισμένων ἁπάντων τῶν πόρων ἐν ὑγρῷ ἐν ᾧ ὅτε γένοιτο ζῷον 〈ὂν〉 ὕστερον ἀδύνατον σῴζεσθαι, δειξάτω τις μὴ ἄλλως ληρεῖν ἐθέλων. σιγῶ γὰρ ὅτι ἐν κινήσει γνωστικῇ τὴν οὐσίαν ἔχουσα ἡ ψυχή, εἰ πάρεστιν, πάντως ᾧ πάρεστι γνωριστικὸν τοῦτο παρέχει, ἵνα μή τις τοὺς κάρους καὶ τοὺς βαθεῖς ὕπνους δοκῇ τι λέγειν ἀγνοῶν ὡς καὶ τότε μὲν φαντάζεται τὸ ζῷον, ἀμνημονεῖ δὲ μόνον τῶν φαντασμάτων, τὸ δ’ ἔμβρυον ἀμήχανον φαντάζεσθαι ὡς ἂν μηδ’ ἐνεργῆσαν κατὰ τὴν αἴσθησιν ἀφ’ ἦς καὶ οἱ τύποι εἰς τὰς φαντασίας ἀναμάττονται. εἰ δὲ λέγοι τις ὅτι ὡς μὲν καθ’ ἑαυτὴν καὶ ἐν τῷ σπέρματι οὖσα ἡ ψ(υ)χὴ φαντασιοῦται καὶ ὀρέγεται, ὡς δὲ ζῴου καὶ τοῦ σ(υν)αμφοτέρου [σώματος] ψυχ(ὴ) οὐκέτι, ὅτι μηδὲ ἐκ ψυχῆς καὶ σπέρματος τὸ ζῷον ἀλλ’ ἐκ ψυχῆς καὶ σώματος ὀργανικοῦ, οὐδὲν ἄλλο λέγει ἢ ὅτι οὐδέπω πάρεστι τῷ ἐμβρύῳ ᾦ γε μήπω κοι(ν)οῖ τὰς καθ’ ἑαυτὴν ἐνεργείας ἡ ψυχὴ καὶ οὗ δὴ οὐκ ἦσάν που (αἱ ὁ)ρμαὶ καὶ φαντασί(αι αἱ δι’ ἐκεί)νης. πάντες δὲ καὶ Πλάτων καὶ ὅσοι καθ’ ἑαυτὴν ἀπολείπουσι τὴν ψυχὴν καὶ (ἄν)ευ τοῦ ζωικοῦ τούτου σώματος αἰσθήσεις τέ τινας καὶ ὀρέξεις οὐκ ἀπογιγνώσκουσι περὶ αὐτὴν εἶναι καὶ δι’ ὅλου γε αὐτήν φασιν ὁρᾶν † ὅτε δι’ ὅλου ὀρέγεσθαι καὶ οἰκειοῦσθαι, οὐ διὰ μερῶν τε καὶ ὀπῶν ἀφωρισμένων ὡς ὅταν ἐν τῷ ζωικῷ τούτῳ γένηται σώματι, οὗ δὴ ἔτι ὄντος ἀτελοῦς ἐκείνην μὲν ἔχειν τὰς καθ’ ἑαυτὴν αἰσθήσεις, τὰς δὲ σὺν τῷ σώματι τελεί〈ῳ〉 ὄντι ποιεῖσθαι πῶς οἷόν τε; ἀγνοοῦσί τε ὅτι οὐχ ὥσπερ πρὸς τὴν φυτικὴν αἱ ἐλλείψεις καὶ οἱ πλεονασμοὶ οὐδὲν ἐμποδίζουσι τοῦ σώματος, ἀλλὰ καὶ τομῶν γιγνομένων καὶ ἀ(φ)αιρέσεων καὶ ὑπερσαρκώσεων οὐ πάνυ τι τὸ κατὰ τὴν φύσιν ἔργον ἐμποδίζεται, οὑτ(ωσ)ὶ καὶ 〈κατὰ〉 τὰς ψυχικὰς δυνάμεις ἀδιαφορεῖ τὰ ὄργανα· μικροῦ γοῦν ὑγροῦ γενομένης ὑποχύσεως οἴχεται ἐμποδισθὲν τὸ ὁρατικὸν καὶ μικρᾶς χολῆς καταλαβ(ού)σης τὴν μήνιγγα τὸ φανταστικὸν ἀλλοιοῦται καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως τὸ παρὰ (μ)ικρὸν μέγα εἰς ἐ(μπό)διον τῶν ψυχικῶν κινημάτων· τὸ δ’ ἔμβρυον ὅλον (π)ηλῷ ἔοικε μηδαμῶς στ(ερεῷ), ὕδατ(ι) οἵῳ (τε) ὄντι (παραβάλλεσθαι).