[Γαληνοῦ] πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα. Τὸ περὶ τῆς εἰς τὰ σώματα τῶν ψυχῶν εἰσκρίσεως ζῳογονίας ἕνεκα δόγμα πολλῆς ἀπορίας οὐχ ἡμᾶς, ὦ Γαῦρε, μόνους, ἀλλὰ καὶ τοὺς προηγουμένως εἰς τὴν ζήτησιν αὐτοῦ καθέντας ἐμπέπλη(κ)ε, κοινῶς μὲν τῶν φυσικῶν καὶ σχεδὸν τῶν ἰατρ(ῶν) πάντ(ων) ἀπορησάντ(ων), πότερον χρὴ ζῷα ἡγεῖσθαι τὰ ἔμβρυα ἢ φυτικῶς ζῆν αὐτὰ μόνον, τῆς μὲν ἰδιότητος τοῦ ζῴου ἐν αἰσθήσει καὶ ὁρμῇ συνισταμένης, τῆς δὲ τῶν φυτῶν ἐν θρεπτικῇ τε καὶ αὐξητικῇ χωρὶς αἰσθήσεώς τε καὶ ὁρμῆς θεωρουμένης· ὅθεν τῶν ἐμβρύων φαντασίας μὲν χωρὶς καὶ ὁρμῆς διεξαγόντων, αὐξητικῶς δὲ καὶ θρεπτικῶς μόνον διοικουμένων — μαρτυρεῖ γὰρ ἄμφω τὰ γιγνόμενα — φυτὰ μὲν ἢ φυτοῖς ὅμοια συγχωρεῖν, ζῷα δ’ ἡγεῖσθαι διὰ τὸ μέλλειν ἐκ γαστρὸς προελθόντα ζωοῦσθαι μὴ προπετὲς ᾖ καὶ ἀνδρῶν ἀβασανίστως μεμελετηκό(των) ταῖς τῶν πολλῶν δόξαις συνήκειν· ἰδίᾳ δ’ αὖ πάλιν τῶν καὶ ζωικῆς ψυχῆς αὐτὰ μετέχειν ὑπειληφότων ἀμφισβητησάντων, πότερον καὶ ἐνεργείᾳ ζῷα χρὴ λογίζεσθαι τὰ ἔμβρυα ἢ δυνάμει μόνον, οὐκ ἐνεργείᾳ — ἦν δὲ τὸ μὲν δυνάμει, ὅ μήπω δεδεγμένον τὴν δύναμιν οἷόν τ’ ἦν ταύτην ἀνα(δ)έξασθαι, ὡς ὁ παῖς τὴν γραμματικήν, τὸ δὲ δεξάμενον, ὅταν μὴ ἐνεργῇ κατὰ ταύτην, ὡς ὁ παῖς ὅταν γραμματικὸς γενόμενος πρὸς ἄλλοις ὢν ἢ καθεύδων μήτε γράφῃ μήτ’ ἀναγιγνώσκῃ — τῶν δυνάμει ζῷα λεγόντων τὰ ἔμβρυα οὐ κατὰ τὸ ἐπιτηδείως ἔχειν ψυχοῦσθαι κατηγορούντων αὐτῶν τὸ δυνάμει, κατὰ δὲ τὸ δεδεγμένον τὴν ψυχὴν καὶ ἡσυχάζον ἐξηγουμένων τοῦτο, ὡς ἂν τοῦ κατ’ ἐπιτηδειότητα δυνάμει καὶ πρὸς τῶν μήπω ζωικῆς ψυχῆς αὐτὰ μετέχειν ἡγουμένων συγχωρουμένου. ἆρ’ οὖν καθάπερ ἐν τῷ κάρῳ ἐνίσχονται τῆς αἰσθητικῆς τε καὶ ὁρμητικῆς αἱ ἐνέργειαι καίπερ τῆς ψυχῆς παρούσης, ὡς δηλοῖ τοῦ πάθους ἡ λύσις, ἢ καθάπερ ἐπὶ τῶν φωλευόντων κατὰ τὸν καιρὸν τῆς φωλείας ἡ μὲν φυτικὴ μένει ἐνέργεια (β)ραχυκίνητος, ἡ δὲ αἰσθητική τε καὶ ὁρμητικὴ παντελῶς ἀκίνητος, οὑτωσὶ δὲ κἀπὶ τῶν κατὰ γαστρὸς ψυχῆς παρούσης καὶ † προσελθόντων ἔνεστι κάρῳ ἢ φωλείᾳ ἐοικὸς τὸ πάθος, ἢ ἐνερ(γ)εῖ μὲν καὶ αὐτή, ἀσθενῶς δὲ καὶ ἐοικότως τῇ διὰ σκελῶν περιπατήσει, ἣν ἐκτελεῖν οὔπω οἷά τε τὰ βρέφη, καίτοι κατὰ φαντασίαν κινούντων τε αὐτὰ καὶ συγκαμπτόντων καὶ τοπικῶς μετατιθέντων, εἰ καὶ μήπω βαδιστικῶς; ἐκείνως μὲν γὰρ δυνάμει ζῷα τὰ κατὰ γαστρός, ὡς μέντοι λέγεται δυνάμει τὰ τὰς ἔξεις ἔχοντα ἡσυχαζούσας, οὑτωσὶ δὲ καὶ ἐνεργείᾳ· κατὰ δ’ αὖ τοὺς φυτικῶς μόνον αὐτὰ διοικεῖσθαι ἡγουμένους ψυχῆς ἀμοιροῦντα τῆς ὁρμητικῆς τε καὶ αἰσθητικῆς εἰ δυνάμει λέγεται ζῷα, κατὰ τὸ ἐπιτηδείως ἔχειν τὴν ζῳοποιὸν ψυχὴν ἀναδέξασθαι, οὐ μὴν κατὰ τὸ ἤδη δεδεγμένον ἀργεῖν ῥηθήσεται. Εἰ μὲν οὖν μήτε ζῷον ἐνεργείᾳ δειχθείη τὸ ἔμβρυον τῶν ζῴων τῶν μὴ ζῴων αἰσθήσει καὶ ὁρμῇ διαφερόντων μήτε δυνάμει ζῷον ὡς τὸ ἤδη τὴν ψυχὴν δεδεγμένον εἰ καὶ ἀργούσας ἔχει τὰς τοῦ (συν)αμφοτέρου ἐνεργείας, εὔκολος τῷ Πλάτωνι ἡ τῆς εἰσκρίσεως ἀνάγκη καὶ 〈ὁ〉 ὅρος ὁ ταύτης γίγνεται· δῆλον γάρ, ὡς ζῴου μὲν μὴ ὄντος τοῦ ἐμβρύου μήτ’ οὖν ἐνεργείᾳ μήτε δυν(άμει) ὡς τὸ (ἤδη τ)ὴν ἕ(ξ)ιν δεδ(εγ)μέν(ον) καὶ ἀργοῦν, δυνάμει δὲ λεγο(μένου) ζῴου τῷ ἐπιτηδείως ἔχειν ψυχὴν τὴν ἰδίως λεγομένην ζῴου ἀναδέξασθαι, ὅτε πρῶτον αἰσθητ(ι)κὸν γίγνεται καὶ ὁρμητικόν, ἀνάγκη καὶ τὴν εἴσκρισιν καὶ τὸν καιρὸν τῆς εἰσκρίσεως καταλιπεῖν· ὃ δεῖ γίγνεσθαι μετὰ τὴν ἐκ γαστρὸς κατὰ φύσιν γιγνομένην ἀποκύησιν. εἰ δὲ δυνάμει ζῷον ὡς τὸ δεδεγμένον τὴν ἕξιν ἢ μᾶλλον ζῷον ἐνεργείᾳ ἦν τὸ ἔμβρυον, δύσκολον μὲν τὸν καιρὸν ἀφορίσαι τῆς εἰσκρίσεως καὶ πολύ γε τὸ ἀπίθανον ἔξει καὶ πλασματῶδες ὁποῖος ἂν εἶναι ἀφορισθῇ, τοῦ μὲν ὅταν καταβληθῇ τὸ σπέρμα τὸν καιρὸν τοῦτον ἀποδιδόντος ὡς ἂν μηδ’ οἵου τε ὄντος ἐν τῇ μήτρᾳ γονίμως κρατηθῆναι μήτι γε ψυχῆς ἔξωθεν τῇ εἰσκρίσει ἑαυτῆς τὴν σύμφυσιν ἀπεργασαμένης — κἀνταῦθα πολὺς ὁ Νουμήνιος καὶ οἱ τὰς Πυθαγόρου ὑπονοίας  ἐξηγούμενοι, καὶ τὸν παρὰ μὲν τῷ Πλάτωνι ποταμὸν Ἀμέλητα, παρὰ δὲ τῷ Ἡσιόδῳ καὶ τοῖς Ὀρφικοῖς τὴν Στύγα, παρὰ δὲ τῷ Φερεκύδῃ τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι—τοῦ δ’ ὅταν πλασθῇ πρῶτον τὴν εἴσκρισιν τιθέντος τοῦ μὲν ἄρρενος ἐν {λ} ἡμέραις, τῆς δὲ θηλείας ἐν δύο καὶ {μ} διαρθρουμένης, καθάπερ ἱστορεῖ ὁ Ἱπποκράτης, τοῦ δὲ τὸν καιρὸν ἀφορίζοντος τῆς εἰσκρίσεως ὅταν πρῶτον κινηθῇ τὸ ἔμβρυον· λέγει δὲ καὶ περὶ τοῦ χρόνου ὁ Ἱπποκράτης· “ὅταν δὲ δὴ τὰ ἄκρα τοῦ σώματος τοῦ παιδίου ὀζωθῇ ἔξω καὶ οἱ ὄνυχες καὶ αἱ τρίχες ἐρριζώθησαν, τότε δὲ καὶ κινεῖται· καὶ χρόνος εἰς τοῦτο γίγνεται τῷ μὲν ἄρρενι {γ} μῆνες, τῇ δὲ θηλείᾳ {δ}.” ἤκουσα δ ἤδη τινὸς ἐγὼ διατεινομένου πρὸς ἡμᾶς τὴν προθυμίαν τοῦ ἄρρενος τὴν ἐν ταῖς ὀχείαις καὶ τὸ συμπαθὲς τῆς μήτρας ἁρπάζειν ψυχὴν ἐκ τοῦ περιέχοντος ἀέρος διὰ τῆς ἀναπνοῆς γιγνομένης μετακινήσαντα τὴν φύσιν ἣ χορηγὸς ἦν τοῦ σπέρματος σὺν ἰδιότητι ἑλκτικῇ ψυχῆς, διὰ δὲ τοῦ ἄρρενος ὡς διὰ σωλῆνος συνεκθοροῦσαν τῷ σπέρματι πάλιν ὑπὸ τῆς ἐν τῇ μήτρᾳ προθυμίας συλλαμβάνεσθαι, ὅταν ἐπιτηδείως ἔχῃ πρὸς κράτησιν αὕτη· καὶ διὰ τοῦτο μίγνυσθαι ἄμφω, ὅτι δι’ ἀμφοῖν ὁ τῆς ψυχῆς δεσμὸς καὶ ἡ κάθειρξις, σύλληψίν τε εἰρῆσθαι τὸ πάθος διὰ τὸ ἁρπαγῇ πτηνοῦ ἐοικέναι τὰ γιγνόμενα. ἀλλὰ τούτους μὲν τοὺς μύθους καὶ τότε γελάσας οἶδα καὶ μνήμης ἠξίωσα οὐ διὰ τὸ ἔχειν τι λόγων ἄξιον τὸ πλάσμα, ὅτι δ’ ἐπιδέχεται ὁ τρόπος ἐκτροπὰς μυρίας δεικνύς, ὅταν τις τὰς εἰσκρίσεις παραιτησάμενος τίθεσθαι μετὰ τὰς ἐκ τῆς μητρὸς ἀποκυήσεις εἰς τὰ κατὰ γαστρὸς ἔτι ὄντα καὶ τὴν ἐνταῦθα ἀδηλίαν ἐπάγῃ τὰ γιγνόμενα. τὸν μὲν οὖν καιρὸν ἀφορίσαι τῆς εἰσκρίσεως τοῖς οὕτω δόξασι λέγειν τὸν Πλάτωνα δύσκολον, ἀγὼν δὲ οὐχ ἥττων ἔσται αὐτοῖς πειρωμένοις δεικνύναι, ὡς ἔξωθεν ἡ ἐμψύχωσις καὶ οὐκ ἀπὸ τοῦ πατρὸς μέρος ψυχῆς συγκαταβάλλεται τῷ σπέρματι, καθάπερ φύσεως, εἴπερ ἄρα τῇ καταβολῇ ἡ ἐμψύχωσις· πῶς 〈δ’〉 οὐ μέρος ψυχῆς τῆς μητρός, εἰ ὅταν πλασθῇ γίγνοιτο ἡ εἴσκρισις ἢ ὅταν τὸ πρῶτον κινηθῇ; ὥσπερ γὰρ αἱ τοῦ σώματος ὁμοιότητες μηνύουσι τὸ καὶ ἐκ τῶν πατέρων εἰληφέν(αι) τι ἐκ τοῦ σώματος, οὑτωσὶ δεῖ καὶ τὰς κατὰ τὴν ψυχὴν ὁμοιότητας κατηγορεῖν τὸ πόθεν ἐλήφθη αὕτη. ἡμεῖς τοίνυν προηγουμένως μὲν ἐπιδείξομ(εν) ὅτι οὔτε ζῷον ἐνεργείᾳ τὸ κυούμενον οὔτε δυνάμει ὡς τὸ ἤδη τὴν ψυχὴν δεδεγμένον, οἷς ἕπεται τὸ μετὰ τὴν ἀποκύησιν γίγνεσθαι τὴν εἴσκρισιν· (καὶ συ)γχωρήσ(αντες δὲ) τὸ δυνάμει ἢ καὶ ἐνεργείᾳ ζῷον εἶν(αι τ)ὸ ἔ(μ)βρ(υον) αὐτό, (ἐροῦ)μεν ὡς οὐχ οἷόν τε οὔτ’ οὖν ἀπὸ τοῦ πατρὸς γεγονέναι τὴν ψύχωσιν οὔτ’ (ο)ὖν ἀπὸ τῆς μητρός, ἀλλὰ μόνον ὡς ἔξωθεν, ὡς μηδὲ οὕτως τῷ Πλάτωνι ἀθετεῖσθαι τὸν περὶ τῆς εἰσκρίσεως λόγον. Πρῶτον μὲν οὖν αὐτὴν μαρτυρόμενοι τὴν ἐνάργειαν πρὸ ὀφθαλμῶν θέσθαι ἀξιοῦμεν τὰς εἰδοποιοὺς διαφορὰς τῶν φυτῶν τε καὶ τῶν ζῴων, εἶθ’ οὕτως σκέψασθαι, τίσι μᾶλλον προσχωρεῖ τὰ γιγνόμενα περὶ τὰ ἔμβρυα· εἰ μὲν γὰρ φαίνοιτο τοῖς ἐπὶ τῶν ζῴων ὄντα παραπλήσια, ζῷον ἀποφαίνειν τὸ κυούμενον, εἰ δὲ τοῖς ἐπὶ τῶν φυτῶν, μὴ θαυμάζειν εἰ τῆς γαστρὸς προελθὸν ζωοῦται, καθάπερ οὐ θαυμάζομεν πῶς πρὶν ἐκ τοῦ πατρὸς ἀποκριθῆναι τὸ σπέρμα μένον ἐν ἑαυτῷ ἀνενέργητόν ἐστιν ὧν πέφυκε δημιουργεῖν τῆς μήτρας ἐπιτυχὸν μετὰ τὴν ἔκκρισιν. ἴδια μὲν τοίνυν φυτικῆς ζωῆς καὶ φυτῶν τὸ τρέφεσθαι μὴ διὰ στόματος, διὰ δὲ τῆς ἐνούσης ἐν ταῖς ῥίζαις δυνάμεως, ἣ τὴν περικειμένην ἐν τῇ γῇ τρόφιμον ἰκμάδα ἕλκουσα εἰς τὴν προσήκουσαν αὔξην τε καὶ θρέψιν τοῦ κατ’ αὐτὴν διοικουμένου κατατάττει· ἴδια δ’ αὖ πάλιν τῶν θνητῶν ζῴων καὶ ἐνσάρκων τὸ διὰ στόματος λαμβάνειν τὴν τροφὴν καὶ ἐντὸς ἐν ἑαυτοῖς ταύτην κατεργάζεσθαι δι’ ὀργάνων τῶν πρὸς τοῦτο αὐτὸ ὑπὸ τῆς οἰκείας κατεσκευασμένων φύσεως· ὅσα τε ἀναπνεῖν διὰ ῥινῶν πέφυκε τῶν ζῴων, τὴν ἐκροήν τε καὶ εἰσροὴν τοῦ ἀέρος διὰ τούτων ποιεῖσθαι· κωλυθέντα γὰρ παραχρῆμα πνιγέντα διόλλυται μηδὲ πρὸς τὸ ἀκαρὲς ἀντισχεῖν οἷά τε ὄντα πρὸς τὸ κωλῦον τὴν συνέχειαν· διὰ μόνης δὲ τῆς καλουμένης ἐντεριώνης διαπνεῖται τὰ φυτά, οἵ τε καρποὶ διὰ τῶν καλουμένων μίσχων ὅθεν τυγχάνουσιν ὄντες ἐκκρεμεῖς ἐπιχορηγοῦνται τὴν τροφὴν καὶ τὸ πνεῦμα, ἀφ’ ὧν δὴ καὶ ἐκπίπτουσι πεπανθέντες καὶ τὸ τέλειον εἰς ἀκμὴν λαβόντες τῆς δημιουργίας· καὶ ἐν ὑγρῷ μὲν πάντῃ κεχυμένῳ τὰ χερσαῖα τῶν ζῴων διόλλυται, ὑγροῦ δὲ περιχύσει καὶ παραθέσει καὶ ἕλξει ἐκ γῆς ἀναδίδοται τὰ σπέρματα. εἰ μὲν 〈οὖν〉 καὶ τὰ ἔμβρυα διὰ τοῦ στόματος ἐτρέφετο, οὐχὶ δὲ διὰ τῆς ἐνούσης δυνάμεως ἐν τῷ σπέρματι, ἣ τὸ φερόμενον αἷμα καὶ περικεχυμένον τῷ σπέρματι ἐντὸς ἐν τῇ μήτρᾳ σπῶσα καθάπερ τὰ φυτὰ ἐκ τῆς γῆς τὴν ἰκμάδα τὸ μὲν κατατάττει εἰς αὔξησίν τε καὶ θρέψιν τοῦ ἐμβρύου, τὸ δ’ ὡς περιττὸν ἀφορίζει χρήσιμον καὶ τοῦτο ἐσόμενον τελεσιουργηθέντι εἰς τὸν ὄλισθον, ἢ εἴπερ ὁμοίως ὡς μετὰ τὴν ἐκ γαστρὸς πρόοδον διὰ τῶν ῥινῶν ἀνέπνει τὰ ἔμβρυα ἀλλ’ οὐχὶ διὰ τοῦ ὀμφαλοῦ, ἀφ’ οὗ δὴ καὶ τὰ μέσα ἠρτημένα ῥίζης τρόπον ἢ μίσχου χορίου ἐξῆπται, πάλιν οὖν τοῖς καρποῖς παραπλησίως πεπανθέντα ἀποπίπτειν εἰς τὴν γῆν ἐπείγεται, ἢ οἷόν τε ἦν ἄνευ ὑγροῦ πανταχόθεν περικεχυμένου κἂν πρὸς μικρὸν ἀντέχειν αὐτά, οὗ δὴ κατὰ τοὐναντίον μετὰ τὴν κύησιν τὰ χερσαῖα οὐδὲ πρὸς ὀλίγον ὑπομένει τὴν πανταχόθεν περίχυσιν — εἰ μὲν οὖν ὥσπερ ἔφην ἡ κατὰ γαστρὸς τῶν ἐ(μ)βρύων διοίκησις ταῖς τῶν ζῴων ὑπῆρχε (π)αραπλησία ἀλλὰ μὴ ἄντικρυς τῇ τῶν φυτῶν, ἐνεχώρει ἂν ἐκ τῶν γιγνομένων τὰς πίστεις λαμβάνοντα συγχωρεῖν τοῖς (ἡ)γουμένοις ζῷα εἶναι τὰ ἔμ(βρυα)· ἐπειδὴ δὲ τὴν μὲν ὡς ἀλλοτρίαν παραιτεῖται, δι’ ἧς δὲ ὡς οἰκειοτάτης, σχεδὸν ὑπεναντίαν ἔχει τῇ μετὰ τ(ὴν) ἐκ γαστρὸς πρόοδον ὅταν τὴν τοῦ ζῴου ψυχὴν εἰσοικίσηται, τί παρέντες τῶν συμβαινόντων τὴν ἐνάργειαν αὑτοὺς προχείρως (ἀ)πατῶμεν, ἐπείπερ δὴ ζῴοις ἅμα τῇ προκύψει ἐντυγχάνομεν, ζῷα καὶ κατὰ γαστρὸς ἔνδον εἶναι λογιζόμενοι; ἢ γὰρ ἐκεῖνα ἀθετητέον ἐξ ὧν ὡς φυτὰ ἀλλ’ οὐχ ὡς ζῷα διοικούμενα (ε)ὑρίσκεται ἤ, εἴπερ μάχεσθαι τοῖς ἐναργέσιν ἀδύνατον, τῆς μὲν ἐκ φυτοῦ εἰς ζῷον μεταβολῆς (ζη)τητέον τὰς αἰτίας, εἴπερ τισὶ τοῦτο παράδοξον ἀλλὰ μὴ φύσεως θείας ἔργον εἶναι καταφαίνοιτο, τὸ μέντοι μὴ εἶναι ζῷα τὰ κατὰ γαστρός, ὄντα ἐπίσης ἀκίνητα π(ρὶν) ὡς ζῷα ψυχοῦσθαι, ἐατέον.