Περὶ δὲ εὐχρησίας τῶν ἐπιδεομένων τάδε χρὴ εἰδέναι· ὡς τῶν ἐπιδέσεων αἱ μὲν ἰωμένοις τισὶν ὑπηρετοῦσι συνοχῆς χάριν παραλαμβανόμεναι, αἱ δὲ οὐκ εἰς τοῦτο, εἰς δὲ τὸ αὐτουργῆσαι παραλαμβάνονται, αὗται τὴν ἴασιν πεπιστευμέναι, ἐφ’ ὧν μάλιστα ἠκριβωκέναι δεῖ, ὅπη ποτὲ τακτέον τὴν ἀρχὴν καὶ ὅθεν τὰς ἐπινεμήσεις ποιητέον, καί που τελευτητέον· ὧν ἕκαστα διὰ γραφῆς μὲν τἀκριβὲς παραδοῦναι οὐχ οἷόν τε. ἀφορμὰς δὲ παρασχεῖν, δι’ ὧν εἶ ἐπιλόγιστος ἐν τοῖς ἐπὶ μέρους ἔσται ὁ ἰατρὸς ἐπιστάμενος φύσιν τε ἑκάστου τῶν μερῶν ὡς ἔχει εὐφόρως πρός τε ἐπίδεσιν καὶ ἀνάληψιν καὶ θέσιν. ἐπιστάμενος δὲ καὶ τι δύναται ἐπίδεσις· δύναται τοίνυν ἐπίδεσις τὰ μὲν ἀφεστῶτα προστεῖλαι, τὰ δὲ ἐκτετραμμένα συστεῖλαι, τὰ δὲ διεστραμμένα διορθῶσαι καὶ τὰ ἐναντία πάντων χρῆσθαι, ἐπιδεῖν δὲ μὲν ἀφεστῶτα, ὥστε τὰ μετέωρα. δεῖ δὲ τῆς ἕδρας ψαύειν, τοῦτ’ ἔστι τῶν ἑδραίων ἀφ’ ὧν ἀπέστη καὶ εἰ μετεωρισθῇ· μὴ πιέζειν δὲ καὶ μὴ ἦρχθαι μὲν ἐκ τοῦ ὑγιέος, τελευτῆσαι δ’ εἰς τὸ ἕλκος ὡς τὸ μὲν ὑπεὸν ἐξάγηται, ὅπερ ἐστὶν ἐκθλίβηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται. ἐφ’ ὧν δ’ ἂν ἀποστήσασθαι βουληθῶμεν πάντα τἀναντία χρὴ ποιεῖν τοῖς συναγομένοις, ἐφ’ ὧν δὲ ἐκπεπετασμένα ὅπερ ἐστὶν ἐκτετραμμένα, ἐκ πολλοῦ δὲ βουλόμεθα συναγαγεῖν τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιητέον. ἐκ πολλοῦ δέ τινος τὴν συναγωγὴν καὶ ἐκ προσαγωγῆς τὴν πίεσιν ποιεῖσθαι τὸ πρῶτον ἥκιστα, ἑξῆς ἔτι μᾶλλον ὅρον τοῦ μᾶλλον τοῦ συμψαύειν καὶ ἡρμόσθαι, μὴ ἐρηρεῖσθαι δέ. ὑφ’ ὧν δὲ δεῖ συνηγμένα διαστῆσαι ἐν φλεγμονῇ ἐληνέειν, ἄνευ δὲ φλεγμονῆς παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ διεστραμμένα διορθῶσαι τὰ μὲν ἄλλα ταῦτα. δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπάγειν, τὰ δὲ ἐναντία ἐναντίως· ἅπαντα δὲ ταῦτα ὥσπερ νόμους ἐπιστάμενόν τε καὶ διαφυλάττοντα ἑκάστῳ πάθει τὸ κατάλληλον αὐτῶν αἱρεῖσθαι, μὴ προσέχοντα εἰς τόπους τινάς. ἡμεῖς ἀφορίζομεν τὰ νῦν ἐπιδέοντες, ἀφ’ ὧν δεῖ τῆς ἐπινεμήσεως ἄρχεσθαι· διὰ γραφῆς γὰρ καθ’ ἓν ἐξηργασμένον οὐ ῥᾳδίως ἦν εἰπεῖν· εὐδήλου δὲ διδασκαλίας χάριν ἡμεῖς ἐν τῇ παραδόσει τῶν ἐπιδέσμων τόπους ἀφορίζομεν, ἀφ’ ὧν ἄρχεσθαι δεῖ, αὐτῶν δ’ ἐπὶ τῶν ἔργων τὸ κατάλληλον αἱρεῖσθαι προσήκει. Σύμμετρον ῥάκος λαβόντες ἐπισχίζομεν εἰς σκέλη ἓξ τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῇ κορυφῇ, τῶν δὲ σκελῶν καὶ τῶν παρειμένων λαβόμενοι τῶν μέσων ἐπιῤῥήγνυμεν τὸ κατὰ τὴν ἕξιν τῶν ὤτων μέρος ὑπό τε τῷ ἀνθερεῶνι προσθέντες τὰς ἀρχὰς ἁμματίζομεν. ἑτέρου δὲ στενοῦ τελαμῶνος τὸ μέσον τῷ ἰνίῳ προσθέντες καὶ τὰ ἄκρα παράγοντες τοῦ μετώπου ἐκ πλαγίων τῆς κεφαλῆς  ἁμματίζομεν· οὕτω τε τὰς λειπομένας τέσσαρας ἀρχὰς ἄγοντες ἐφάπτομεν τὰς μὲν ὀπισθίους πλησίον τοῦ κατὰ τὸν στενὸν τελαμῶνα ἅμματος, τὰς δὲ ἐμπροσθίους παρὰ τὸ ἰνίον. δυνατὸν δὲ καὶ χωρὶς ἁμμάτων τὰς μὲν ὑποβάλλειν, τὰς δὲ ἐμβάλλειν τὴν ὑστάτην ἀγκτηρίζοντα. Διαιροῦμεν τὸ ῥάκος εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῷ μετώπῳ, τὰς ἀρχὰς δὲ τὰς ἐμπροσθίους ἀπάγομεν ἐπὶ ἰνίον κατὰ τῶν ὀπισθίων ἀρχῶν κατὰ τῶν παρειμένων κἀκεῖ ἁμματίζομεν, ἐπὶ τὰς ἑτέρας δύο ἀρχὰς ἀνακλάσαντες ἄγομεν ἐπὶ κορυφὴν, ὑπ’ αὐτὴν δὲ ἁμματίζομεν. δυνατὸν δὲ τὰς ἐπὶ κορυφῆς ἀγομένας ὑπὸ τὸ γένειον ἀγαγόντας ἁμματίζειν, τούτῳ καὶ ἐπὶ ἰνίῳ χρώμεθα τὰς ἀρχὰς ἐκ πλαγίων τῆς κεφαλῆς ἁμματίζοντες. Διελόντες τὸ ῥάκος εἰς σκέλη ὀκτὼ τοῦ μέσου ἀσχίστου καταλειπομένου μεγέθει ὡς ὅλην τὴν κεφαλὴν σκεπάσαι ἐπιβάλλοντες ὕλῃ τῇ κεφαλῇ καὶ τῶν σκελῶν παρειμένων δύο ἄγομεν ἐπὶ τὸν ἀνθερεῶνα διελόντες αὐτῶν τὴν κατὰ τὰ ὦτα συνέχειαν κἀκεῖ ἁμματίζομεν. λοιπῶν δὲ ὄντων τεσσάρων ὄπισθεν, δύο δ’ ἔμπροσθεν τὰ ὕστατα τῶν ὄπισθεν ὑπὲρ τὰ ἄλλα ἀνάγομεν ἐπὶ τὸ μέτωπον, καὶ τὸ μὲν ἐπὶ πέρας ὑποστέλλομεν, τὸ δὲ δὴ ἕτερον ἐπιβάλλομεν εἰς κατάληψιν τοῦ ὑποκειμένου· ἔπειτα οὕτω τὰ ἐμπρόσθια σκέλη ἄγομεν ἐπὶ τὸ ἰνίον. ὁμοίως τὰς δὲ πρώτας ἀρχὰς ταῦτα καταλαβόμενοι τούτων τε τὴν ἑτέραν ὑποστέλλοντες εἰς ἑτέραν καὶ τὰς ἄλλας δὲ δύο τὰς ὀπισθίας ἄγομεν ἐπὶ τὸ μέτωπον· ἣν μὲν ὑποστέλλοντες, ἣν δὲ ἐπάγοντες, ἣν δὲ τελευταίαν οὖσαν καὶ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτηριζόμενοι· τῷ χωρὶς ἁμμάτων τὴν κεφαλὴν ἐπιδεομένῳ σχιστῷ φυλασσόμενοι τὴν ἐκ τῶν ἁμμάτων θλίψιν. Ἡ μεσότης τῆς καθ’ ὅλης κεφαλῆς τῶν ἀρχῶν· αἱ μὲν τέσσαρες κατὰ μετώπου ὑπ’ εὐθείας κρεμάσθωσαν, αἱ δὲ ἄλλαι τέσσαρες κατὰ ἰνίου. τῶν δὲ κατὰ μετώπου δύο αἱ ἔξωθεν σχισθεῖσαι ἐπὶ ἰνίον ἀπαγέσθωσαν, κἀκεῖ ἁμματιζέσθωσαν καὶ ἀπὸ ἰνίου δὲ αὗται ταῖς κατὰ τοῦ μετώπου ἀγέσθωσαν καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· εἶτα ἑξῆς αἱ λοιπαὶ δύο κατὰ τοῦ μετώπου σχισθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν, αἱ δὲ ἀπὸ ἰνίου ἐπὶ μετώπου.