Ἀρχὴ ὑπὸ ἰνίῳ. τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς, εἶθ’ ὑπὸ γένειον ἐπὶ χαλινὸν ὀφθαλμὸν ἐπὶ βρέγμα καὶ ἐπὶ ἰνίον, εἶθ’ ὑπὸ λοβὸν καὶ ὑπὸ γένειον ἀντικείμενον χαλινὸν, ὀφθαλμὸν μεσόφρυον καὶ αὐτοῦ χίασμα, εἶτα ὑπὸ βρέγμα καὶ ἰνίον, εἶτα μετωπιαία. Ὁμοίως τῷ λοξῷ τῆς τιθεμένης μεσότητος κατ’ ἰνίου καὶ ἢ ἄνωθεν ἢ κάτωθεν ἀγομένων τῶν ἀρχῶν, τίθεται δὲ ὑπὸ γένειον μεσότης. Πλάτος ἕκαστος τελαμὼν ὅσῳ σκεπάσαι τὴν ῥῖνα, μήκει δὲ ὡς διπλοῦν ἀπὸ ῥινὸς ἐπ’ εὐθείας ἐπὶ ἰνίον δύνασθαι χωρίσαι. τὴν ἀρχὴν τάττομεν κατ’ ἰνίου, τὸ δὲ λοιπὸν ἄγομεν εὐθείας ἐπὶ κορυφὴν βρέγματος ῥινὸς ὕψωμα. τὸ δὲ λοιπὸν παρειμένον κατὰ τοῦ προσώπου, ὃ καὶ σχίζομεν ἐπ’ εὐθείας εἰς σκέλη δύο ἄχρι τοῦ ἄνω χείλους ἔπειθ’ οὕτως ἄλλου στενοῦ τελαμῶνος, ἐπιμηκεστέρου δὲ, τὴν μεσότητα τίθεμεν ὑπὸ σφαιρίῳ τῆς ῥινὸς καὶ ἐπὶ τῶν παρειμένων τοῦ προσώπου σκελῶν. ἄγομέν τε τὰς ἀρχὰς ὑπὸ λοβοὺς ὤτων ὑπ’ ἰνίον κατὰ τῆς προεμβεβλημένης χίασμα ποιοῦντες· δόντες τε ὑπηρέτῃ ἑξῆς κατὰ τοῦ προσώπου σκέλη ἄγομεν, ἀνακλάσαντες παρ’ ἑκάτερον μέρος τῆς ῥινὸς ἐπὶ μεσόφρυον κατ’ αὐτοῦ χίασμα γίγνεσθαι καὶ τὰς ἀρχὰς λοξῶς ἐπὶ κορυφῆς ἐπὶ ἰνίον ἀφάψαντές τε πρὸς τὸ αὐτὸ πέρας ἐπάγομεν τὰς διακρατουμένας ὑπὸ τοῦ ὑπηρέτου ἀρχὰς μετωπιαίας συντελοῦμεν, οὐ τὰ πέρατα πρὸς ἄλληλα ἅμματι ἢ ὡς ἀγκτῆρι ἐκ πλαγίων τῆς κεφαλῆς ἀναλαμβανομένων. Σχίζομεν τὸ ῥάκος σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες ὃ καὶ ὑπὸ τὸ σφαίριον τάξαντες τὰς ὑπερκειμένας κάτω παρίεμεν, τὰς δὲ ὑποκειμένας πρώτην ἄγομεν ἐπὶ τὰ μῆλα καὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα, καὶ χιάσαντες συνέχειν ὑπηρέτῃ κελεύομεν. τὰς δ’ ἄλλας δύο ἀρχὰς ὑπὸ λοβοὺς ἐπὶ ἰνίον χιάσαντες ἐγκυκλίους ἐπὶ μέτωπον καὶ ἐπὶ μέρος τῆς κεφαλῆς ἀναλαμβανόμενοι καὶ τὰς διακρατουμένας ἐπὶ ἰνίον ἄγοντες καταλαμβάνομεν. Μία ἡ μεσότης ὑπὸ σφαίριον. αἱ δ’ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι διακρατείσθωσαν, ἄλλη δὲ μεσότης ὑπὸ τὸ σφαίριον τῆς ῥινός. αἱ δ’ ἀρχαὶ καὶ ὑπὸ λοβοὺς καὶ ἐπὶ ἰνίον ἁμματίζονται, τρίτη μεσότης κατὰ μετώπου, αἱ δ’ ἀρχαὶ ἐγκύκλιοι πρὸς κεφαλὴν καὶ τὸ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς.