Ἀρχὴ κατ’ ἰνίου. τὸ εἴλημα κατὰ κορυφὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμόν· εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ἐπ’ ὀφθαλμὸν τὸν ἕτερον, μεσόφρυον, βρέγμα καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία. δυνατὸν δὲ καὶ ἀνατρέψαντα τὸν πρῶτον ἐπιδεόμενον κάτωθεν ἄνω ἐπιδῆσαι, ἄν περ τοῦτο συμφέρῃ. Μεσότης κατ’ ἰνίου. ἀρχαὶ ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον καὶ κατ’ αὐτὸ τοῦτο χιάζεσθαι· εἶτα ἐπὶ ὀφθαλμοὺς καὶ ὑπὸ λοβοὺς τῶν ὤτων, ἐπὶ ἰνίον καὶ μετωπιαία. Μεσότης κατὰ μετώπου. αἱ ἀρχαὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου χιασθεῖσαι καὶ ὁμοίως τῇ πρὸ ταύτης ἐπιδέσει. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπὶ κορυφὴν, βρέγμα, ὀφθαλμὸν ἐπ’ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον καὶ μετωπιαία. Πρὸ τῆς μετωπιαίας. ἀπὸ ἰνίου ἐπὶ ἕτερον ὀφθαλμὸν ἀντικείμενον ἕτερον ἐπάγεται καὶ κατ’ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γένειον ἐπὶ τὸν ἕτερον ὀφθαλμὸν καὶ ἐπ’ ἀντικείμενον λοβὸν ἐπὶ ἰνίον καὶ μετωπιαία.