Σύμμετρον μέρος τῆς ταινίας ἐάσας κατὰ προσώπου κρέμασθαι, ἕλκε τὸ σπείραμα ἐπ’ εὐθείας ἐπὶ ἰνίον κἀκεῖθεν ἐπίδει τὴν εὐθεῖαν φορβέαν μέχρι τοῦ σκεπούσης ὅλης παρειὰς καὶ τῆς κεφαλῆς καὶ ἐπὶ τέλει τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσας εὐθυτενῶς ἐπὶ κορυφὴν ἄπαγε ἐπὶ ἰνίον καὶ καταλαβοῦ ὁμοίως, ἐὰν θέλῃς ἐπιθεὶς τὸν λοβόν. Τὸ ἡμιῤῥόμβιον προσλαβὸν τὰ καλούμενα ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δ’ ἤτοι εὐπρεπείας χάριν ἐν μονομαχίαις ἢ χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφαλῆς ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλ’  εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. οὕτω γὰρ ἂν τὴν ἐμφέρειαν πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα, ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται καὶ ἐν μέσῳ. Ἐπιτελεῖται δ’ οὕτως· ὁ βρόχος ὁ καλούμενος βουκολικὸς ἢ δι’ ἀγκυλωμάτων, συντόμῳ ἐν τῷ περὶ βρόχων ἐκδεδώκαμεν πολλάκις, ἔξ ἑνὸς μέρους τοῦ ἐπιδέσμου ἐπὶ μετώπου τάσσεται καὶ ἐπ’ αὐτῷ ἐπιτελεῖται τὸ ἡμιῤῥόμβιον ἢ πλινθίον καλούμενον. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον ὀφθαλμὸν, ὥστε καλύψαι, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμά γ’ ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμὸν, εἶτα οἶμαι παρέλκειν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ὀφθαλμὸν, ἐπὶ βρέγμα, ἐπὶ ἰνίον, εἶτα μετωπιαία.