Ἡ μεσότης καθ’ ἰνίου. αἱ ἀρχαὶ ἐπὶ κορυφὴν βρέγμα χίασμα ποιοῦσαι κατ’ αὐτοῦ, εἶθ’ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Ἡ μεσότης κατ’ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ τοὺς ἔξωθεν κανθούς· εἶτ’ ἐπὶ βρέγμα καὶ ἰνίον, εἶτα μετωπιαία· τινὲς καὶ γενειάδα προστιθέασι. Τὴν εὐθεῖαν διμερῆ φορβέαν ἐπιδήσαντες χωρὶς τῆς γενειάδος ἐπὶ τέλει ἐπὶ τὸ ὕψωμα τῆς ῥινὸς ἀπάγομεν, εἶτ’ ἐπὶ ἰνίον καὶ στεφανιαίαν προσαποδίδομεν. Ὁμοίως τῷ ἀνεζευγμένῳ ἐπιδεδεμένῳ καὶ τὴν γενειάδα προσαποδίδομεν. Αὕτη ἁρμόζει ἐπὶ τῶν κατὰ πολλὰ μέρη τῆς κεφαλῆς καὶ τῶν παρειῶν ἐχόντων τραῦμα. τῇ λοξῇ διμερεῖ φορβέαν συνεπίδησον καὶ μετὰ ταῦτα καὶ Γλαυκίου σκάφιον, εἶτα οὕτω τὰς διμερεῖς φορβέας. ἔνιοι θεατρικώτερον βουλόμενοι κέφαλον ἑτοιμάσαντες ἐπιῤῥάπτουσιν. ἡ αὐτὴ γίνεται ἄλλως καὶ ἄνευ τῆς λοξῆς φορβέας καὶ τῶν γενειάδων.