Ἡ μεσότης τῷ ἰνίῳ ἐντιθέσθω τὰ εἰλήματα, ἀπὸ κορυφῆς δὲ λοξῶς ἐπὶ βρέγμα, ἵνα κατ’ αὐτοὺς χίασμα γένηται, εἶτ’ ἐπὶ παρειὰς ὑπὸ γένειον ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κυκλοτερῶς ἐπὶ μέτωπον καὶ ἰνίον· εἶτα γενειάδα καὶ μετωπιαίαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Ἡ μεσότης κατὰ μετώπου τὰ σπειράματα ἐπὶ ἰνίον καὶ κατ’ αὐτοὺς χίασμα· εἶτα ὑπὸ λοβοὺς ὤτων ὑπ’ ἀνθερεῶνα, εἶτα παρειαὶ καὶ ἐπὶ βρέγμα, λοξαὶ ἐπὶ ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαίας. Μεσότης κατ’ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων, ὑπὸ γένειον, ἔπειτα παρειὰς καὶ τὰ λοιπὰ ὁμοίως τῇ πρὸς ταύτης. Ἀρχὴ κατ’ ἰνίου τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ κρόταφον. ἐπίβρεγμα λοξῶς ἐπὶ ἰνίον καὶ μετωπιαίαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν ἐπὶ πλέον. ἐπιδέοιτο οὕτω κάτωθεν ἄνω ἢ ἄνωθεν. συμφέρει οὕτως ἐπιδεόμενα ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν βρέγμα καὶ κρόταφον, ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ μετωπιαία. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ κρόταφον καὶ βρέγμα, λοξῶς ἐπὶ ἰνίον καὶ μετωπιαία πρὸς τὸν ἔξω κανθὸν καὶ ἐπὶ βρέγμα. λοξὴ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρὸ αὐτῆς χιάζουσα τὸ βρέγμα, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ μετωπιαία.