Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ σπεγκρανίς. ἐστὶ δὲ πολὺ ἀσφαλεστέρα· μετὰ γὰρ τὴν σπεγκρανίδα ὁ λαγωὸς χωρὶς ὤτων ἐπιπλέκεται, ἵνα μὴ πολυλογῶμεν. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ ἀδέσποτος Θαὶς, λέγω δὲ ἐπὶ βρέγματος καὶ τῶν πλησίον τόπων. συντελεῖται δὲ οὕτω· σύμμετρον μέρος ἐάσας τῆς ταινίας κατὰ προσώπου παρειμένον ἕλκε τὸ σπείραμα κατὰ βρέγματος ἐπ’ εὐθείας ὡς ἐπὶ ἰνίον, ἐκεῖθεν δὲ παραλλάξας ἄγε ὑπὸ λοβὸν ὠτός. ἐπὶ βρέγμα καὶ λοξῶς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξῶς ἐπὶ τὰ ἀντικείμενα μέρη καὶ ἐπὶ βρέγμα κρόταφον  ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον· ἔπειτα τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀναγαγών. πτύσσε κατὰ μετώπου τρὶς καθ’ ὑπέρβασιν, ὥστε βαθμηδὸν ἀλλήλαις ἐπικεῖσθαι καὶ οὕτως ἐπ’ αὐτῶν κατ’ αὐτὴν ἔπαγε τὴν μετωπιαίαν. Ἁρμόζει μὲν ἐφ’ ὧν καθ’ ἓν μέρος ἐπιδῆσαι θέλομεν γένυν ἤτοι τραύματος χάριν ἢ ἐξαρθρήματος ἢ τοῦ κυνικοῦ καλουμένου σπασμοῦ ἤ τινος ἄλλου. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα κρόταφον παρειαίς· εἶθ’ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἀντικειμένου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ γένειον λοβοὺς ὤτων, μετὰ δὲ τὴν γενειάδα ἐπὶ ἰνίον, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. οὕτως ἄνπερ ἄνωθεν κάτω συμφέρῃ ἐπιδεῖν, συντελεῖται δὲ αὕτη καὶ κάτωθεν ἄνω οὕτως· ἀρχὴ ἐπὶ ἰνίον τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ὑπὸ γένειον· εἶτα παρειὰς, εἶτα λοξὴ ἐπὶ βρέγμα ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαία. Ἁρμόζουσα εὑρίσκεται αὕτη ἐφ’ ὧν κατ’ ἀμφότερα τὰ μέρη τῆς γένυος ἢ ἐξαρθρήματα ἤ τι ἄλλο μέρος τῆς ἐπὶ τῆς μονομεροῦς εἰρημένον ἐστίν. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν, βρέγμα καὶ παρειὰς ὑπὸ γένειον, εἶτα ἐναντία κειμένη γνάθων παρειὰς καὶ ἐπὶ βρέγμα κατὰ τῆς προσεμβεβλημένης ἕως χίασμα γίγνεσθαι· εἶτα ἐπὶ ἰνίον καὶ ὑπὸ λοβὸν ὠτὸς, γένειον ἐπὶ ἰνίον καὶ μετωπιαία. Ἀρχὴ ὑπὸ ἰνίῳ ὠτὸς καὶ ὑπὸ γενειάδα, εἶτα παρειὰς καὶ λοξὴ παρὰ κορυφὴν ἐπὶ ἰνίον ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ὑπὸ γένειον, ἔπειτα παρειὰς, ἔπειτα λοξὴ κατὰ βρέγματος ἐπὶ ἰνίον, εἶτα μετωπιαία.