Εὐθετεῖ μὲν ἐφ’ ὧν καὶ ὁ θόλος. ἔχει δέ τινα μετὰ τῆς εὐχρηστίας καὶ εὐμορφίαν. ἐπὶ συντελουμένῳ τῷ θόλῳ στενοῦ τελαμῶνος τὴν ἀρχὴν καὶ τάξαι δεῖ ὑπὸ ταῖς ἐπινεμήσεσι ταῖς κατ’ ἰνίου, ἐκεῖθέν τε λοξὴν ἄγειν κορυφὴν ἐπὶ βρέγμα. μέτωπον ὑπειλήσεται τοῖς κατὰ μέτωπον τῆς πρώτης ταινίας ἀγκύλην, εἶτα ἄγειν λοξὴν ἐπὶ βρέγμα, κορυφὴν, ἰνίον. ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς δεξιοῦ καὶ ἐπὶ βρέγμα καὶ ἐπὶ τὸν ἀριστερὸν τοῦ ὠτὸς λοβὸν καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει εἰς ἀσφάλειαν μετωπιαίαν ἡμεῖς προσαποδίδομεν. Ἐπὶ συντετελεσμένῳ τῷ θόλῳ δακτυλιαίου τελαμῶνος ἢ ἔτι στενοτέρου τὴν ἀρχὴν τάξαντες ἐπὶ ἰνίον ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ ἐπὶ κορυφὴν καὶ βρέγμα μέσον καὶ μέτωπον πτύξαντές τε κατὰ μετώπου ἀνάγομεν πάλιν κατὰ τῆς αὐτῆς ἐπὶ ἰνίον. ἀπὸ ἰνίου παραλλάξαντες ἐπὶ τὸ δεξιὸν μέρος τε κεφαλῆς ἄγομεν παρὰ κορυφὴν ἐπὶ βρέγμα καὶ ἀριστερὸν κρόταφον, διπλώσαντές τε τὴν ταινίαν ἐπὶ τοῦ κροτάφου ἄγομεν τὸ σπείραμα κατὰ τῆς προσεμβεβλημένης λοξῆς ἐπὶ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς· ἐντεῦθεν δὲ ὁμοίως ἀνακλάσαντες πάλιν ἄγομεν ἐπὶ τὸν κρόταφον καὶ τοῦτο τρὶς ποιοῦμεν, ἵνα κατὰ τοῦ κροτάφου καθ’ ὑπέρβασιν ἀνακεκλασμένα ἀγκύλια τρία ὄντα κικίνων ἰδέαν παρασχῇ. μετὰ δὲ τὸ ἐκ τρίτου ἔλθῃ ἐπὶ τὸ δεξιὸν μέρος τοῦ ἰνίου, παραλλάξαι δὲ ἐπὶ ἀριστερὸν, ἵνα καὶ κατὰ τοῦ ἑτέρου κροτάφου τὸ αὐτὸ γένηται, ἐπὶ πᾶσι δὲ μετωπιαίαν συντελοῦμεν εἰς συνοχὴν τῶν ἐπινεμήσεων. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ θόλος Γλαυκίου. συντελεῖται δὲ οὕτως· μέτριόν τι τῆς ταινίας μέρος ἐάσας κατὰ τοῦ προσώπου ἀγαγὼν τὸ σπείραμα ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν, ἰνίον ἐκεῖ τε ὑπηρέτῃ κελεύσας διακρατῆσαι παραλλάξας τὸ σπείραμα μετωπιαίαν ἀποδώσῃ, ἔπειτα οὕτω τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν κατὰ τῆς πρώτης ἐπαγαγὼν ἐπὶ βρέγμα κορυφὴν, ἰνίον καταλαβοῦ κατ’ ἰνίου. Ἁρμόζει μὲν ἐπὶ πάντων τῶν διὰ ῥευματισμὸν ὀμμάτων χρόνιον περιεσκυθισμένων πρὸς τὴν συναγωγὴν τῶν διῃρημένων καὶ ἄλλως ἔκ τινος αἰτίας ὑπὲρ τὸ μέτωπον ἐχόντων τραῦμα. ἐπιτελεῖται δὲ οὕτως· τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τάξαντες κατ’ ἰνίου ἄγομεν τὸ λοιπὸν ὑπὸ λοβὸν ὠτὸς ἤτοι δεξιοῦ ἢ τοῦ ἑτέρου, ἐφ’ ὧν ἂν συμφέρειν κρίνωμεν πρῶτον ἐπινέμεσθαι. ἀπὸ δὲ τοῦ ὠτὸς ἐπὶ τὸν παρακείμενον κρόταφον πλαγίως ἐπὶ βρέγμα, εἶτα ἐπὶ τὸν ἕτερον κρόταφον ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου θλίψαντες τὴν προσεμβεβλημένην ἀρχὴν τὴν ἐπινέμησιν ποιούμεθα ἐπὶ οὖς ἐπὶ μέτωπον, ὡς εἶναι κάτω πρῶτον τὴν τῆς πρώτης κατὰ τοῦ βρέγματος ἐπινέμησιν ἀμφοτέραν εἰς τὸ ἔνδον ἐναντίως ἀλλήλαις σεσημειωμένων, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. ἐπιτελεῖται δὲ καὶ ἄλλος ἐκ δυοῖν στεφανιαίων, ἧς μὲν ὑπὸ τὴν διαίρεσιν νεμομένης, ἧς δὲ ὑπὲρ αὐτὴν σεσημειωμένης ἑκατέρας πρὸς τὸ ἔνδον. αἱ δὲ ἐπινομαὶ τῆς μὲν κάτω πρὸς τὸ ἄνω, τῆς δὲ ἄνω πρὸς τὴν κάτω. Εὐθετεῖ μὲν ἐφ’ ὧν βρέγμα καὶ τὰ παρακείμενα τούτῳ συνεπιδῆσαι θέλομεν, ἐπιτελεῖται δὲ οὕτως· ἐπὶ τῷ καλουμένῳ ἡμιῤῥόμβῳ γεγονότι χωρὶς τῆς μετωπιαίας ἀπὸ τοῦ ἰνίου ἄγομεν τὴν ἐπινομὴν παρὰ κορυφὴν λοξῶς ἐπὶ μέτωπον. κλάσαντες τὴν ταινίαν κατὰ τοῦ μετώπου μηνοειδῶς, ὥστε τὸ μὲν σιμὸν αὐτῆς νεύειν ἄνω, τὸ δὲ κυρτὸν ἐπὶ μεσόφρυον βλέπειν ἐπὶ τὰ ἀντικείμενα τῆς κορυφῆς καὶ ἐπὶ ἰνίον ἄγομεν καὶ οὕτω τὴν μετωπιαίαν προσδίδομεν. αὕτη ἡ ἐπίδεσις μετὰ τῆς εὐχρηστίας ἧς παρέχει ὁ λαγωός ἐστί πως εὐπρεπεστέρα.