Ἁρμόζει μὲν ἐφ’ ὧν ὅλην κεφαλὴν σκεπάσαι θέλομεν παρασκεπάστρα ἐκλήθη. ὁ δὲ κάτοχός ἐστι ταινία ὑπερμήκης ὑπὲρ τὴν σκεπάστραν κατὰ μῆκος κύκλῳ τῷ προσώπῳ καὶ τῇ κεφαλῇ περιτιθεμένη εἰς τὴν κατάληψιν τῆς σκεπάστρας, ὁ δὲ καθολκεὺς ἐκ ταινίας γίνεται ἐπιμήκους. παραλαμβάνεται δὲ χάριν τοῦ καθελκεῖν τὸν ἐπίδεσμον εἰς τὸ μὴ ἀπολισθαίνειν, ἐπιτελεῖται δ’ οὕτω. ῥάκος λαμβανέσθω πλάτει μὲν τηλικοῦτον, ὥστε σκέπειν ὅλην τὴν κεφαλὴν, μήκει δὲ ὡς πλεῖστον ἢ διπλοῦν δύνασθαι τοῦτο ποιῆσαι. τούτου ἡ μὲν ἑτέρα ἀρχὴ κατ’ ἰνίου τασσέσθω, ἡ δὲ ἑτέρα κατὰ προσώπου παρείσθω, στενοῦ τε δὲ τελαμῶνος ἡ μεσότης ὑπὸ τὸ γένειον τασσέσθω, αἱ δὲ ἀρχαὶ κατὰ παρειῶν καὶ κατὰ βρέγματος ἀγέσθωσαν ὅπου κεχιέσθαι ἐπὶ γόνει ἐπαγέσθωσαν. ἑτέρου δὲ στενοῦ τελαμῶνος ἡ μεσότης κατὰ μετώπου, αἱ δὲ ἀρχαὶ κυκλοτερῶς ἐπὶ ἰνίον, ἐνταῦθά τε πρὸς ἑαυτὰς καὶ πρὸς τὰς τοῦ καθολκέως ἀρχὰς ἁμματιζέσθωσαν. τὸ δὲ κατὰ προσώπου παρειμένον εἰς δύο σκέλη ἐπ’ εὐθείας διαιρείσθω μέχρι μεσοφρύου καὶ ἰσχιασθέντα κατὰ μετώπου κυκλοτερῶς ἐπὶ ἰνίον ἀπαγέσθω κἀκεῖ ἁμματιζέσθω. δυνατὸν δὲ καὶ τὸν κατοχὸν καὶ τὸν κάθολκον ἐξ ἑνὸς ποιῆσαι ταινιδίου ἐπιμηκεστέρου τὸν τρόπον τοῦτον. μεσότης κατὰ βρέγματος, αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας κατὰ παρειῶν ὑπὸ γένειον· εἶτα ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον. κἀκεῖ χιαζέσθωσαν ἀπὸ ἰνίου ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. ἁπλοῖ ἐπίδεσμοι. Οὕτως λοιπὸν δ’ ἂν εἴη καὶ περὶ τῶν ποικίλων εἰπεῖν, πρότερον ἐμφανίσαντα ὡς τῶν ἐπινεμήσεων ἡ μέν τις λέγεται εὐθεῖα, ἡ δὲ πλαγία, ἡ δὲ λοξὴ, ὡς τὰ ὀνόματα σημαίνει· ἄλλη δὲ στεφανιαία, ἡ δὲ μετωπιαία, ἡ δὲ παρείας, ἡ δὲ γενειὰς, ἡ δὲ εὔκυκλος, ἡ δὲ κυκλικὴ ἐπίδεσις, ἄλλη δὲ σκέπαρνος. στεφανιαία μὲν οὖν ἐστιν ἡ κατὰ τοῦ βρέγμα τος ἀγομένη ὁμοίως τοῖς στέφεσι, μετωπιαία δὲ ἡ ἐπὶ τοῦ μετώπου κατακυκλουμένη, γενειὰς δὲ ἡ κατὰ γενείου. ὁμοίως δὲ καὶ παρειὰς ἀπὸ τοῦ μέρους, σκέπαρνος δὲ ἥτις καθ’ ἓν μέρος κοίλη ἐστὶν ὑπό τι μονοειδὲς οὖσα. κατὰ δὲ τὸ ἕτερον περίκυρτος. τῶν οὖν καταβαλῶν ταῦτα τὰ ὀνόματα. Αὕτη ἡ ἐπίδεσις ἁρμόζει κατὰ μέν τινας ἐπὶ τῶν κατὰ τὰς ῥοφὰς διαστάσεων, κατὰ δέ τινας ἐφ’ ὧν τραύματος ὄντος τὰ παρακείμενα ἀφέστηκεν εἰς τὴν ἐκείνων μὲν κόλλησιν, τῶν δὲ ὑγρῶν διὰ τὸ ἐστεγνῶσθαι τὸ ἕλκος ἔκκρισιν. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ διάκειται ἐκ πλαγίων τῆς κεφαλῆς, εἶτα ἄγεται λοξὴ ἐπὶ κορυφὴν καὶ τὸν ἕνα κροταφόν. ἐκεῖθεν δὲ παρειὰς συντελεῖται· καὶ ἑτέρα παρειὰς λοξῇ τῇ πρώτῃ ἀντικειμένη ὡς χίασμα γίγνεσθαι ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ, διεστῶσα τῶν πρώτων· εἶτα παρειάδες δύο καὶ πάλιν λοξὴ, ἵνα γένηται ῥόμβος ἐν μέσῳ, ποιοῦνται, εἶτα μετωπιαῖαι ἐπινομαὶ κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμνῶν σκέπην.  Ἁρμόζει μὲν καὶ ἐφ’ ὧν ὁ θόλος. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ ἰνίον, εἶτα ἄγεται τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ βρέγμα λοξὴ καὶ ἐπὶ ἰνίον. ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρώτῃ, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον ἐκεῖθέν τε μετωπιαία συντελεῖται· ὥστε τὸ μέσον ἡμιῤῥομβιαῖον εἶναι. τὸ δὲ πέρας καὶ ἐν ταύτῃ καὶ ἐν ἁπάσαις ταῖς ἐπιδέσεσι κατὰ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτῆρσι συνέχεσθαι ὀφείλει. ἔνεστι δὲ ἀπὸ τῆς πρώτης τὰς ἐπινεμήσεις μὴ κάτωθεν ἄνω, ἄλλα τοὐναντίον ποιεῖσθαι ἄνπερ ἁρμόζει. Ἁρμόζει μὲν ἐφ’ ὧν κορυφὴν καὶ βρέγμα συνεπιδῆσαι θέλομεν. συντελεῖται δ’ οὕτω· τάξαντες κατ’ ἰνίου ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ κατὰ κορυφῆς ἐπὶ τὸ μέτωπον, ἐνταῦθά τε παριστάντες τῷ λιχανῷ τῆς ἀριστερᾶς χειρὸς ἡμῶν δακτύλῳ. ἀπάγομεν πάλιν ἐπὶ ἰνίον τῷ πρώτῳ παράλληλον ἀπὸ ἰνίου τε τρίτῳ ἐπὶ μέτωπον ἄγομεν παράλληλον. ὅτε καὶ παρειλήσαντες τὴν ταινίαν τὴν ὑπὸ δακτύλου διακρατουμένην μετωπιαίαν συντελοῦμεν.