Οὐκ ἀσκόπως μοὶ δοκεῖ ὁ παλαιὸς Ἱπποκράτης ἐπιβλέψας τὰς ἄλλας τέχνας ἀρχόμενος τῆς ἐν τῷ πράττειν καθαριότητος ἐκπεφωνηκέναι. ἐμοὶ δὲ ἁνδάνει μὲν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἢ ὀρθῶς διοικεῖ, καλῶς ἕκαστα χρὴ ποιεῖν καὶ ὀρθῶς καὶ ὅσα καθαριότητος καὶ καθαρίως καὶ ὁκόσα ταχέως ἔργα, ταχέως. καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι ἀνωδυνώτατα ποιέειν. καὶ ἄλλα πάντα τοιοῦτον τρόπον διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον χρὴ ποιέειν. καὶ γὰρ, ὡς ἔοικεν ἔν τισιν ἔργοις, οὐκ ἄλλῳ τινὶ τῶν ἀπείρων διαφέρουσιν οἱ ἔμπειροι τεχνῖται τῶν ἀτέχνων ἢ τάχει καὶ εὐρυθμίᾳ· διὸ πολλάκις προσήκει παντὸς ἄλλου τεχνίτου τὸν ἰατρὸν ἐν πᾶσιν ἐστοχάσθαι τοῦ καλῶς πράττειν τι, καθ’ ὃ καὶ τὴν ὕλην ἔχει διάφορον· καὶ γὰρ τέμνοντα καὶ καίοντα καὶ δὴ καὶ ἐπιδέοντα καὶ εἴ τι ἄλλο χειρουργοῦντα μετὰ τοῦ συμφερόντως πράττειν καὶ τοῦ καθαρίως καὶ εὐρύθμως πεφροντικέναι δεῖ, ὡς καὶ αὐτὸς πάλιν πού φησιν· ἐπιδέσιος δὲ δύο εἴδεα ἐργαζόμενόν τε καὶ εἰργασμένον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ εἰς πάντα ἑτοίμως· εὐρύθμως δὲ ὁρῆσθαι ἡδέως. ἀπαιτεῖ μὲν γὰρ γενόμενα πάθη περί τισι τοῦ σώματος μέρεσι τὴν ἁρμόζουσαν ἐπίδεσιν· ἀπαιτοῦσι δ’ οἱ ἄνθρωποι καὶ κατ’ ἰδέαν πολλάκις τὸ κατὰ τὰς ἐπιδέσεις εὔρυθμον, ὡς ἐπί τι μοναχῶν καὶ τῶν ἄλλων εἰς δῆμον παρασκευαζομένων ἁπάντων χάριν, ἀναγκαῖον εἰδέναι τὰς παντὶ μέρει τοῦ σώματος ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶς τε καὶ ποικίλας, ἐπιστάμενον ὥς τισι τῶν μερῶν ἁρμόζουσιν ἑκάτεραι, τισὶ δὲ ἡ ἑτέρα, λέγω δὲ ἡ ποικίλη εἰ καί τισιν ἄλλως δοκεῖ, ἄξιον δὲ τὴν στάσιν διευκρινῆσαι πρῶτον. ἀχρηστίαν ἔνιοι τῶν ποικίλων κατεγνώκασιν ἐπιδέσεων φάσκοντες βλαβερὰν ταύτας παρέχειν τὴν χρῆσιν, ἀποδείξει μὲν οὐδεμιᾷ γενναίᾳ χρώμενοι, παλαιῶν δὲ ἀνδρῶν μαρτυρίαις. καὶ πρῶτόν γε τὸν Ἱπποκράτην εἰσάγοντες λέγοντα· ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέωνται οἱ χαίροντες ταῖς καλαῖς ἐπιδέσεσι, τοῦτ’ ἔστι ταῖς ποικίλαις· καὶ Μαντίαν τε ἱστοροῦντες ὑπὸ φαρμακοπώλου ἐπιδεδεμένον τινὰ ποικίλῃ ἐπιδέσει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον διὰ τῆς ἐπιδέσεως οἱ ὀφθαλμοὶ προσέπεσαν. δοκεῖ δὲ αὐτοῖς καὶ κατὰ λόγον τοῦτο γεγονέναι, διότι ἀνώμαλος ἡ τῶν ἐπιδέσμων γίνεται πρόσπτωσις διὰ τὴν ποικιλίαν δυναμένη εἰς φλεγμονὰς καὶ ἀποστάσεις ἄγειν τὰ σώματα· οὐκοῦν ἄξιον ἐγνωκέναι, διότι γένοιτ’ ἂν ταῦτα ἃ λέγουσιν οὐχ ὑπὸ ποικιλίας τῶν ἐπιδέσμων, ὑπὸ δὲ ἀφυΐας τῶν χρωμένων σφιγγόντων τὴν ἐπίδεσιν. χρὴ γὰρ ἐπιδεῖν, ὥς φησιν Ἱπποκράτης· ἐν δὲ τουτέοισι μάλιστα ἐπιδέσιος, πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλ’ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μή. ἔδει δὲ αὐτοὺς τὸν Ἱπποκράτην ἐπαγομένους μάρτυρα προσαποδοῦναι τὸ λοιπόν. οὐ γὰρ ἁπλῶς ἐξενήνεκται, ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέονται χαίροντες ταῖς καλαῖς ἐπιδέσεσιν, ἀλλὰ μετὰ τοῦ προσκεῖσθαι τὸ ἄνευ νόου. σκοπείσθωσαν δὲ καὶ ἐκ τῶν νῦν λεγομένων ὡς Ἱπποκράτης οὐκ ἐκβάλλει τὰς ποικίλας ἐπιδέσεις. αὐτὸς γοῦν ἐν τῷ κατ’ ἰητρεῖον βιβλίῳ περὶ ἐπιδέσεως διαλεγόμενος καὶ εἰπὼν τίς ἂν εἴη ἀρετὴ ἐν τῷ ἐπιδέειν. ἑξῆς καί τις ἐν τῷ ἐπιδεδειχέναι οὕτω λέγει ἀγαθῶς καλῶς· τὸ μὲν ἀγαθῶς ἐπὶ τοῦ συμφέροντος τιθεὶς, τὸ δὲ κα- λῶς ἐπὶ τοῦ εὐπρεπῶς, εἶτα εἰς ἀνάπλωσιν τοῦ καλῶς ἐπιφέρει, καλῶς μὲν ἁπλῶς εὐκρινέως. τὸ ἁπλῶς τιθεὶς οὐκ ἐπὶ παντὸς, ἀλλ’ ἐν ὑποδείγματος μοίρᾳ, οἷον ἡ ἁπλῶς ἐπίδεσις εὐκρινὴς ἔστω. σαφὲς δὲ τοῦτο ποιεῖ ἐπιφέρων· ἢ ὅμοια καὶ ἴσα ἴσως καὶ ὁμοίως ἢ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως. τὰ δὲ εἴδεα ἁπλοῦς, εὔκυκλος, σκέπαρνος, σιμὸς, ὀφθαλμὸς καὶ ῥόμβος καὶ ἡμίτομον. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τῶν ἐπιδεομένων· εἰ γάρ τις ἁπλοῦς ἐστιν, οὗτος τῷ ὄντι εὔκυκλος ὀφείλει εἶναι· εἰ δέ τις σκέπαρνος, οὗτος σιμός. οὕτω γὰρ ἔσται ὁ πάντη ἴσως ὅμοιος ἑαυτῷ, ὁ δὲ ἄνισος ἀνόμοις, ἄρα γε πείθονται ἤδη Ἱπποκράτει ἐκκλίνειν τὰς ποικίλας ἐπιδέσεις· ὁμολογοῦντες τὸν σκέπαρνον καὶ τὸν ὀφθαλμὸν καὶ τὸν ῥόμβον καὶ τὸν ἡμίτομον ποικίλας εἶναι τὰς ἐπιδέσεις; ἢ ἔτι ὑπομιμνήσκομεν αὐτοὺς τὸν περὶ κλειδὸς κατάξιος λόγον ἐν τῷ περὶ ἄρθρων. ὡς Ἱπποκράτης γερανίδι ποικίλῃ οὔσῃ ἐπιδέσει κέχρηται· ἴστωσαν δὲ ὅτι ἐπὶ μερῶν τινῶν ὡς ἐπὶ μηροῦ προαρθρημβολημένου βραχίονός τι καὶ ἀγκῶνος καὶ ἄλλων πλειόνων οὐκ ἔστιν  ἄλλῃ χρῆσθαι ἐπιδέσει ἢ ποικίλῃ, ἀλλὰ πρὸς μὲν τούτων ἱκανὰ τὰ εἰρημένα. Ἐπανάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν τῶν ἐπιδέσμων τε καὶ ἐπιδέσεως τεχνολογίαν· καὶ δὴ ἐν τρόποις ἴδωμεν τίνι διαφέρουσιν ἀλλήλων οἱ ἐπίδεσμοι, ὕλῃ, σχέσει, μήκει, πλάτει κατασκευῇ· ὕλῃ μὲν ἐπεὶ οἱ μὲν αὐτῶν εἰσιν ἐρεοῖ, οἱ δὲ λινοῖ, οἱ δὲ δερμάτινοι, τῆς χρήσεως αὐτῶν οὐ μιᾶς οὐδὲ τῆς ὁμοίας οὔσης, ἀλλὰ διαφόρου. πειρώμεθα γὰρ ἁρμοζόντως τῷ πάθει τὴν ἐκλογὴν ἐν τῇ χρήσει ποιεῖσθαι· ὅσα γοῦν σφίγξεως, δεῖται λινοῖς ἐπ’ αὐτῶν χρώμεθα, ὅσα δὲ οὐ σφίγξεως διὰ τὸ ἐναντιοῦσθαί τισι φλεγμοναῖς, συνεχείας δὲ δεῖται μόνης ἢ σκέπης ἐρεοῖς. δερματίνοις δὲ, ὡς Ἱπποκράτης ἐπὶ ῥινὸς καὶ γένυος καταγείσης ἐχρήσατο κατακολλῶντες τὸ ἄκρον τῷ δεομένῳ τῆς ἐπιδέσεως, σχέσει δὲ ἐπεὶ οἱ μέν εἰσιν εἰλητοὶ, οἱ δὲ σχιστοὶ, ἄλλοι δὲ σύῤῥαπτοι. εἰλητοὶ μὲν οὖν εἰσιν οἱ ἐκ ταινίας ἐπὶ μήκους ἀσυμβλήτου γεγονότος οἷοί εἰσιν οἱ κατὰ τὰ κατάγματα τῶν κώλων παραλαμβανόμενοι. σχιστοὶ δὲ οἱ ἐκ ῥάκους ἑνὸς κατὰ τὰ πέρατα ἢ καὶ ἄλλο τι μέρος ἐπεῤῥωγότος, οἷοί εἰσιν οἱ ἐπὶ κεφαλῆς ἀνατετριμμένης παραλαμβανόμενοι, καρκίνοι δὲ καλούμενοι, τετρασκελεῖς ἢ ἑξασκελεῖς ἢ ὀκτασκελεῖς. σύῤῥαπτοι δὲ οἱ ἐκ τελαμώνων πλειόνων συντιθέμενοι ἀνομοιοσχημόνα τὴν ἐπιβολὴν ἔχοντες οἷοί εἰσιν οἱ καλούμενοι ἀναλκαπρίδες ἢ ἀναζῶστραι ἢ μασόδεσμοι ἢ ἐπὶ μαστῶν καὶ τὸν περὶ ἕδραν τόπον ἁρμόζοντες· μήκει δ’ ἐπεὶ οἱ μέν εἰσιν ἐπιμηκέστεροι, οἱ δὲ βραχύτεροι. ὁμοίως δὲ καὶ ἐπὶ πλάτους ἔχει τοῖς ἐπιδεομένοις μέρεσι προσαρμοζομένου καὶ τοῦ μήκους καὶ τοῦ πλάτους ἀναλόγως. κατασκευῇ δὲ διαφέρουσιν ἀλλήλων, ἐπεὶ οἱ μὲν ὑφαντοὶ, οἱ δὲ πλωτοὶ, οἱ δὲ πλεκτοί εἰσι. καὶ τῶν ὑφαντῶν οἱ μὲν εἰς τοῦτο γεγόνασιν, οἱ δὲ πρὸς ἄλλην χρείαν γεγονότων ὑφασμάτων, σχιζομένων δὲ γίνονται. οἷς ἐπὶ τῶν τραυμάτων ὡς ἐπὶ πᾶν χρώμεθα, τοῖς δὲ εἰς τοῦτο ὑφασμένοις ὡς ἐπὶ τῶν κυνηγῶν φυλακῆς τῶν σκελῶν χάριν ἐπιδεομένοις καὶ τοῖς καρποδέσμοις καλουμένοις. τοῖς δὲ πλεκτοῖς ὡς ἐφ’ ἡνιοχῶν συνοχῆς τῶν πλευρῶν ἕνεκεν. Ἔστω δὲ κοινὸν μὲν ἐπὶ πάντων παραγγελμάτων ἐπιδεομένων τὸ εὐπόριστον εἶναι καὶ τοῖς παροῦσιν ὡς ἀρίστοις δύνασθαι χρῆσθαι. ἐκλογῆς δέ τινος οὔσης τὸ αἱρεῖσθαι τοὺς ἐπιδέσμους, ὡς εἶπεν ὁ Ἱπποκράτης· φησὶ γὰρ ἔστω ἐπιδέσματα καλὰ, καθαρὰ, λεπτὰ, κοῦφα, μαλακὰ, ὑγιέα, ὥστε τάνυσιν φέρειν καὶ ὀλίγῳ κρέσσω μὴ ἔχοντα ξυῤῥαφὰς, μηδὲ ἐξαστίας· καθαρὰ μὲν γὰρ εἶναι δεῖ, διότι ἀπρεπὲς τὸ ῥυπαρὸν καὶ μηδὲ ἐπιδεχόμενον τὰ ἐπιβρέγματα καὶ παρέχοντά τινα βλάβην ἐν τῇ πρὸς τὰ ἐπιβρέγματα μίξει. ἔστω δὲ καὶ ἴδιον χρῶμα ὡς μὴ ἀπὸ πορφύρας ἤ τινος ἄλλου βάμματος τὸ αὐτὸ γένηται ἢ καὶ φαντασίαν ἡμῖν προβάλλῃ αἵματος ῥέοντος ἢ τοῦ χρώματος ὁμοιότητα, λεπτὰ δὲ ὡς μὴ ὄγκον πλείονα ταῖς ἐπινεμήσεσι παρέχῃ. μαλακὰ δὲ ὡς μὴ θλίβῃ διὰ τὴν σκληρότητα, κοῦφα δὲ εἰς τὸ μὴ ἐκ τοῦ προσόντος αὐτοῖς βάρους φορτικὴν τὴν ἐπίδεσιν γίγνεσθαι, μὴ ἐχέτω δὲ μηδὲ ξυῤῥαφὰς ἀνωμάλως, διὰ τοῦτο ποιήσοντα τὴν θλίψιν, ἀλλὰ μηδὲ ἐξαστίαν ὅ ἐστι, μήτε πάρωον, μήτε παραστροφὴν, μήτε ὥσπερ ἶνας ἐξεχούσας· τὸ μὲν γὰρ ἀνώμαλον τὴν ἐπίδεσιν ποιεῖ. τὰ δὲ ἐξέχοντα τὴν ἐπινέμησιν οὐκ ἐᾷ γίνεσθαι ῥᾳδίως, σχίζοντα δὲ τοὺς ἐπιδέσμους οὐ κατὰ τὸ ἐπικάρσιον τμῆμα τῇ ὤᾳ δεῖ σχίζειν, ἀλλὰ κατ’ εὐθὺ ὥσπερ ἐξυφαίνεται ὡς τῷ στήμονι ἀνευθύνεσθαι στοχαζόμενον· ἐπὶ τούτῳ γὰρ εὔσχιστα τὰ ῥάκη, ἐπὶ δὲ τὴν κροκὴν τὸ ἀνάπαλιν, ἄλλως τε καὶ κατὰ τὴν πρὸς τὸν στήμονα ἀκολουθίαν σχιζόμενα εὐτονώτερα πρὸς τὴν θέσιν τῶν ἐπιδεομένων ἐστί. Τῶν δὲ ἐπιδέσεων αἱ μὲν, ὡς ἔμπροσθεν εἶπον, εἰσὶν ἁπλαῖ, αἱ δὲ ποικίλαι· καὶ τούτων αἱ μὲν ἀπὸ τῶν ἐπιδεομένων μερῶν ἔτυχον τῆς προσηγορίας, αἱ δὲ ἀπὸ τοῦ συμβεβηκότος, ἄλλαι δὲ κατὰ μεταφορὰν τῆς πρὸς τὰ ζῶα ἐμφερείας. ἀπὸ μὲν οὖν τόπων ἐπιδεομένων ὀφθαλμὸς, ῥὶς, βουβωνίσκος καὶ αἱ ταύταις παραπλήσιαι· ἀπὸ δὲ ζώων καρκίνος, ἱέραξ, κριὸς, λαγωὸς, χελώνη· ἀπὸ δὲ τῶν συμβεβηκότων ὡς χάραξ ἥ τε ἐζευγμένη καὶ ἀπεζευγμένη, σκεπαστραὶ, σειραὶ καὶ αἱ ταύταις ὅμοιαι. τῶν δὲ ἐπιδέσεων τούτων αἱ μὲν αὐτὸ τοῦτο ἐπιδέσεις εἰσὶν, ὡς θόλος, βασιλικὸς, σκάφιον, διάκρισις. αἱ δέ εἰσιν ἐπιδέσεις ἅμα καὶ βρόχοι ὡς λαγωὸς μετ’ ὤτων καὶ βουκολίσκος καὶ οἱ τούτοις ὅμοιοι· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν ἀπὸ μιᾶς ἀρχῆς ἐπιδέονται, αἱ δὲ ἀπὸ δυοῖν, αἱ δὲ ἀπὸ μιᾶς καὶ δυοῖν ἀρχῶν· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν μερῶν τινῶν εἰσιν ἴδιαι ἐπ’ ἄλλων μὴ ἁρμόζουσαι, αἱ δὲ κοιναὶ καὶ πρὸς ἄλλα μέρη· ἔτι τῶν ἐπιδέσμων οἱ μὲν προσθοφανεῖς εἰσι μόνα τὰ ἐμπρόσθια τοῦ ἀνθρώπου ἐπιδεδεμένα δεικνύοντες, οἱ δὲ ὀπισθοφανεῖς, ἄλλοι ὁμοιοφανεῖς ἐπίσης καὶ τὰ ἐμπρόσθια καὶ τὰ ὀπίσθια δεικνύοντες καὶ ταῦτα ὅτι μὲν ὁμογενῆ, ὅτι δὲ ἑτεροφανῆ· σαφῆ δ’ ἔσται ταῦτα ἐν τῷ τὰς κατὰ μέρος ἐπιδέσεις δεικνύεσθαι.  Ἄξιον ἐπισκέψασθαι πρότερον ὡς ἔτυχε τὴν πρώτην τῶν ἐπιδέσμων καταβολὴν ποιεῖσθαι χρὴ καὶ περὶ τούτου ζητητέον ἐστίν· οἱ μὲν γὰρ πρὸ ἡμῶν πάντες τόπους τινὰς ἀφώρισαν τοῦ σώματος, ἐφ’ ὧν δεῖ τὴν θέσιν τῶν ἀρχῶν ποιεῖσθαι, οἷον ἐπὶ κεφαλῆς ἐπιδεομένης. δι’ ὃ δή ποτ’ οὖν τὴν ἀρχὴν κατ’ ἰνίου τάσσουσι κακεῖθεν τὰς ἐπινεμήσεις ἄγοντες συντελοῦσι τὰς ἐπιδέσεις οὐδέν τι ἐστοχασμένοι τοῦ πάθους δι’ ὃ ἐπιδέουσι εἴτε ἁρμοζόντως αὐτὸ τοῦτο πράττουσιν, εἴτε καὶ μή· καὶ ἐπὶ τῶν ἄλλων δὲ μερῶν ἀφωρίσαντό πως ἢ ὑπὸ ἀμαθίας ἢ ἀγνοίας, ὡς εἰκὸς τοῦτο πράττοντες. δεῖ γὰρ τὸν ὀρθῶς ἐπιδέοντα πειρᾶσθαι μὴ μόνον, ὥς φησιν Ἱπποκράτης, ἁρμόζον τὸ εἶδος τῷ εἴδει ποιεῖν, ἀλλὰ καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. διὸ καὶ ἡμεῖς οὐχ ὅπη ἔτυχεν, ἀλλ’ ὅπη δεῖ τάσσομεν τὰς ἀρχὰς καὶ τὰ πέρατα δὲ τῶν ἐπιδέσεων τιθέναι δεῖ, ὥς φησιν ὁ παλαιός. τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται ὡς ἥκιστα καὶ εὐσταλέστατα περιβάλλειν, οἶον ἰγνύην, ὅπη δὲ περιτείνεται ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη. προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα. ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γόνατος. ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ κνήμης ἡ ὑπὲρ τὴν γαστροκνημίην. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω τὸ ἐναντίον, οἷσι δὲ μή ἐστιν, οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχειν ἐπιδεῖν εὖ προσήκει στοχαζόμενον καὶ τῶν κατὰ τὴν ἐνέργειαν ἀριθμῶν. δύο γὰρ ὄντων ἐνεργειῶν εἰδέων, ὥς φησιν Ἱπποκράτης· μιᾶς μὲν καθ’ ἣν συντελοῦμεν, ἑτέρας δὲ καθ’ ἣν συντελεύσαμεν, ἐν ἀμφοτέροις φροντίδα πεποιεῖσθαι δεῖ τοῦ ἐν μὲν τῷ ἐπιδεῖν ἐργάζεσθαι ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως. ταχέως μὲν σκοπὸν ἔχοντα ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ ἐς πᾶν ἑτοίμως, εὐρύθμως δὲ δρῆσθαι ἡδέως. ἐπιδεδεκότα δὲ ἔχειν πάσας τὰς ἔμπροσθεν εἰρημένας ἀρειὰς ἀγαθῶς καὶ καλῶς καὶ τὰ λοιπά.