Σωκράτης, Πλάτων, ταὐτὰ τῷ Πυθαγόρᾳ, τέλος ὁμοίωσιν θεοῦ. Σαφέστερον δ’ αὐτὸ διήρθρωσε Πλάτων, προσθεὶς τὸ κατὰ τὸ δυνατόν, (φρονήσει δ’ ἦν μόνως δυνατόν,) τοῦτο δ’ ἦν τὸ κατ’ ἀρετήν. Ἐν μὲν γὰρ θεῷ τὸ κοσμοποιὸν καὶ κοσμοδιοικητικόν· ἐν δὲ τῷ σοφῷ βίου κατάστασις καὶ ζωῆς διαγωγή· ὅπερ αἰνίξασθαι μὲν Ὅμηρον εἰπόντα; « μετ’ ἴχνια βαῖνε θεοῖο. » Πυθαγόραν δὲ ἐπ’ αὐτοῦ εἰπεῖν· Ἕπου θεῷ· δῆλον ὡς οὐχ ὁρατῷ καὶ προηγουμένῳ, νοητῷ δὲ καὶ τῆς κοσμικῆς εὐταξίας ἁρμονικῷ. Εἴρηται δὲ παρὰ Πλάτωνος κατὰ τὸ τῆς φιλοσοφίας τριμερές, ἐν Τιμαίῳ μὲν φυσικῶς, προσθήσω δὲ καὶ Πυθαγορικῶς, σημαίνοντος ἀφθόνως τὴν ἐκείνου προελογικῶς· πίνοιαν· ἐν δὲ τῇ Πολιτείᾳ ἠθικῶς· ἐν δὲ τῷ Θεαιτήτῳ περιπέφρασται δὲ καὶ ἐν τῷ τετάρτῳ περὶ Νόμων ἐπὶ τῆς ἀκολουθίας τοῦ θεοῦ σαφῶς ἅμα καὶ πλουσίως. Τὸ δέ γε πολύφωνον τοῦ Πλάτωνος οὐ πολύδοξον. Εἴρηται δὲ καὶ τὰ περὶ τοῦ τέλους αὐτῷ πολλαχῶς. Καὶ τὴν μὲν ποικιλίαν τῆς φράσεως ἔχει διὰ τὸ λόγιον καὶ μεγαλήγορον, εἰς δὲ ταὐτὸ καὶ σύμφωνον τοῦ δόγματος συντελεῖ. Τοῦτο δ’ ἐστὶ τὸ κατ’ ἀρετὴν ζῆν. Τοῦτο δ’ αὖ κτῆσις ἅμα καὶ χρῆσις τῆς τελείας ἀρετῆς. Ὅτι δὲ τέλος αὐτὴν ἡγεῖται, τέταχεν ἐν Τιμαίῳ κατὰ τοὔνομα· φράσω δὲ καὶ τὸ ἀκροτελεύτιον τῆς περιοχῆς· ἔχει δ’ οὕτως· ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν μέλλοντα χρόνον.