<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="8"><p rend="indent">Τέλος λέγεται πολλαχῶς· ὡς τὸ πέρας, ᾧ ἀντιδιαιρεῖται ἀρχὴ καὶ μέσον· καὶ ὡς τὸ τέλεσμα φορικόν· ὡς τὸ ἀνάλωμα, καθ’ ὃ λέγεται ἀτελής τις καὶ εὐτελής· ὡς ὁ γάμος παρὰ τοῖς Δωριεῦσιν, ἤτοι παρὰ τὸ συμπέρασμα τῆς νεότητος, ἢ διὰ τὸ τελειοῦν τὸν ἄνδρα τῇ πρὸς τὴν γυναῖκα συνόδῳ, καθ’ ὃ τὴν γαμήλιον Ἥραν συζυγίαν καὶ τελείαν ἐπονομάζουσι· τέλος δὲ καὶ γνώσεως καὶ πράξεως καὶ ποιήματος· τὸ καὶ ἀποβαῖνον, ὡς παρ’ Εὐριπίδη· <quote type="blockquote">Ἀχαλίνων στομάτων <lb/>ἀνόμου τ’ ἀφροσύνας <lb/>τὸ τέλος δυστυχία.</quote> Τέλη δὲ λέγονται καὶ αἱ τῶν πολιτειῶν ἀρχαί, τὰ τέλη Λακεδαιμονίων εἰ τύχοι. Παρὰ δ’ Ὁμήρῳ ἐν τῷ τῆς Ἰλιάδος δεκάτῳ· Αἶψα δ’ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες· τοῦτο δ’ ἐστὶν ἔναρχον τάγμα. Λέγεται δὲ ὑπὸ τῶν Στωϊκῶν ὁρικῶς, τέλος ἐστὶν οὗ ἕνεκα πάντα πράττεται καθηκόντως, αὐτὸ δὲ πράττεται οὐδενὸς ἕνεκα. Ὑπὸ Κράτητος, οὗ χάριν τἆλλα, αὐτὸ δ’ οὐδενὸς ἕνεκα. Καὶ πάλιν, ἐφ’ ὃ πάντα τὰ ἐν τῷ βίῳ πραττόμενα καθηκόντως τὴν ἀναφορὰν λαμβάνει, αὐτὸ δ’ ἐπ’ οὐδέν. Ὑπὸ δὲ τῶν νεωτέρων Περιπατητικῶν, τῶν ἀπὸ Κριτολάου, τὸ ἐκ <pb facs="fragmentaphiloso02mulluoft_0166"/> πάντων τῶν ἀγαθῶν συμπεπληρωμένον. Τοῦτο δὲ ἦν τὸ ἐκ τῶν τριῶν γενῶν, οὐκ ὀρθῶς. Οὐ γὰρ πάντα τἀγαθὰ μέρη γίνεται τοῦ τέλους· οὔτε γὰρ σωματικά, οὔτε τὰ ἀπὸ τῶν ἐκτός, τὰ δὲ τῆς ψυχικῆς ἀρετῆς ἐνεργήματα μόνης. Κρεῖττον οὖν ἦν εἰπεῖν ἀντὶ τοῦ συμπληρούμενον, ἐνεργούμενον, ἵνα τὸ χρηστικὸν τῆς ἀρετῆς ἐμφαίνηται. Τοῦτο δ’ οἱ κατ’ Ἐπίκουρον φιλοσοφοῦντες οὐ προσδέχονται λέγειν ἐνεργούμενον, διὰ τὸ παθητικὸν ὑποτίθεσθαι τὸ τέλος, οὐ πρακτικόν· ἡδονὴ γάρ· ὅθεν καὶ τὴν ἔννοιαν ἀποδιδόασι τοῦ τέλους τὸ οἰκείως διατεθεῖσθαι ἐξ ἑαυτοῦ πρὸς αὑτὸν χωρὶς τῆς ἐπ’ ἄλλο τι ἀγούσης ἐπιβολῆς. Τὸ μὲν οὖν ὄνομα τοῦ τέλους εὑρίσκεται καὶ παρ’ Ὁμήρῳ « οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι. » Ἀλλ’ οὗτος μὲν δημοτελὲς εἰσήγαγε τὸ τέλος, Πλάτων δὲ διέστιξε πρῶτος τὸ κατ’ ἄνδρα καὶ βίον ἰδιάζον, ἔν τε τῷ Τιμαίῳ καὶ τῷ Πρωταγόρᾳ, καί γε τὴν τοῦ σκοποῦ διαφορὰν πρὸς τὸ τέλος. Καὶ ἔστι σκοπὸς μέν, τὸ προκείμενον εἰς τὸ τυχεῖν, οἷον ἀσπὶς τοξόταις· τέλος δέ, τοῦ προκειμένου τεῦξις. Βούλονται γὰρ ἐνέργημα ἡμέτερον εἶναι πρὸς τὸ τέλος. Ὑποτελὲς δ’ ἐστὶ τὸ πρῶτον καὶ οἰκεῖον τοῦ ζῴου πάθος, ἀφ’ οὗ κατήρξατο συναισθάνεσθαι τὸ ζῷον τῆς συστάσεως αὐτοῦ, οὔπω λογικόν, ἀλλ’ ἄλογον, κατὰ τοὺς φυσικοὺς καὶ σπερματικοὺς λόγους, ὥσπερ τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τῶν τοιούτων ἕκαστον ῥίζης τόπον ἐπέχον, οὐδέπω φυτοῦ. Γενόμενον γὰρ τὸ ζῷον ᾠκειώθη τινὶ πάντως εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ἐστὶν ὑποτελές, κεῖται δ’ ἔν τινι τῶν τριῶν· ἢ γὰρ ἐν ἡδονῇ, ἢ ἐν ἀοχλησίᾳ, ἢ ἐν τοῖς πρώτοις κατὰ φύσιν. Πρῶτα δ’ ἐστὶ κατὰ φύσιν, περὶ μὲν τὸ σῶμα ἕξις, κίνησις, σχέσις, ἐνέργεια, δύναμις, ὄρεξις, ὑγίεια, ἰσχύς, εὐεξία, εὐαισθησία, κάλλος, τάχος, ἀρτιότης, αἱ τῆς ζωτικῆς ἁρμονίας ποιότητες· περὶ δὲ τὴν ψυχήν, εὐσυνεσία, εὐφυΐα, φιλοπονία, ἐπιμονή, μνήμη, τὰ τούτοις παραπλήσια, ὧν οὐδέπω τεχνοειδὲς οὐδέν, σύμφυτον δὲ μᾶλλον. Τὴν δ’ ὑποτελίδα τῶν ἀρχαίων οὐδεὶς ὠνόμασεν, καίτοι τὸ πρᾶγμα γιγνωσκόντων, τὴν δ’ εὐδαιμονίαν συνωνυμεῖν τῷ τέλει λέγουσιν. Εὐδαιμονία δ’ ἐστὶ τὸ ἄριστον ἐν τῷ βίῳ, ἢ τὸ μέγιστον τῶν ἀγαθῶν, ἢ τὸ κράτιστον. Ταῦτα γάρ ἐστι τῶν περὶ αὐτῆς ἐννοημάτων ἁπλούστερα. Κἂν λέγῃ δέ τις μακαριότητα καὶ τὸ μακαρίως ζῆν, εἰς τὸ αὐτὸ συνδραμεῖται τοῖς τελικοῖς. Προσδιαιρετέον οὖν. Τῶν περὶ τέλους διαλεχθέντων οἱ μὲν ψυχικὸν εἶναι διενοήθησαν, οἱ δὲ σωματικόν, οἱ δὲ μικτὸν ἐξ ἀμφοῖν. Φράσω δὲ παραδείγματος χάριν· ὁ μὲν τοίνυν ἀρετὴν λέγων, τοῦτ’ ἔστιν ἐν ἀρετῇ κείμενον, ψυχικὸν ὑπείληφεν· ὁ δ’ ἡδονήν, σωματικόν· ὁ δὲ τὸ καλῶς καὶ ἡδέως ζῆν, κοινόν. Εἴποι δ’ ἄν τις κἀκείνως, οἱ μὲν λογικόν, οἱ δ’ ἄλογον, οἱ μὲν διανοητικόν, οἱ δὲ παθητικόν. Πάντᾳ δὲ τὴν ἐν τούτοις ὀνόμασιν ἔχοντα διαφορὰν εἰς ταὐτὸ συντρέχει. Ἐκ γὰρ σώματος καὶ ψυχῆς τοῦ ἀνθρώπου συνεστῶτος, ἀνάγκη καὶ τὴν εὐζωΐαν αὐτοῦ <pb facs="fragmentaphiloso02mulluoft_0167"/> περὶ ταῦτα καὶ διὰ τούτων συνίστασθαι. Λέγωμεν οὖν περὶ τῶν πρώτων εὐθὺς ὁποῖοι ἦσαν οἱ ἀπὸ τῶν ψυχικῶν ἀναγόμενοι. Ὅμηρος, δεδόσθω γὰρ τῇ ἀρχαιότητι προνομία, ψυχικὸν ἀπεφήνατο τὸ τῆς εὐδαιμονίας τέλος, καὶ ταῦτα διὰ τοῦ παρεισαγομένου προσώπου σοφωτάτου παρ’ αὐτῷ. Πεποίηται γὰρ Ὀδυσσεὺς ἀναφωνῶν· « οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα. » Ἡ δ’ εὐφροσύνη ψυχική τίς ἐστι διάθεσις, ἣν ἄν τις ἐξηγήσαιτο καλὴν φρόνησιν, τοῦτο δ’ ἂν ἐκδέξαιτο τὴν ἐπὶ τοῖς καλοῖς φρόνησιν. Ὁμήρῳ μὲν ἀρκέσει προμετρηθὲν τὸ τῆς τιμῆς διὰ τὴν ἀρχαιότητα, ἐπὶ δὲ τοὺς φιλοσόφους ἰτέον.</p></div></div></div></body></text></TEI>