<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="6"><p rend="indent">Ἔστιν οὖν Εὐδώρου τοῦ Ἀλεξανδρέως, Ἀκαδημικοῦ φιλοσόφου, διαίρεσις τοῦ κατὰ φιλοσοφίαν λόγου, βιβλίον ἀξιόκτητον, ἐν ᾧ πᾶσαν ἐπεξελήλυθε προβληματικῶς τὴν ἐπιστήμην, ἧς ἐγὼ διαιρέσεως ἐκθήσομαι τὸ τῆς ἠθικῆς οἰκεῖον. Ἔχει δ’ οὕτως. Τριμεροῦς ὄντος τοῦ κατὰ φιλοσοφίαν λόγου, τὸ μέν ἐστιν αὐτοῦ ἠθικόν, τὸ δὲ φυσικόν, τὸ δὲ λογικόν. Τοῦ δὲ ἠθικοῦ τὸ μὲν περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας, τὸ δὲ περὶ τὴν ὁρμήν, τὸ δὲ περὶ τὴν πρᾶξιν. Ταῦτ’ ἐστὶ γὰρ τριμερῆ τῆς ἠθικῆς εἴδη, πρῶτον μέν, τὸ θεάσασθαι τὴν ἀξίαν τοῦ πράγματος ὅπερ αἱρεῖσθαι μέλλομεν, οὐδὲ γὰρ οἷόν τε γενέσθαι τὴν ὁρμὴν εὔλογον, εἰ μὴ μετὰ τὴν θεωρίαν· ἡ θεωρία δ’ ἐστὶ περίσκεψις τοῦ πράγματος καὶ οἷον ἐπίκρισις, κατὰ τὸν περὶ αὐτοῦ λογισμόν· δεύτερον δὲ τὸ τὴν ὁρμὴν τῷ περινοηθέντι καλῶς ἐπιβαλεῖν· τρίτον τὸ τὴν πρᾶξιν αὐτοῖς ἐπισυνάψαι. Ταῦτ’ ἐστὶ τὰ πρῶτα μέρη τοῦ ἠθικοῦ λόγου, θεωρητικόν, ὁρμητικόν, πρακτικόν· τούτων δ’ ἑκάστου ὑποδιαίρεσις. Τοῦ γὰρ περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας, τὸ μὲν περὶ τῶν σκοπῶν ἢ τῶν λεγομένων σκοπῶν τοῦ βίου· τὸ δὲ περὶ τῶν συμβαλλομένων εἰς τὴν τῶν τελῶν περιποίησιν, (τὸ μέν ἐστι περὶ τῶν ἀρετῶν καὶ τῶν κακῶν,) τὸ δὲ περὶ τῶν κατὰ τὰς ἀρετὰς ποιῶν, ὅπερ καὶ καλεῖται χαρακτηριστικόν· τὸ δὲ περὶ τεχνῶν· τὸ δὲ περὶ ἐπιτηδευμάτων. Τοῦ μὲν περὶ ἀρετῶν τὸ μὲν κοινόν, τὸ δ’ ἴδιον· κοινὸν μέν, οἷον περὶ δικαιοσύνης, περὶ ἀνδρείας, σωφροσύνης, φρονήσεως, τῶν ἄλλων· ἴδιον δὲ τὸ προτρεπτικόν, τοῦτο γὰρ εἰς τὸ μόνως ἐνδείξασθαι τὴν ἀρετὴν καὶ τὴν κακίαν. Καὶ ὁ μὲν περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας λόγος εἰς τοσούτους τόπους γενικοὺς τέμνεται· ὁ γὰρ περὶ ἀγαθῶν καὶ κακῶν πολλὰς περιέχει διαιρέσεις, αὐτίκα τὴν περὶ τῶν λεγομένων προηγουμένων, τὴν περὶ φιλίας καὶ ἡδονῆς καὶ δόξης καὶ εὐφυίας. Τῷ δὲ περὶ φιλίας κατὰ γειτνίασιν ὑπάγει τὸν περὶ ἔρωτος, τὸν περὶ συμποσίων. Οὐ μὴν ἀλλ’ ὅμως τοῦδε σύμπαντος εἰς τὸν περὶ ἀγαθῶν καὶ κακῶν ὡς γενικώτατον ὑπέταξε λόγον. Τοῦ δὲ περὶ τῆς ὁρμῆς λόγου ὁ μέν ἐστι περὶ τῆς ἰδικῆς <pb facs="fragmentaphiloso02mulluoft_0165"/> ὁρμῆς, ὁ δὲ περὶ παθῶν. Ἤτοι γὰρ πᾶν πάθος ὁρμὴ πλεονάζουσα, ἢ τά γε πλεῖστα μεθ’ ὁρμῆς καὶ τὰ ἀῤῥωστήματα. Τοῦ δὲ περὶ τῆς πράξεως λόγου ὁ μέν ἐστι περὶ τῶν οἰκειούντων πρός τινας πράξεις, ὁ δὲ περὶ τῶν ἀλλοτριούντων ἀπό τινων πράξεων, ὁ δὲ τῶν αἰτιῶν ἀποδοτικὸς τῶν ἐπιτελούντων τινὰς σχέσεις ἢ κινήσεις, ὁ δὲ περὶ τῆς ἀσκήσεως, ὁ δὲ περὶ τῆς ἰδίως καὶ ὁμωνύμως τῷ γένει λεγομένης πράξεως. Καὶ ὁ μὲν περὶ τῶν οἰκειούντων πρός τινας πράξεις, διαιρεῖται εἴς τε τὸν ὑποθετικὸν καὶ τὸν προτρεπτικόν· ἔνιοι γὰρ καὶ τοῦτον ὑπὸ τήνδε τάττουσι. Ὁ δὲ περὶ τῶν ἀποτρεπόντων καλεῖται παραμυθητικός, ὃς καλούμενός ἐστι πρὸς ἐνίων παθολογικός· τοῦ δὲ περὶ τῆς ὁμωνύμως λεγομένης πράξεως καὶ δικῆς ὁ μέν ἐστι περὶ τῶν καθηκόντων, ὁ δὲ περὶ τῶν κατορθωμάτων. Ἐπεὶ δὲ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν, συνέστη τόπος ὁ περὶ τῶν χαρίτων ἐκ τοῦ λόγου τοῦ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν ὑπάρχων. Πάλιν δ’ ἐπεὶ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων ἃ μὲν λέγεται σύνθετα, ἃ δὲ ἀσύνθετα, συνέστη κατὰ τὰ σύνθετα ὁ περὶ βίων λόγος οὗ μέρος ὢν ὁ περὶ γάμου κατ’ ἰδίαν ἐτάχθη, διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ ζητημάτων. Ὥστ’ εἶναι τοὺς πάντας τόπους κατὰ τὸν τῆς πράξεως τόπον, παραμυθητικόν, [ παθολογικόν ], περὶ ἀσκήσεως, περὶ καθηκόντων, περὶ κατορθωμάτων, περὶ χαρίτων, περὶ βίων, περὶ γάμου.</p></div></div></div></body></text></TEI>