Φίλων ἐγένετο Λαρισσαῖος, φιλόσοφος Ἀκαδημικός, ἀκουστὴς Κλειτομάχου, τοῦ ἱκανὴν εἰσενεγκαμένου προκοπὴν ἐν τοῖς λόγοις. Οὗτος ὁ Φίλων τά τε ἄλλα πεπραγμάτευται δεξιῶς, καὶ διαίρεσιν τοῦ κατὰ φιλοσοφίαν λόγου, ἣν ἐγὼ προχειριοῦμαι, [ περὶ ἧς ὁ λόγος]: Ἐοικέναι δέ φησι τὸν φιλόσοφον ἰατρῷ. Καθάπερ οὖν ἔργον ἰατροῦ, πρῶτον μὲν πεῖσαι τὸν κάμνοντα παραδέξασθαι τὴν θεραπείαν, δεύτερον δὲ τοὺς τῶν ἀντισυμβουλευόντων λόγους ὑφελέσθαι, οὕτω καὶ τοῦ φιλοσόφου. Κεῖται τοίνυν ἑκάτερον τούτων ἐν τῷ προσαγορευομένῳ προτρεπτικῷ λόγῳ, ἔστι γὰρ ὁ προτρεπτικὸς ὁ παρορμῶν ἐπὶ τὴν ἀρετήν. Τούτου δ’ ὁ μὲν ἐνδείκνυται τὸ μεγαλωφελὲς αὐτῆς, ὁ δὲ τοὺς ἀνασκευάζοντας ἢ κατηγοροῦντας ἤ πως ἄλλως κακοηθιζομένους τὴν φιλοσοφίαν ἀπελέγχει. Δεύτερος δὲ μετὰ τοῦτον ὁ πρὸς τὴν ἰατρικὴν ἀναλογίας δευτέραν ἔχων τάξιν. Ὡς γὰρ ἰατροῦ μετὰ τὸ πεῖσαι παραδέξασται τὴν θεραπείαν τὸ προσάγειν ἐστὶ τὰ μὲν θεραπευτικά, τὰ μὲν τῷ προεκκομίσαι τὰ νοσοποιὰ τῶν αἰτιῶν, τὰ δὲ τῷ τὰ παρασκευαστικὰ τῆς ὑγιείας ἐνθεῖναι· οὕτως αὖ κἀπὶ τῆς ἐπιστήμης ἔχει. Μετὰ γὰρ τὰ προτρεπτικὰ πειρᾶται τὰ θεραπευτικὰ προσάγειν, ἐφ’ ἃ δὴ τοῖς παρορμητικοῖς κέχρηται διμερῶς· τὸ μὲν γὰρ ὑπεξαιρετικὸν τῶν ψευδῶς γεγενημένων δοξῶν, δι’ ἃς τὰ κριτήρια νοσοποιεῖται τῆς ψυχῆς· τὸ δὲ τῶν ὑγιῶς ἐχουσῶν ἐνθετικόν. Δεύτερος οὖν ὁ περὶ ἀγαθῶν καὶ κακῶν τόπος, ἐφ’ ὧν καὶ δι’ ἃ ἡ προτροπή. Τῷ δὲ τρίτῳ πάλιν ὁ τρίτος ἀναλογήσει. Καὶ γὰρ τῇ ἰατρικῇ σπουδὴ πᾶσα περὶ τὸ τέλος, τοῦτο δ’ ἦν ὑγίεια, καὶ τῇ φιλοσοφίᾳ περὶ τὴν εὐδαιμονίαν. Συνάπτεται δὲ τῷ περὶ τελῶν λόγῳ λόγος περὶ βίων. Ἐπὶ γάρ τε τῆς ἰατρικῆς οὐκ ἀρκεῖ τὴν ὑγίειαν ἐμποιῆσαι, χρεία δὲ καὶ τοῦ παρασχεῖν παραγγέλματα περὶ τῆς ὑγιείας, οἷς προσέχοντες τὸν νοῦν τὴν εὐεξίαν τοῦ σώματος διαφυλάξουσι· καὶ δὴ κἀπὶ τοῦ βίου θεωρημάτων τινῶν ἐστι χρεία, δι’ ὧν ἡ φυλακὴ γενήσεται τοῦ τέλους. Διττὸς δὲ καὶ ὁ περὶ βίων λόγος, ὁ μὲν ἴδιος, ὁ δὲ κοινός· ὧν τὸν μὲν ἴδιον ἐπισκοπεῖν δέον ἐστὶ τὰ πρὸς ἕκαστον, οἷον εἰ τῷ νοῦν ἔχοντι πολιτευτέον, ἢ τοῖς ἡγεμονικοῖς συμβιωτέον, ἢ γαμητέον τῷ σοφῷ· τὸν δὲ κοινὸν πρὸς ἅπαντας, οἷον τὸ τίς ἀρίστη πολιτεία; εἰ κοινὰς ποιητέον τὰς ἀρχὰς ἢ τιμητάς; Τοῦτον δὲ τὸν κοινὸν προσαγορευτέον μὲν πολιτικόν, τακτέον δὲ καθ’ αὑτόν, καίπερ ὄντα μέρος τοῦ περὶ βίων, διά τε τὸ μέγεθος καὶ τὴν κοινότητα. Εἰ μὲν οὖν ἐνεδέχετο πάντας εἶναι σοφούς, οὐκ ἂν ἐδέησε πλειόνων ἔτι τόπων· οἱ γὰρ κατὰ λεπτὸν διαιρούμενοι, παραφυάδες εἰσὶ τῶν προκειμένων· ἐπεὶ δὲ καὶ τῶν μέσως διακειμένων ἀνθρώπων πρόνοιαν ποιητέον, οὕστινας ἐκ τῶν παραινετικῶν λόγων ὠφελεῖσθαι συμβαίνει, μὴ δυναμένους προσευκαιρεῖν τοῖς διεξοδικοῖς πλάτεσιν, ἢ διὰ χρόνου στενοχωρίας, ἢ διά τινας ἀναγκαίας ἀσχολίας, ἐπεισενεκτέον τὸν ὑποθετικὸν λόγον, δι’ οὗ τὰς πρὸς τὴν ἀσφάλειαν καὶ τὴν ὀρθότητα τῆς ἑκάστου χρήσεως ὑποθήκας ἐν ἐπιτομαῖς ἕξουσιν.