Ἄλλως· πάθος ἢ τὸ ὀρεκτικὸν μέρος τῆς ψυχῆς, εἰθισμένον ὑπακούειν τοῦ λογικοῦ. Πάρεστι δὲ κἀκείνως ὁρίζεσθαι· ἀρχὴ ψυχῆς πρακτική· ἢ κίνησις τῆς ψυχῆς καθ’ ὁρμήν· ἢ ποιότης ἀλόγου μορίου ψυχῆς· ἢ ψυχῆς τοῦ ἀλόγου μέρους ποιότης, κατ’ ἐπιτακτικὸν λόγον δυναμένη τῷ λογικῷ ἐπακολουθεῖν. Οὕτω μὲν οὖν οἱ κατὰ Πλάτωνα φιλοσοφοῦντες ὁρίζονται· οἱ δὲ κατὰ Ζήνωνα τὸν Στωϊκόν, τροπικῶς· ἦθός ἐστι πηγὴ βίου, ἀφ’ ἧς αἱ κατὰ μέρος πράξεις ῥέουσι. Πάθος δ’ ἐστίν, ὡς μὲν Ἀριστοτέλης, ἄλογος ψυχῆς κίνησις πλεοναστική. Τὸ μὲν οὖν ἄλογον κατὰ τοῦ μὴ ἔχοντος τὸν ἀρχικὸν λόγον τάττει, τὸν γὰρ ὑποτακτικὸν ἔχει, καθ’ ὃν ὑπακούειν πέφυκε τῷ λογικῷ· τὸ δὲ πλεοναστικόν, κατὰ τοῦ πεφυκότος ἐπιδέχεσθαι πλεονασμόν, οὐ κατὰ τοῦ ἤδη πλεονάζοντος· ποτὲ μὲν γὰρ πλεονάζει, ποτὲ δ’ ἐλλείπει. Κἀκείνως δ’ ὁρίζεται· πάθος ἐστὶ κίνησις τοῦ ἀλόγου μέρους τῆς ψυχῆς πλεοναστική, κατὰ φαντασίαν ἡδέος ἢ λυπηροῦ. Ὁ μὲν οὖν Περιπατητικὸς οὕτως· ὡς δ’ ὁ Στωϊκὸς ὡρίσατο Ζήνων, πάθος ἐστὶν ὁρμὴ πλεονάζουσα. Οὐ λέγει πεφυκυῖα πλεονάζειν, ἀλλ’ ἤδη ἐν πλεονασμῷ οὖσα· οὐ γὰρ δυνάμει, μᾶλλον δ’ ἐνεργείᾳ. Ὡρίσατο δὲ κἀκείνως· πάθος ἐστὶ ποτὴ ψυχῆς, ἀπὸ τῆς τῶν πτηνῶν φορᾶς τὸ εὐκίνητον τοῦ παθητικοῦ παρεικάσας. Ἠθοποιΐα δ’ ἐστὶν ἤθους ἐμποίησις. Ἠθικὴ δ’ ἐστὶν ἀρετὴ μεσότης παθῶν, ἢ ἕξις ὁρίζουσα τοῦ πάθους τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῷ τῆς φρονήσεως λόγῳ· λἕξις προαιρετικὴ τοῦ καλοῦ περὶ ἡδονὰς καὶ λύπας. Ταῦτα μὲν οὖν αὐτάρκη περὶ τῶν ὅρων, πολλάκις γὰρ οἱ περὶ αὐτῶν λόγοι παρεμπεσοῦνται. Χωρητέον δὲ ἐπὶ τὴν διαίρεσιν τοῦ ἠθικοῦ τόπου, εὐθὺς ἀπ’ αὐτοῦ τοῦ κατὰ διαφορὰν ἐνδεικνυμένου. Διαίρεσις ἠθικοῦ τόπου κατὰ τοὺς Ἀκαδημικούς.