<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="29"><p rend="indent">Αἱρετὸν δὲ λέγεσθαι, τὸ ὁρμὴν ἐφ’ ἑαυτὸ κινοῦν, φευκτὸν δέ, τὸ ἀφ’ αὑτοῦ, ὅταν ὁ λόγος σύμψηφος ᾖ. Καθάπερ γὰρ τὸ βουλητὸν κατὰ τὴν βούλησιν ἔχειν τὴν ἐπωνυμίαν ταύτην, οὕτως καὶ τὸ αἱρετὸν κατὰ τὴν αἵρεσιν. Τὸ δὲ αἱρετὸν καὶ ἀγαθὸν ταυτὸν ἐδόκει τοῖς ἀρχαίοις εἶναι. Τὸ γοῦν ἀγαθὸν ὑπογράφοντες, οὕτως ἀφωρίζοντο· ἀγαθόν ἐστιν οὗ πάντ’ ἐφίεται. Τῶν δ’ ἀγαθῶν ἔλεγον τὰ μὲν δι’ ἡμᾶς αἱρετὰ ὑπάρχειν, τὰ δὲ διὰ τοὺς πλησίον· τῶν δὲ δι’ ἡμᾶς τὰ μὲν καλά, τὰ δ’ ἀναγκαῖα· καλὰ μέν, τάς τε ἀρετάς, καὶ τὰς ἐνεργείας τὰς ἀπ’ αὐτῶν, φρόνησίν τε, καὶ τὸ φρονεῖν, καὶ δικαιοσύνην καὶ τὸ δικαιοπραγεῖν, καὶ κατὰ τὸ ἀνάλογον ἐπὶ τῶν ἄλλων. Ἀναγκαῑα δὲ τό τε ζῆν καὶ τὰ πρὸς τοῦτο συντείνοντα, καὶ τὴν τῶν ποιητικῶν ἔχοντα χώραν, οἷον τό τε σῶμα καὶ τὰ τούτου μέρη καὶ τὰς αὐτῶν καλὰς χρήσεις· καὶ τῶν ἐκτὸς λεγομένων, εὐγένειαν, πλοῦτον, δόξαν, εἰρήνην, ἐλευθερίαν, φιλίαν, τούτων γὰρ ἕκαστον συμβάλλεσθαί τι πρὸς τὴν τῆς ἀρετῆς χρῆσιν.</p></div></div></div></body></text></TEI>