<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="28"><p rend="indent">Ἀρετὴν δ’ ὀνομάζεσθαι τὴν ἀρίστην διάθεσιν, ἢ καθ’ ἣν ἄριστα διάκειται τὸ ἔχον. Τοῦτο δ’ ἐκ τῆς ἐπαγωγῆς δῆλον· σκυτοτόμου γὰρ ἀρετὴν λέγεσθαι καθ’ ἣν ἀποτελεῖν ἄριστον ὑπόδημα δύναται, καὶ οἰκοδόμου, καθ’ ἣν ἄριστα διάκειται πρὸς οἰκοδόμησιν οἰκίας καλῆς. Ὅτι μὲν οὖν τὰ ἄριστα διατεθῆναι ἐστὶν ἀρετή, ὁμολογούμενόν ἐστι. Δύο δ’ ὥσπερ ἀρχὰς τῶν ἀρετῶν ὑπάρχειν, τὸν λόγον καὶ τὸ πάθος· ταῦτα δὲ ὁτὲ μὲν ἀλλήλοις ὁμονοητικῶς συμφωνεῖν, ὁτὲ δὲ στασιαστικῶς διαφωνεῑν· τὴν δ’ ἀντίταξιν αὐτῶν γίγνεσθαι δι’ ἡδονὰς καὶ λύπας. Τὴν μὲν οὖν τοῦ λόγου νίκην ἀπὸ τοῦ κράτους παρωνύμως ἐγκράτειαν ἐπωνυμίαν ἔχειν, τὴν δὲ τοῦ ἀλόγου, διὰ τὸ τῆς ὁρμῆς ἀπειθές, ἀκρασίαν· τὴν δ’ ἀμφοῖν ἁρμονίαν καὶ συμφωνίαν, ἀρετήν· τοῦ μὲν ἄγοντος ἐφ’ ὃ δεῖ, τοῦ δ’ ἑπομένου πειθηνίως.</p></div></div></div></body></text></TEI>