<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="27"><p rend="indent">Τὸ μὲν οὖν ἦθος τοὔνομα λαβεῖν φησιν ἀπὸ τοῦ ἔθους· ὧν γὰρ ἐκ φύσεως ἀρχὰς ἔχομεν καὶ σπέρματα, τούτων τὰς τελειότητας περιποιεῖσθαι τοῖς ἔθεσι καὶ ταῖς ὀρθαῖς ἀγωγαῖς· δι’ ὃ καὶ τὴν ἠθικὴν ἐθικὴν εἶναι, καὶ περὶ μόνα τὰ ζῷα γίγνεσθαι, καὶ μάλιστα περὶ ἄνθρωπον. Τὰ μὲν γὰρ λοιπὰ ἐθισθέντα οὐ λόγῳ ἀλλὰ τῇ ἀνάγκῃ γίγνεσθαι ποιὰ ἄττα, τὸν δ’ ἄνθρωπον, τῷ λόγῳ πλαττόμενον, ἐκ τοῦ ἐθισμοῦ μέρους τῆς ψυχῆς ἀλόγου διακειμένου κατὰ τὸν λόγον. Ἄλογον δὲ λέγεσθαι ψυχῆς μέρος οὐ τὸ καθάπαξ ἄλογον, ἀλλὰ τὸ οἷόν τε πείθεσθαι λόγῳ, ὁποῖόν ἐστι τὸ παθητικόν, τοῦτο δὲ καὶ τῆς ἀρετῆς δεκτικόν. Τῆς γὰρ ψυχῆς τὸ μὲν εἶναι λογικόν, τὸ δ’ ἄλογον· λογικὸν μὲν τὸ κριτικόν, ἄλογον δὲ τὸ ὁρμητικόν. Τοῦ δὲ λογικοῦ τὸ μὲν περὶ τὰ ἀΐδια καὶ τὰ θεῑα θεωρητικόν, ἐπιστημονικὸν καλεῖσθαι· τὸ δὲ περὶ τὰ ἀνθρώπινα καὶ τὰ πρακτικά, βουλευτικόν. Καὶ τοῦ ἀλόγου τὸ μὲν ὀρεκτικὸν τῶν ἐν ἡμῑν, ἐπιθυμητικόν· τὸ δὲ πρὸς τοὺς πλησίον οἷον ἀμυντικόν, θυμικόν. Ὥστε διττὸν εἶναι καὶ τῶν ἀρετῶν τὸ εἶδος, τὸ μὲν λογικόν, τὸ δ’ ἄλογον, ἐπειδὴ καὶ ταῦτα πέφυκε μὲν κατὰ θεωρίαν καὶ πρᾶξιν, ὅθεν καὶ τὴν ἠθικὴν ἀρετὴν οὐκ εἶναι μὲν ἐπιστήμην, προαιρετικὴν δὲ τῶν καλῶν ὑπάρχειν. Ἐκ τριῶν δὲ συμβεβηκέναι τὴν ἀρετὴν τελειοῦσθαι, φύσεως, ἔθους, λόγου. Τὸν γὰρ ἄνθρωπον, διαφέροντα κατά τε σῶμα καὶ ψυχὴν τῶν ἄλλων ζῴων, διὰ τὸ, μεταξὺ τῶν ἀθανάτων ὄντα καὶ τῶν θνητῶν, κοινωνίαν ἐξῆφθαι πρὸς ἄμφω, πρὸς μὲν τὰ λογικά, τῷ κατὰ τὴν ψυχὴν θείῳ, πρὸς δὲ τὰ ἄλογα, τῷ κατὰ τὸ σῶμα θνητῷ, κατὰ λόγον ἀμφοῖν τῆς τελειότητος ἐφίεσθαι. Καὶ πρῶτον μὲν ὀρέγεσθαι τοῦ εἶναι, φύσει γὰρ ᾠκειῶσθαι πρὸς ἑαυτόν, δι’ ὃ καὶ προσηκόντως μὲν ἀσμενίζειν ἐπὶ τοῖς κατὰ φύσιν, δυσχεραίνειν δὲ ἐπὶ τοῖς παρὰ φύσιν. Τήν τε γὰρ ὑγίειαν περιποιεῖσθαι σπουδάζειν, καὶ τῆς ἡδονῆς πόθον ἔχειν, καὶ τοῦ ζῆν ἀντιποιεῖσθαι, τῷ ταῦτα μὲν εἶναι κατὰ φύσιν, καὶ αὐθαίρετα καὶ ἀγαθά. Κατὰ δὲ τἀναντία τὴν νόσον καὶ τὴν ἀλγηδόνα καὶ τὴν φθορὰν διακρούεσθαι καὶ παρακλίνειν, τῷ παρὰ φύσιν ὑπάρχειν, καὶ διὰ ταῦτα φευκτὰ καὶ κακά. Φίλον γὰρ εἶναι ἡμῖν τὸ σῶμα, φίλην δὲ τὴν ψυχήν, φίλα δὲ τὰ τούτων μέρη, καὶ τὰς δυνάμεις, καὶ τὰς <pb facs="fragmentaphiloso02mulluoft_0195"/> ἐνεργείας, ὧν κατὰ τὴν πρόνοιαν τῆς σωτηρίας τὴν ἀρχὴν γίγνεσθαι τῆς ὁρμῆς, καὶ τοῦ καθήκοντος, καὶ τῆς ἀρετῆς. Εἰ μὲν γὰρ περὶ τὰς τῶν εἰρημένων αἱρέσεις καὶ φυγὰς μηδεμία συνέβαινε πλάνη καθάπαξ, ἀλλὰ τῶν μὲν ἀγαθῶν ἐπήβολοι, τῶν δὲ κακῶν ἄμοιροι διετελοῦμεν ὄντες, οὐδέποτ’ ἂν τὴν ὀρθὴν καὶ ἄπταιστον ἐν τούτοις ἐπεζητήσαμεν ἐκλογήν. Ἐπεὶ δὲ πολλάκις δι’ ἄγνοιαν περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἀπατώμεθα, καὶ τὰ μὲν ἀγαθὰ παραπέμπομεν, τοῖς κακοῑς δ’ ὡς ἀγαθοῖς ἐντυγχάνομεν, ἀναγκαίως τὴν τῆς ἐπικρίσεως βέβαιον εἴδησιν ἐπεζητήσαμεν, ἣν καὶ συνῳδὸν εὑρόμενοι τῇ φύσει, διὰ τὸ τῆς ἐνεργείας μεγαλοπρεπές, ἀρετὴν προσηγορεύσαμεν, καὶ μόνην, ὡς θαυμάσαντες, ἐπετιμήσαμεν πρὸ τῶν ἄλλων ἁπάντων. Τὰς γὰρ πράξεις ἀπό τε τῆς τῶν κατὰ φύσιν ἐκλογῆς καὶ ἀπεκλογῆς τῶν παρὰ φύσιν τὰς ἀρχὰς ἔχειν συμβέβηκε, καὶ τὰ λεγόμενα καθήκοντα· δι’ ὃ καὶ τάς τε κατορθώσεις καὶ τὰς ἁμαρτίας ἐν τούτοις καὶ περὶ ταῦτα γίγνεσθαι. Σχεδὸν γὰρ τὴν ὅλην τῆς αἱρέσεως ὑπογραφὴν ἀπὸ τούτων ὡρμῆσθαι, καθάπερ ἐπιδείξω διὰ βραχυτάτων. Ὅτι γὰρ οὐ μόνον αἱρετὰ τὰ τέκνα τοῖς γειναμένοις ἐστὶ διὰ τὰς χρείας, ἀλλὰ καὶ δι’ ἑαυτά, γνώριμον ἐκ τῆς ἐνεργείας. Οὐδένα γοῦν οὕτως ὠμὸν εἶναι καὶ θηριώδη τὴν φύσιν, ὃς οὐκ ἂν σπουδάζοι μετὰ τὴν ἑαυτοῦ τελευτὴν εὐδαιμονεῑν τὰ τέκνα, καὶ καλῶς ἐπανάγειν μᾶλλον ἢ τοὐναντίον. Ἀπὸ ταύτης γοῦν τῆς φιλοστοργίας καὶ διαθήκας τελευτᾶν μέλλοντας διατίθεσθαι, καὶ τῶν ἔτι κυοφορουμένων φροντίζειν, ἐπιτρόπους ἀπολιπόντας καὶ κηδεμόνας, καὶ τοῖς φιλτάτοις παρατιθεμένους, καὶ παρακαλοῦντας ἐπικουρεῖν αὐτοῖς, καί τινας μὲν ἀποθνήσκουσι τοῖς τέκνοις συναποθνήσκειν. Τῶν δὲ τέκνων οὕτως ἀγαπωμένων κατὰ τὸ αὐθαίρετον, ἀναγκαῖον καὶ τοὺς γονεῖς, καὶ τοὺς ἀδελφούς, καὶ τὴν τοῦ λέχους κοινωνόν, καὶ τοὺς συγγενεῖς, καὶ τοὺς ἄλλους οἰκείους καὶ πολίτας, ὡς δι’ αὐτοὺς φιλίας τυγχάνειν· ἔχειν γὰρ ἐκ φύσεως ἡμᾶς καὶ πρὸς τούτους τινὰς οἰκειότητας· φιλάλληλον γὰρ εἶναι καὶ κοινωνικὸν ζῷον τὸν ἄνθρωπον. Εἰ δὲ τῶν φιλιῶν τὰς μὲν εἶναι πόῤῥω· συμβέβηκε, τὰς δὲ προσεχεῖς ἡμῖν, οὐθὲν πρὸς ἔπος· πᾶσαν γὰρ δι’ αὑτὴν αἱρετὴν ὑπάρχειν, καὶ μὴ μόνον διὰ χρείας. Εἰ δὲ πρὸς τοὺς πολίτας φιλίαν δι’ αὑτὴν αἱρετήν, ἀναγκαῑον εἶναι καὶ τὴν πρὸς ὁμοεθνεῖς καὶ ὁμοφύλους, ὥστε καὶ τὴν πρὸς πάντας ἀνθρώπους. Καὶ γὰρ δὴ πάντας τοὺς σώζοντας οὕτως ἔχειν πρὸς τοὺς πλησίον, ὥστε μὴ κατὰ χρήσεις, ἀλλὰ κατὰ τὸ διαυθαίρετον τὰ πλεῖστα δρᾶν. Τίνα γὰρ οὐκ ἂν ἐξελέσθαι θεασάμενον ἄνθρωπον ὑπὸ θηρίου καταδυναστευόμενον, εἰ δύναιτο; τίνα δ’ οὐκ ἂν ὁδὸν πλανωμένῳ μηνύσειν; τίνα δ’ οὐκ ἂν ἐπαρκέσειν ὑπ’ <pb facs="fragmentaphiloso02mulluoft_0196"/> ἐνδείας ἀπολλυμένῳ; τίνα δ’ οὐκ ἂν ἐπ’ ἐρημίας ἀνύδρου νάμασι περιτυχόντα γνωρίσμασι διαδηλώσειν τοῖς τὴν αὐτὴν ὁδὸν βαδίζουσι; τίνα δ’ οὐ τῆς μετὰ τὸν βίον εὐφημίας πολὺν ποιεῖσθαι λόγον; τίνα δ’ οὐκ ἀποστυγεῖν τὰς τοιαύτας φωνάς, ὡς παρὰ τὴν ἀνθρωπίνην οὔσας φύσιν, <quote type="blockquote">Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. <lb/>Οὐδὲν μέλει μοι, τἀμὰ γὰρ καλῶς ἔχει.</quote> Φανερὸν οὖν ὅτι πρὸς πάντας ἐστὶν ἡμῖν εὔνοια φυσικὴ καὶ φιλία, τὸ διαυθαίρετον ἐμφαίνουσα καὶ τὸ κατὰ λόγον. « Ἓν γὰρ ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι », τῆς φύσεως. Ἐπεὶ δὲ κοινή τις ἡμῖν ὑπάρχει φιλανθρωπία, πολὺ μᾶλλον πρὸς τοὺς ἐν συνηθείᾳ φίλους τὸ διαυθαίρετον φανερώτερον· εἰ δ’ ὁ φίλος δι’ αὑτὸν αἱρετός, καὶ ἡ φιλία, καὶ ἡ εὔνοια, καὶ ἡ παρὰ πάντων τῶν τοῦ βίου κοινωνούντων, καὶ παρὰ τῶν πλείστων ἀνθρώπων, ὥστε καὶ τὸν ἔπαινον εἶναι δι’ αὑτὸν αἱρετόν, οἰκειοῦσθαι γὰρ ἡμᾶς πρὸς τοὺς ἐπαινοῦντας. Εἰ δὲ ὁ ἔπαινος δι’ ἑαυτὸν αἱρετός, καὶ ἡ εὐδοξία· καὶ γὰρ οὐδὲν ἕτερον τὴν εὐδοξίαν κατὰ τὴν ὑπογραφὴν παρειλήφαμεν, εἰ μὴ τὸν παρὰ πολλῶν ἔπαινον· ὥστε ταύτῃ μὲν τὰ λεγόμενα τῶν ἔξω ἀγαθῶν ὅτι διαυθαίρετα πέφυκεν ἐπιδεδεῑχθαι σαφῶς· πῶς οὖν οὐ πολὺ μᾶλλον τὰ περὶ ἡμᾶς καὶ ἐν ἡμῖν; λέγω δὴ τὰ περὶ σῶμά τε καὶ ψυχήν. Εἰ γὰρ ὁ ἄνθρωπος δι’ αὑτὸν αἱρετός, καὶ τὰ μέρη τοῦ ἀνθρώπου δι’ αὑτὰ ἂν εἴη αἱρετά. Μέρη δ’ ἐστὶν ἀνθρώπου ὁλοσχερέστατα σῶμα καὶ ψυχή. Ὥστε καὶ τὸ σῶμα δι’ αὑτὸ ἂν αἱρετὸν εἴη. Πῶς γὰρ τὸ μὲν τοῦ πλησίον σῶμα δι’ αὑτὸ αἱρετόν ἐστιν ἡμῖν, τὸ δ’ ἡμέτερον οὐκ ἔτι; ἢ πῶς ὁ μὲν πλησίον ἄνθρωπος δι’ αὑτόν ἐστιν αἱρετός, οὐχὶ δὲ καὶ ἕκαστος ἡμῶν αὐτῷ δι’ αὑτὸν αἱρετός; ἢ πῶς τοῦτο μέν, οὐχὶ δὲ καὶ τὰ μέρη τὰ τοῦ σώματος, καὶ αἱ τῶν μερῶν ἀρεταὶ καὶ αἱ τοῦ ὅλου σώματος ἂν εἶεν αίρεταί; Ὥστε δι’ αὑτὰ αἱρετὰ ἡμῖν εἶναι τὴν ὑγίειαν, τὴν ἰσχύν, τὸ κάλλος, τὴν ποδώκειαν, τὴν εὐεξίαν, τὴν εὐαισθησίαν, καθόλου πάσας ὡς ἔπος εἰπεῖν ἀρετάς, Καὶ γὰρ ἄλλως οὐδεὶς ἂν εὖ φρονῶν δέξαιτο ἄμορφος καὶ λελωβημένος εἶναι κατὰ τὸ εἶδος, κἂν εἰ μηδεμία μέλλοι δυσχρηστία τὸ παράπαν ἐπακολουθεῖν διὰ τὴν τοιαύτην εἰδέχθειαν. Ὥστε καὶ δίχα τῆς δυσχρηστίας εὔλογον φυγὴν φαίνεσθαι τοῦ αἴσχους. Εἰ δὲ δι’ αὑτὸ φευκτόν ἐστι τὸ αἶσχος, καὶ τὸ κάλλος οὐ μόνον διὰ τὴν χρείαν αἱρετόν, ἀλλὰ καὶ δι’ αὑτό. Ὅτι γὰρ ἐξ αὐτοῦ προσκλητικόν τι ἔχει τὸ κάλλος, ἐμφανές. Πάντας γοῦν φυσικῶς οἰκειοῦσθαι τοῖς καλοῖς χωρὶς πάσης χρείας, καὶ γὰρ πρὸς τὸ εὖ ποιεῑν αὐτοὺς καὶ εὐεργετεῖν ἑτοίμως ἔχειν, ὅθεν δὴ καὶ δοκεῖν εὐνοίας εἶναι παρασκευαστικόν· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον τὸ μὲν κάλλος τῶν δι’ αὑτὸ αἱρετῶν ὑπάρχειν· τὸ δὲ αἶσχος, τῶν δι’ αὑτὸ φευκτῶν. Τὸν δ’ αὐτὸν λόγον καὶ περὶ ὑγιείας εἶναι καὶ νόσου, καὶ ἰσχύος καὶ ἀσθενείας, καὶ ποδωκείας καὶ βραδυτῆτος, καὶ αἰσθήσεως καὶ πηρώσεως. Ὥστ’ εἰ καὶ τὰ σωματικὰ τῶν ἀγαθῶν δέδεικται διαυθαίρετα, καὶ τἀναντία τούτων κακὰ δι’ αὑτὰ φευκτά, καὶ τὰ τῆς ψυχῆς ἀναγκαῖον μέρη διαυθαίρετα ὑπάρχειν, καὶ τὰς ἀρετὰς αὐτῶν καὶ τῆς ὅλης ψυχῆς. Τὴν γὰρ εἴσοδον ἡ ἀρετὴ λαβοῦσα, καθάπερ ὑπεδείξαμεν, ἀπὸ τῶν σωματικῶν καὶ τῶν ἔξωθεν ἀγαθῶν, καὶ πρὸς ἑαυτὴν ἐπιστρέψασα καὶ θεασαμένη διότι αὐτῇ τὰ κατὰ ψυχὴν πολὺ μᾶλλον τῶν τοῦ σώματος ἀγαθῶν ᾠκειώθη, οὕτως ᾠκειώθη <pb facs="fragmentaphiloso02mulluoft_0197"/> πρὸς ἑαυτήν, ὥσπερ δι’ αὑτὴν αἱρετήν, καὶ μᾶλλόν γε πρὸς ἑαυτήν, ἢ πρὸς τὰς τοῦ σώματος ἀρετάς· ὥστε παρὰ πολὺ τιμιωτέρας εἶναι τὰς τῆς ψυχῆς ἀρετάς. Οὐ μὴν ἀλλὰ καὶ ἀπὸ τῶν προεφωδευμένων τοῦτ’ ἄν τις ἐπιλογίσαιτο. Εἰ γὰρ ἡ τοῦ σώματος ὑγίεια αἱρετὴ δι’ αὑτήν, καὶ πολὺ μᾶλλον ἡ τῆς ψυχῆς· ὑγίεια δὲ ψυχῆς σωφροσύνη, τῆς σφοδρότητος ἀπολύουσα τῶν παθῶν ἡμᾶς. Καὶ εἰ ἰσχὺς ἡ σωματικὴ τῶν ἀγαθῶν ἐστι, πολὺ μᾶλλον ἡ ψυχικὴ δι’ αὑτὴν ἂν εἴη αἱρετὴ καὶ ἀγαθόν. Ψυχῆς δ’ ἔστιν ἰσχὺς ἀνδρεία καὶ καρτερία, εὐρώστους τὰς ψυχὰς κατασκευάζουσα· διόπερ ἂν εἴη καὶ ἡ ἀνδρεία δι’ αὑτὴν αἱρετὴ καὶ ἡ καρτερία. Κατὰ τὸ ἀνάλογον εἰ τὸ κάλλος τὸ σωματικὸν δι’ αὑτὸ αἱρετὸν, καὶ τὸ τῆς ψυχῆς κάλλος εἴη ἂν δι’ αὑτὸ αἱρετόν, κάλλος δὲ ψυχῆς ἐστιν ἡ δικαιοσύνη, τὸ γὰρ μηθὲν ἀδικεῑν καὶ καλοὺς ἡμᾶς ποιεῑ. <quote type="blockquote">Ὅτι τὰ τρία γένη τῶν ἀγαθῶν, τὰ περὶ σώματα, τὰ περὶ ψυχήν. τὰ ἐκτός, ἀναλογίαν πρὸς ἄλληλα ἔχει, καίτοι διαφέροντα.</quote> Τὸν παραπλήσιον δ’ εἶναι λόγον καὶ ἐπὶ τῶν ἀρετῶν, διὰ τὸ δοκεῑν τὰ τρία γένη τῶν ἀγαθῶν ἐκ πλείστης διαφορᾶς τῆς ἐν ἀλλήλοις ὅμως ἔχειν τινὰ πρὸς τὸν λόγον ἀναλογίαν, ἣν καὶ δὴ πειράσομαι δηλῶσαι σαφῶς. Ὅπερ μὲν οὖν ἐν σώματί φαμεν ὑγίειαν, τοῦτ’ ἐν τῇ ψυχῇ καλεῑσθαι σωφροσύνην, ἐν δὲ τοῖς ἐκτὸς πλοῦτον, περιστέλλει γὰρ τὰ πολλὰ τῶν ἁμαρτημάτων. Κατὰ τοῦτο δέ, ὅπερ ἐν τῷ σώματι ἰσχύν, τοῦτ’ ἐν τῇ ψυχῇ τὴν ἀνδρείαν, ἐν δὲ τοῖς ἐκτὸς τὴν ἀρχήν· ὅπερ δ’ ἐν τῷ σώματι εὐαισθησίαν, τοῦτ’ ἐν τῇ ψυχῇ φρόνησιν, ἐν δὲ τοῖς ἐκτὸς εὐτυχίαν· ὅ,τι δ’ ἐν σώματι κάλλος, τοῦτ’ ἐν ψυχῇ δικαιοσύνην, ἐν δὲ τοῖς ἐκτὸς φιλίαν· ὥστε τρία γένη τῶν ἀγαθῶν διαυθαίρετα ὑπάρχειν, τά τε περὶ ψυχήν, καὶ τὰ περὶ τὸ σῶμα, καὶ τὰ ἐκτός· καὶ μακρῷ αἱρετώτερα τὰ περὶ ψυχὴν τῶν ἄλλων, ἐπειδὴ καὶ ἡγεμονικώτερον καὶ αἱρετώτερον ψυχὴ σώματος. Δῆλον οὖνὅτι τῶν τοῦ σώματος ἀρετῶν καὶ τῶν ἐκτὸς αἱ τῆς ψυχῆς ὑπάρχουσιν αἱρετώτεραι, ὑπεροχὴν ὁμοίως φερόμεναι· στοχάζονται δὲ καὶ τῶν ἄλλων πρῶτον μὲν ὡς διαυθαιρέτων, ἔπειθ’ ὡς χρησίμων πρός τε τὸν πολιτικὸν καὶ τὸν κοινωνικὸν βίον, καὶ δὴ καὶ πρὸς τὸν θεωρητικόν. Παραμετρεῑσθαι γὰρ τὸν βίον ταῖς πολιτικαῑς καὶ ταῖς κοινωνικαῖς πράξεσι καὶ ταῖς θεωρητικαῖς. Οὐ γὰρ φίλαυτον εἶναι τὴν ἀρετὴν κατὰ τὴν αἵρεσιν ταύτην, ἀλλὰ κοινωνικὴν καὶ πολιτικήν. Τούτοις δ’ ἀκολούθως καὶ τὰς μονὰς τὰς ἐν τῷ ζῆν παραμετρεῖσθαι ταῖς κοινωνικαῖς καὶ πολιτικαῖς καὶ θεωρητικαῖς πράξεσι, καὶ τὰς ἀφόδους ἐκ τῶν ἐναντίων. Ἐπειδὴ γὰρ πρὸς ἑαυτὴν ᾠκειῶσθαι μάλιστα πάντων ἔφαμεν τὴν ἀρετήν, δῆλον ὡς καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπιστήμην ἀναγκαίως ᾠκειῶσθαι φυσικῶς αὐτήν· ὥστε καὶ τοῖς σοφοῖς εὔλογον ἐξαγωγὴν ἐκ τοῦ ζῆν θεωρεῖσθαι, καὶ τοῖς φαύλοις εὔλογον ἐν τῷ ζῆν μονήν· τοῖς γὰρ ἐκτελεῖν δυναμένοις τὰς κοινωνικὰς καὶ πολιτικὰς πράξεις καὶ θεωρητικὰς καὶ τῶν σπουδαίων καὶ τῶν φαύλων, εὔλογον ἐν τῷ ζῆν εἶναι μονήν· τοῖς δὲ μὴ δυναμένοις εὔλογον ἐκ τοῦ ζῆν ἀπαλλαγήν. Ἐπειδὴ μεγάλη τῆς ἀρετῆς ἐστιν ὑπεροχὴ κατά τε τὸ ποιητικόν, καὶ κατὰ τὸ διαυθαίρετον παρὰ τὰ σωματικὰ καὶ τὰ ἔξωθεν ἀγαθά, κατὰ <pb facs="fragmentaphiloso02mulluoft_0198"/> τὸν λόγον οὐκ εἶναι συμπλήρωμα τὸ τέλος ἐκ τῶν σωματικῶν καὶ ἐκ τῶν ἔξωθεν ἀγαθῶν, οὐδὲ τὸ τυγχάνειν αὐτῶν, ἀλλὰ μᾶλλον τὸ κατ’ ἀρετὴν ζῆν ἐν τοῖς περὶ σῶμα καὶ τοῖς ἔξωθεν ἀγαθοῖς ἢ πᾶσιν ἢ τοῖς πλείστοις καὶ κυριωτάτοις. Ὅθεν ἐνέργειαν εἶναι τὴν εὐδαιμονίαν κατ’ ἀρετὴν ἐν πράξεσι προηγουμέναις κατ’ εὐχήν· τὰ δὲ περὶ σῶμα καὶ τὰ ἔξωθεν ἀγαθὰ ποιητικὰ λέγεσθαι τῆς εὐδαιμονίας, τῷ συμβάλλεσθαί τι παρόντα. τοὺς δὲ νομίζοντας αὐτὰ συμπληροῦν τὴν εὐδαιμονίαν ἀγνοεῖν, ὅτι ἡ μὲν εὐδαιμονία βίος ἐστίν, ὁ δὲ βίος ἐκ πράξεως συμπεπλήρωται. Τῶν δὲ σωματικῶν καὶ τῶν ἐκτὸς ἀγαθῶν οὐδὲν οὔτε πρᾶξιν εἶναι καθ’ ἑαυτό, οὔθ’ ὅλως ἐνέργειαν. Τούτων δὴ τοῦτον τὸν λόγον ἐχόντων ἥ τε εὐεργεσία συστήσεται, καὶ ἡ χάρις, καὶ ἡ εὐχαριστία καὶ φιλανθρωπία καὶ φιλοτεκνία καὶ φιλαδελφία, καὶ πρὸς ταύταις ὅ τε φιλόπατρις, καὶ φιλοπάτωρ, καὶ φιλοικεῖος, καὶ κατὰ τὸ προσῆκον ἥ τ’ εὐκοινωνησία καὶ ἡ εὔνοια, καὶ ἡ φιλία, καὶ ἡ ἰσότης καὶ ἡ δικαιοσύνη, καὶ πᾶς ὁ τῶν ἀρετῶν θεῖος χορός, οὗ τοὺς κατολιγωρήσαντας ἁμαρτάνειν φανερῶς περί τε τὰς αἱρέσεις τῶν ἀγαθῶν, καὶ τὰς φυγὰς τῶν κακῶν, καὶ περὶ τὴν κτῆσιν καὶ περὶ τὴν χρῆσιν τῶν ἀγαθῶν, ὁμολογουμένως τε διασφάλλεσθαι περὶ μὲν τὴν αἵρεσιν παρὰ τὴν κρίσιν, περὶ δὲ τὴν κτῆσιν παρὰ τὸν τρόπον, περὶ δὲ τὴν χρῆσιν παρὰ τὴν ἀμαθίαν. Παρὰ μὲν οὖν τὴν αἵρεσιν ἁμαρτάνειν, ὅταν τὸ μηδ’ ὅλως ὂν ἀγαθὸν αἱρῶνται, ἢ τὸ ἧτον σφοδρότερον ἢ δεῖ. Τοῦτο δὲ περὶ τοὺς πλείστους ὑπάρχειν, τὸ μὲν ἡδὺ τοῦ συμφέροντος, τὸ δὲ συμφέρον τοῦ καλοῦ προκρίνοντας, καὶ τῆς ὁρμῆς ἀμέτρως προεκφοιτῶντας. Παρὰ δὲ τὴν κτῆσιν, ὅταν μήτε ὅθὲν, μήθ’ ὅπως, μήτ’ ἐφ’ ὅσον χρὴ περιποιεῖσθαι, ταῦτα προδιαλάβωσι. Παρὰ δὲ τὴν χρῆσιν, ἐπεὶ πᾶσα χρῆσις ἢ πρὸς αὑτὴν ἔχει τὴν ἀναφοράν, ἢ πρὸς ἕτερον, ἐν μὲν τῇ πρὸς ἑαυτήν, ὅταν μὴ προσφέρωνται τοῖς πράγμασι συμμέτρως· ἐν δὲ τῇ πρὸς ἕτερον, ὅταν τὸ κατ’ ἀξίαν μὴ φυλάττωσι τοῦ πρέποντος. Εἰ δὲ περὶ αὐτὰ ἁμαρτάνουσιν οἱ φαῦλοι, περὶ τὰ ἐναντία πάντως κατορθοῦσιν οἱ σπουδαῖοι, καθηγεμόνα <pb facs="fragmentaphiloso02mulluoft_0199"/> τῶν πράξεων ἔχοντες τὴν ἀρετήν. Πάσαις γοῦν ὡς ἔοικε ταῖς ἀρεταῑς κοινὸν ὑπάρχειν τό τε κρίνειν, καὶ προαιρεῖσθαι, καὶ πράττειν. Οὔτε γὰρ ἄκριτον, οὔτ’ ἀπροαίρετον, οὔτ’ ἄπρακτον εἶναι τὴν ἀρετήν, ἀλλὰ τὴν μὲν φρόνησιν ἐξάρχειν, ὥσπερ ἡγεμονικὴν οὖσαν, καὶ τῶν δι’ ἑαυτὴν καὶ τῶν διὰ τὰς ἄλλας αἱρετῶν καὶ φευκτῶν, καὶ πρακτῶν καὶ οὐ πρακτῶν, καὶ τῶν μᾶλλον καὶ ἧττον· τῶν δ’ ἄλλων ἑκάστην ἀποτέμνεσθαι μόνα τὰ καθ’ ἑαυτήν.</p></div></div></div></body></text></TEI>