Ταῦτα μὲν ἐπὶ τοσοῦτον. Περὶ γὰρ πάντων τῶν παραδόξων δογμάτων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ὁ Χρύσιππος διελέχθη, ἀτὰρ καὶ ἐν τῷ περὶ δογμάτων, καὶ ἐν τῇ ὑπογραφῇ τοῦ λόγου, καὶ ἐν ἄλλοις πολλοῖς τῶν κατὰ μέρος συγγραμμάτων. Ἐγὼ δὲ ὁπόσα προὐθέμην ἐπελθεῖν ἐν κεφαλαίῳ τῶν ἠθικῶν δογμάτων κατὰ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν διεληλυθὼς ἱκανῶς, ἤδη τοῦτον τὸν ὑπομνηματισμὸν αὐτόθι καταπαύσω. Ἀριστοτέλους καὶ τῶν λοιπῶν Περιπατητικῶν περὶ τῶν ἠθικῶν δόγματα.