<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="25"><p rend="indent">Φασὶ δὲ καὶ ἄγροικον εἶναι πάντα φαῦλον, τὴν γὰρ ἀγροικίαν ἀπειρίαν εἶναι τῶν κατὰ πόλιν ἐθῶν καὶ νόμων· καὶ πάντα φαῦλον ἔνοχον ὑπάρχειν· εἶναι δὲ καὶ ἄγριον, ἐναντιωτικὸν ὄντα τῇ κατὰ νόμον διεξαγωγῇ, καὶ θηριώδη καὶ βλαπτικὸν ἄνθρωπον. Τὸν δ’ αὐτὸν τοῦτον καὶ ἀνήμερον ὑπάρχειν καὶ τυραννικόν, οὕτως διακείμενον ὥστε δεσποτικὰ ποιεῖν, ἔτι δὲ ὠμά, καὶ βίαια, καὶ παράνομα, καιρῶν ἐπιλαβόμενον. Εἶναι δὲ καὶ ἀχάριστον, οὔτε πρὸς ἀνταπόδοσιν χάρι τος οἰκείως ἔχοντα, οὔτε πρὸς μετάδοσιν, διὰ τὸ μηδὲ κοινῶς τι ποιεῖν, μηδὲ φιλικῶς, μηδ’ εὐμελετήτως. Μηδὲ φιλόλογον εἶναι τὸν φαῦλον, μηδὲ φιλήκοον, <pb facs="fragmentaphiloso02mulluoft_0189"/> παρὰ τὸ μηδ’ ἀρχὴν παρεσκευάσθαι πρὸς τὴν ὀρθῶν λόγων παραδοχήν, διὰ τὴν ἀποβᾶσαν ἐκ τῆς διαστροφῆς ἀφροσύνην, παρὰ τὸ μήτε προτετράφθαι τινὰ τῶν φαύλων μήτε προτρέπειν πρὸς ἀρετήν· τὸν γὰρ προτετραμμένον ἢ προτρεπόμενον ἑτέρους ἕτοιμον εἶναι δεῖ πρὸς τὸ φιλοσοφεῖν, τὸν δὲ ἕτοιμον ἀνεμποδίστως ἔχειν, μηδένα δὲ τῶν ἀφρόνων εἶναι τοιοῦτον. Οὐ γὰρ τὸν προθύμως ἀκούοντα καὶ ὑπομνηματιζόμενον τὰ λεγόμενα ὑπὸ τῶν φιλοσόφων ἕτοιμον εἶναι πρὸς τὸ φιλοσοφεῖν, ἀλλὰ τὸν ἑτοίμως ἔχοντα πρὸς τὸ τὰ διὰ τῆς φιλοσοφίας παραγγελλόμενα μεταφέρειν ἐπὶ τὰ ἔργα, καὶ κατ’ αὐτὰ βιοῦν. Οὐδένα δὲ τῶν φαύλων τοιοῦτον εἶναι, προκατειλημμένον τοῖς τῆς κακίας δόγμασιν. Εἰ γὰρ προετέτραπτό τις τῶν φαύλων, καὶ ἀπὸ τῆς κακίας ἀπετέτραπτο. Οὐδεὶς δὲ ἔχων τὴν κακίαν πρὸς ἀρετὴν τέτραπται, ὡς οὐδὲ νόσον πρὸς ὑγίειαν. Μόνον δὲ προτετράφθαι τὸν σοφόν, καὶ μόνον προτρέπειν δύνασθαι, τῶν δ’ ἀφρόνων μηδένα· κατὰ γὰρ παραγγέλματα βιοῦν μηδένα τῶν ἀφρόνων· μηδ’ εἶναι φιλόλογον, λογόφιλον δὲ μᾶλλον, μέχρι λαλιᾶς ἐπιπολαίου προβαίνοντα, μηκέτι δὲ καὶ τοῖς ἔργοις ἐκβεβαιούμενον τὸν τῆς ἀρετῆς λόγον· μηδὲ γὰρ φιλόπονόν τινα τῶν φαύλων εἶναι· τὴν γὰρ φιλοπονίαν διάθεσιν ἐξεργαστικὴν εἶναι τῶν ἐπιβαλλόντων ἀνυπόπτως διὰ πόνου, οὐδένα δὲ τῶν φαύλων ἀνυπόπτως ἔχειν πρὸς τὸν πόνον. Μηδὲ γὰρ τὴν κατ’ ἀξίαν ποιεῖσθαι δόσιν τῆς ἀρετῆς τῶν φαύλων τινά, σπουδαῖον μὲν γὰρ εἶναι τὴν δόσιν, ἐπιστήμην οὖσαν, καθ’ ἣν ἀξιόλογόν τι ἡγούμεθα περιποιεῖσθαι. Τῶν δὲ σπουδαίων μηδὲν εἰς φαύλους πίπτειν, ὥστε μηδὲ τὴν ἀξίαν τῆς ἀρετῆς δόσιν ποιεῖσθαί τινα τῶν φαύλων. Εἰ γὰρ τὴν κατ’ ἀξίαν τις ἐποιεῖτο δόσιν τῶν ἀφρόνων τῆς ἀρετῆς, ἐφ’ ὅσον ἐτίμα ταύτην, ἀπῳκονομεῖτο ἂν τὴν κακίαν. Πᾶς δέ τε ἄφρων σύνεστιν ἡδέως τῇ ἑαυτοῦ κακίᾳ. Σκοπεῖν γὰρ δεῖ μὴ τὸν ἐξώφορον αὐτῶν λόγον, φαῦλον ὄντα, ἀλλὰ τὸν τῶν πράξεων. Ἐκ τούτων γὰρ ἀπελέγχονται μὴ περὶ τὰ καλὰ καὶ σπουδαῖα παρωρμημένοι, ἀλλὰ περὶ τὰς ἀνδραποδώδεις ἀμέτρους ἀπολαύσεις. Ἀρέσκει δὲ καὶ πᾶν ἁμάρτημα ἀσέβημα εἶναι. Τὸ γὰρ παρὰ τὴν βούλησίν τι πράττεσθαι τοῦ θεοῦ, ἀσεβείας εἶναι τεκμήριον. Τῶν γὰρ θεῶν οἰκειουμένων μὲν τῇ ἀρετῇ καὶ τοῖς ταύτης ἔργοις, ἀλλοτριουμένων δὲ τῇ κακίᾳ καὶ τοῖς ἀπὸ ταύτης συντελουμένοις, τοῦ δ’ ἁμαρτήματος ὄντος ἐνεργήματος κατὰ κακίαν, κατεφαίνετο πᾶν ἁμάρτημα ἀπαρεστὸν θεοῖς ὑπάρχον, (τοῦτο δ’ ἐστὶν ἀσέβημα,) καὶ καθ’ ἕκαστόν γε ἁμάρτημα ὁ φαῦλος ἀπαρεστόν τι ποιεῖ θεοῖς. Ἔτι δὲ, ἐπεὶ πᾶς φαῦλος ὅσα ποιεῖ κατὰ κακίαν ποιεῖ, καθάπερ ὁ σπουδαῖος κατ’ ἀρετήν, καὶ ὁ μίαν ἔχων κακίαν πάσας ἔχει. Ἐν δὲ ταύταις ὁρᾶσθαι καὶ τὴν ἀσέβειαν, οὐ τὴν τεταγμένην κατὰ τὴν ἐνέργειαν, ἀλλὰ τὴν τῇ εὐσεβείᾳ ἐναντίαν ἕξιν. Τὸ δὲ κατ’ ἀσέβειαν πεπραγμένον ἀσέβημα εἶναι, πᾶν οὖν ἁμάρτημα ἀσέβημα εἶναι. Ἔτι δ’ ἀρέσκει αὐτοῖς, καὶ πάντ’ εἶναι τὸν ἄφρονα θεοῖς ἐχθρόν· τὴν γὰρ ἔχθραν ἀσυμφωνίαν εἶναι τῶν κατὰ τὸν βίον καὶ διχόνοιαν, ὥσπερ καὶ τὴν φιλίαν συμφωνίαν καὶ ὁμόνοιαν. Διαφωνοῦσι δ’ οἱ φαῦλοι πρὸς τοὺς θεοὺς περὶ τῶν κατὰ τὸν βίον, <pb facs="fragmentaphiloso02mulluoft_0190"/> διόπερ πᾶς ἄφρων θεοῖς ἐχθρός ἐστιν, ἐπεὶ εἰ πάντες τοὺς ἐναντίους αὐτοῖς ἐχθροὺς εἶναι νομίζουσι, τῷ δὲ σπουδαίῳ ὁ φαῦλός ἐστιν ἐναντίος, καὶ σπουδαῖός ἐστιν ὁ θεός, ὁ φαῦλος θεοῖς ἐστιν ἐχθρός. Ἴσα τε πάντα λέγουσιν εἶναι τὰ ἁμαρτήματα, οὐ μέντοι γ’ ὅμοια. Καθάπερ γὰρ ἀπὸ μιᾶς τινος πηγῆς, τῆς κακίας, φέρεσθαι πέφυκε, τῆς κρίσεως οὔσης ἐν πᾶσι τοῖς ἁμαρτήμασι τῆς αὐτῆς· παρὰ δὲ τὴν ἔξωθεν αἰτίαν, τῶν ἐφ’ οἷς αἱ κρίσεις ἀποτελοῦνται μέσων διαλλαττόντων, διάφορα κατὰ ποιότητα γίγνεσθαι τὰ ἁμαρτήματα. Λάβοις δ’ ἂν εἰκόνα σαφῆ τοῦ δηλουμένου τῷδ’ ἐπιστήσας. Πᾶν γὰρ τὸ ψεῦδος ἐπ’ ἴσης ψεῦδος συμβέβηκεν, οὐ γὰρ εἶναι ἕτερον ἑτέρου μᾶλλον διεψευσμένον· τό τε γὰρ νύκτα εἶναι ψεῦδός ἐστι, καθάπερ τὸ ἱπποκένταυρον ζῆν· καὶ οὐ μᾶλλον εἰπεῖν ἐστὶ ψεῦδος εἶναι θάτερον θατέρου. Ἀλλ’ εἴ γε τὸ ψεῦδος ἐπίσης ψεῦδός ἐστιν, οὐχὶ δὲ καὶ οἱ διεψευσμένοι ἐπίσης εἰσὶ διεψευσμένοι. Διαμαρτάνειν δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστι, πᾶσαν γὰρ ἁμαρτίαν κατὰ διάψευσιν πράττεσθαι. Ἔτι οὐχὶ κατόρθωμα μὲν μεῖζον καὶ ἔλαττον γίγνεσθαι, ἁμάρτημα δὲ μεῖζον ἢ ἔλαττον οὐ γίγνεσθαι, πάντα γάρ ἐστι τέλεια, διόπερ οὔτ’ ἐλλείπειν οὔθ’ ὑπερέχειν δύναιτ’ ἂν ἀλλήλων. Ἴσα τε νῦν ἐστι πάντα τὰ ἁμαρτήματα. Περὶ δὲ εὐφυοῦς, ἔτι δὲ εὐγενοῦς οἱ μὲν τῶν ἐκ τῆς αἱρέσεως ἐπηνέχθησαν ἐπὶ τὸ λέγειν πάντα σοφὸν τοιοῦτον εἶναι, οἱ δ’ οὔ. Οἱ μὲν γὰρ οἴονται, οὐ μόνον εὐφυεῖς γίγνεσθαι πρὸς ἀρετὴν ἐκ φύσεως, ἀλλὰ καὶ τοὺς ἐκ κατασκευῆς, καὶ τὸ ἐν ταῖς παροιμίαις λεγόμενον τοῦτο ἀπεδέξαντο, « μελέτη χρονισθεῖσ’ εἰς φύσιν καθίσταται. » Τὸ δ’ ὅμοιον καὶ περὶ εὐγενείας ὑπέλαβον, ὥστε εὐφυίαν μὲν εἶναι κοινῶς ἕξιν ἐκ φύσεως ἢ ἐκ κατασκευῆς, οἰκείαν πρὸς ἀρετήν, ἢ ἕξιν, καθ’ ἣν εὐανάληπτοι ἀρετῆς εἰσί τινες· τὴν δ’ εὐγένειαν, ἕξιν ἐκ γένους ἢ ἐκ κατασκευῆς, οἰκείαν πρὸς ἀρετήν. Τὸν δὲ σπουδαῖον, ὁμιλητικὸν ὄντα, καὶ ἐπιδέξιον, καὶ προτρεπτικόν, καὶ θηρευτικὸν διὰ τῆς ὁμιλίας εἰς εὔνοιαν καὶ φιλίαν, καὶ ὡς δυνατὸν εὐάρμοστον εἶναι πρὸς τὸ πλῆθος ἀνθρώπων, παρ’ ὃ καὶ ἐπαφρόδιτον εἶναι, καὶ ἐπίχαριν, καὶ πιθανόν, ἔτι δὲ αἱμύλον, καὶ εὔστοχον, καὶ εὔκαιρον, καὶ ἀγχίνουν, καὶ ἀφελῆ, καὶ ἀπερίεργον, καὶ ἁπλοῦν καὶ ἄπλαστον· τὸν δὲ φαῦλον ἔνοχον πᾶσι τοῖς ἐναντίοις. Τὸ δ’ εἰρωνεύεσθαι φαύλων εἶναί φασιν, οὐδένα γὰρ ἐλεύθερον καὶ σπουδαῖον εἰρωνεύεσθαι· ὁμοίως δὲ καὶ τὸ σαρκάζειν, ὅ ἐστιν εἰρωνεύεσθαι μετ’ ἐπισυρμοῦ τινός. Ἐν μόνοις τε τοῖς σοφοῖς ἀπολείπουσι φιλίαν, ἐπεὶ ἐν μόνοις τούτοις ὁμόνοια γίγνεται περὶ τῶν κατὰ τὸν βίον· τὴν δ’ ὁμόνοιαν εἶναι κοινῶν ἀγαθῶν ἐπιστήμην. Φιλίαν γὰρ ἀληθινὴν καὶ μὴ ψευδώνυμον ἀδύνατον χωρὶς πίστεως καὶ βεβαιότητος ὑπάρχειν· ἐν δὲ τοῖς φαύλοις, ἀπίστοις καὶ ἀβεβαίοις οὖσι καὶ δόγματα πολεμικὰ κεκτημένοις, οὐκ εἶναι φιλίαν, ἑτέρας δέ τινας ἐπιπλοκὰς καὶ συνδέσεις ἔξωθεν ἀνάγκαις καὶ δόξαις κατεχομένας γίγνεσθαι. Φασὶ δὲ καὶ τὸ ἀγαπᾶν καὶ τὸ ἀσπάζεσθαι καὶ τὸ φιλεῖν μόνων εἶναι τῶν σπουδαίων. Καὶ μόνον εἶναι τὸν σοφὸν βασιλέα τε καὶ βασιλικόν, τῶν δὲ φαύλων μηδένα· τὴν γὰρ βασιλείαν ἀρχὴν ἀνυπεύθυνον εἶναι καὶ τὴν ἀνωτάτω καὶ τὴν ἐπὶ πάσαις. Λέγουσι δὲ καὶ ἄριστον αὐτοῦ ἰατρὸν εἶναι τὸν σπουδαῖον ἄνδρα· ἐπιμελῆ γὰρ ὄντα τῆς ἰδίας φύσεως παρατηρητὴν <pb facs="fragmentaphiloso02mulluoft_0191"/> ὑπάρχειν καὶ τῶν πρὸς ὑγίειαν ἐπιστήμονα συμφερόντων. Οὐχ οἷόν τε δὲ μεθυσθήσεσθαι τὸν νοῦν ἔχοντα· τὴν γὰρ μέθην ἁμαρτητικὸν περιέχειν, λήρησίν τε εἶναι περὶ τὸν οἶνον, ἐν μηδενὶ δὲ τὸν σπουδαῖον ἁμαρτάνειν, δι’ ὃ πάντα κατ’ ἀρετὴν ποιεῖν καὶ τὸν ἀπὸ ταύτης ὀρθὸν λόγον. Τρεῖς δὲ προηγουμένους εἶναι βίους, τόν τε βασιλικόν, καὶ τὸν πολιτικόν, καὶ τρίτον τὸν ἐπιστημονικόν· ὁμοίως δὲ καὶ χρηματισμοὺς τρεῖς προηγουμένους, τόν τε ἀπὸ τῆς βασιλείας, καθ’ ὃν ὁ αὐτὸς βασιλεύσει καὶ μοναρχικῶς χρημάτων εὐπορήσει· δεύτερον δέ, τὸν ἀπὸ τῆς πολιτείας, πολιτεύεσθαι γὰρ κατὰ τὸν προηγούμενον λόγον· καὶ γὰρ γαμήσειν, καὶ παιδοποιήσεσθαι, ἀκολουθεῖν γὰρ ταῦτα τῇ τοῦ λογιστικοῦ ζῴου καὶ κοινωνικοῦ καὶ φιλαλλήλου φύσει. Χρηματιεῖσθαι οὖν καὶ ἀπὸ τῆς πολιτείας, καὶ ἀπὸ τῶν φίλων, τῶν ἐν ὑπεροχαῖς ὄντων. Περὶ δὲ τοῦ σοφιστεύειν καὶ ἀπὸ σοφιστείας εὐπορήσειν χρημάτων, διέστησαν οἱ ἀπὸ τῆς αἱρέσεως κατὰ τὸ σημαινόμενον. Τὸ μὲν γὰρ χρηματιεῖσθαι ἀπὸ τῶν κατὰ τὴν παιδείαν, καὶ μισθούς ποτε λήψεσθαι παρὰ τῶν φιλομαθούντων, διωμολογήσαντο· περὶ δὲ τὸ σημαινόμενον ἐγένετό τις ἐν αὐτοῖς ἀμφισβήτησις, τῶν μὲν αὐτὸ τοῦτο λεγόντων σοφιστεύειν, τὸ ἐπὶ μισθῷ μεταδιδόναι τῶν τῆς φιλοσοφίας δογμάτων, τῶν δ’ ὑποτοπησάντων ἐν τῷ σοφιστεύειν περιέχεσθαί τι φαῦλον, οἱονεὶ λόγους καπηλεύειν, οὐ φαμένων δεῖν ἀπὸ παιδείας παρὰ τῶν ἐπιτυχόντων χρηματίζεσθαι, καταδεέστερον γὰρ εἶναι τὸν τρόπον τοῦτον τοῦ χρηματισμοῦ τοῦ τῆς φιλοσοφίας ἀξιώματος. Φασὶ δέ ποτε καὶ τὴν ἐξαγωγὴν τὴν ἐκ τοῦ βίου τοῖς σπουδαίοις καθηκόντως κατὰ πολλοὺς τρόπους γίγνεσθαι, τοῖς δὲ φαύλοις μηδὲ τὴν μονὴν ἐν τῷ ζῆν, εἰ μὴ μέλλοιεν ἔσεσθαι σοφοί, οὔτε γὰρ τὴν ἀρετὴν κατέχειν ἐν τῷ ζῆν, οὔτε τὴν κακίαν ἐκβάλλειν· τοῖς δὲ καθήκουσι καὶ τοῖς παρὰ τὸ καθῆκον μετρεῖσθαι τήν τε ζωὴν καὶ τὸν θάνατον. Λέγουσι δὲ καὶ τὸν σοφὸν ἀνύβριστον εἶναι, οὔθ’ ὑβρίζεσθαι γὰρ οὔθ’ ὑβρίζειν, διὰ τὸ τὴν ὕβριν ἀδικίαν εἶναι καταισχύνουσαν καὶ βλάβην· μήτε δὲ ἀδικεῖσθαι μήτε βλάπτεσθαι τὸν σπουδαῖον, ἀδικητικῶς μέντοι γέ τινας αὐτῷ προσφέρεσθαι καὶ ὑβριστικῶς, καὶ κατὰ τοῦτο δὲ δικαιοπραγεῖν, πρός τε τὸ μηδὲν ἀποβᾶσαν ἀδικίαν εἶναι τὴν ὕβριν, ἀλλὰ καταισχύνουσαν καὶ ὑβριστικὴν οὖσαν. Ἀπερίπτωτον δ’ ὑπάρχειν τὸν νοῦν ἔχοντα ταύτης, καὶ μηδαμῶς καταισχύνεσθαι, ἐν ἑαυτῷ γὰρ ἔχειν τὸ ἀγαθὸν καὶ τὴν θείαν ἀρετήν, δι’ ὃ καὶ πάσης ἀπηλλάχθαι κακίας καὶ βλάβης. Καὶ βασιλεύσειν τέ ποτε τὸν νοῦν ἔχοντα, καὶ βασιλεῖ συμβιώσεσθαι, καὶ εὐφυΐαν ἐμφαίνοντι καὶ φιλομάθειαν. Ἔφαμεν δ’ ὅτι καὶ πολιτεύεσθαι κατὰ τὸν προηγούμενον λόγον οἷόν ἐστι, μὴ πολιτεύεσθαι δὲ ἐάν τι ἐμπόδισμα ᾖ τοῦ διοικεῖν τὴν πόλιν καὶ μάλιστα μηδὲν ὠφελεῖν μέλλῃ τὴν πατρίδα, κινδύνους δὲ παρακολουθεῖν ὑπολαμβάνῃ μεγάλους καὶ χαλεποὺς ἐκ τῆς πολιτείας. Λέγεσθαι δέ, μὴ ψεύδεσθαι τὸν σοφόν, ἀλλ’ ἐν πᾶσιν ἀληθεύειν· οὐ γὰρ ἐν τῷ λέγειν τι ψεῦδος τὸ ψεύδεσθαι ὑπάρχειν, ἀλλ’ ἐν τῷ διαψευστῶς τὸ ψεῦδος λέγειν, καὶ ἐπὶ ἀπάτῃ τῶν πλησίον. Τῷ μέντοι ψεύδει ποτὲ συγχρήσασθαι νομίζουσιν αὐτὸν κατὰ πολλοὺς τρόπους ἄνευ συγκαταθέσεως· καὶ γὰρ κατὰ στρατηγίαν πρὸς τοὺς ἀντιπάλους, καὶ κατὰ τὴν τοῦ συμφέροντος προόρασιν, καὶ κατ’ ἄλλας οἰκονομίας τοῦ βίου πολλάς. Ψεῦδος δὲ <pb facs="fragmentaphiloso02mulluoft_0192"/> ὑπολαμβάνειν οὐδέποτέ φασι τὸν σοφόν, οὐδὲ τὸ παράπαν ἀκαταλήπτῳ τινὶ συγκατατίθεσθαι, διὰ τὸ μηδὲ δοξάζειν αὐτόν, μηδ’ ἀγνοεῖν μηδέν. Τὴν γὰρ ἄγνοιαν μεταπτωτὴν εἶναι, συγκατάθεσιν δὲ ἀσθενῆ. Μηδὲν δ’ ὑπολαμβάνειν ἀσθενῶς, ἀλλὰ μᾶλλον ἀσφαλῶς καὶ βεβαίως, δι’ ὃ καὶ μηδὲ δοξάζειν τὸν σοφόν. Διττὰς γὰρ εἶναι δόξας, τὴν μὲν ἀκαταλήπτων συγκατάθεσιν, τὴν δ’ ὑπόληψιν ἀσθενῆ· ταύτας δ’ ἀλλοτρίας εἶναι τῆς τοῦ σοφοῦ διαθέσεως, διότι καὶ τὸ προπίπτειν πρὸ καταλήψεως, καὶ συγκατατίθεσθαι κατὰ τὸν προπετῆ, φαύλου εἶναι, καὶ μὴ πίπτειν εἰς τὸν εὐφυῆ καὶ τέλειον ἄνδρα καὶ σπουδαῖον. Οὐδὲ λανθάνειν δὲ αὐτόν τι, τὴν γὰρ ἀγνωσίαν εἶναι ψεύδους ὑπόληψιν ἀποφαντικὴν πράγματος. Τούτοις δ’ ἀκολούθως οὐκ ἀπιστεῖν, τὴν γὰρ ἀπιστίαν εἶναι ψεύδους ὑπόληψιν, τὴν δὲ πίστιν ἀστεῖον ὑπάρχειν, εἶναι γὰρ ὑπόληψιν ἰσχυράν, βεβαιοῦσαν τὸ ὑπολαμβανόμενον. Ὁμοίως δὲ καὶ τὴν ἐπιστήμην ἀμετάπτωτον ὑπὸ λόγου· διὰ ταῦτά φασι μήτε ἐπίστασθαί τι τὸν φαῦλον μήτε πιστεύειν. Ἐχομένως δὲ τούτων οὔτε πλεονάζεσθαι τὸν σοφον, οὔτε βουκολεῖσθαι, οὔτε διαπατᾶσθαι, οὔτε παραριθμεῖν, οὔτε ὑφ’ ἑτέρου παραριθμεῖσθαι, ταῦτα γὰρ πάντα τὴν ἀπάτην περιέχειν, καὶ τοῖς κατὰ τὸν τόπον ψεύδεσι πρόσθεσιν. Οὐδένα δὲ τῶν ἀστείων οὔθ’ ὁδοῦ διαμαρτάνειν, οὔτ’ οἰκίας, οὔτε σκοποῦ· ἀλλ’ οὐδὲ παρορᾶν οὐδὲ παρακούειν νομίζουσι τὸν σοφόν, οὐδὲ τὸ σύνολον παραπαίειν κατά τι τῶν αἰσθητηρίων, καὶ γὰρ τούτων ἕκαστον ἔχεσθαι νομίζουσι τῶνδε τῶν ψευδῶν συγκαταθέσεων. Οὐδ’ ὑπονοεῖν δέ φασι τον σοφόν, καὶ γὰρ τὴν ὑπόνοιαν ἀκαταλήπτων εἶναι τῷ γένει συγκατάθεσιν, οὐδὲ μετανοεῖν δ’ ὑπολαμβάνουσι τὸν νοῦν ἔχοντα, καὶ γὰρ τὴν μετάνοιαν ἔχεσθαι ψεύδους συγκαταθέσεως, ὡς ἂν προδιαπεπτωκότος. Οὐδὲ μεταβάλλεσθαι δὲ κατ’ οὐδένα τρόπον, οὐδὲ μετατίθεσθαι, οὐδὲ σφάλλεσθαι· ταῦτα γὰρ εἶναι πάντα τῶν τοῖς δόγμασι μεταπιπτόντων, ὅπερ ἀλλότριον εἶναι τοῦ νοῦν ἔχοντος. Οὐδὲ δοκεῖν αὐτῷ τί φασι, παραπλησίως τοῖς εἰρημένοις. Γίγνεσθαι δὲ καὶ διαλεληθότα τινὰ σοφὸν νομίζουσι, κατὰ τοὺς πρώτους χρόνους, οὔτε ὀρεγόμενόν τινος, οὔτε ἐπιποθεῖν βουλόμενον ἕν τι τῶν ἐν τοῖς βουλητοῖς ἰδικῶν ὄντων, διὰ τὸ μὴ κρίνειν τι αὐτῷ ἀπεῖναι ὧν χρή. Οὐ μόνον δ’ ἐπὶ τῆς φρονήσεως ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὰς τοιαύτας ἔσεσθαι διαλήψεις. Ἔτι, πάντων τε τῶν ἁμαρτημάτων ἴσων ὄντων καὶ τῶν κατορθωμάτων, καὶ τοὺς ἄφρονας ἐπίσης πάντας ἄφρονας εἶναι, τὴν αὐτὴν καὶ ἴσην ἔχοντας διάθεσιν. Ἴσων δὲ ὄντων τῶν ἁμαρτημάτων, εἶναί τινας ἐν αὐτοῖς διαφοράς, καθ’ ὅσον τὰ μὲν αὐτῶν ἀπὸ σκληρᾶς καὶ δυσιάτου διαθέσεως γίγνεται, τὰ δ’ οὔ. Καὶ τῶν σπουδαίων δὲ ἄλλους ἄλλων προτρεπτικωτέρους γίγνεσθαι καὶ πιστικωτέρους, ἔτι δὲ καὶ ἀγχινουστέρους, κατὰ τὰ μέσα τὰ ἐμπεριλαμβανόμενα τῶν ἐπιτάσεων συμβαινουσῶν. Εὐτεκνεῖν δὲ μόνον τὸν ἀστεῖον, οὔτι <pb facs="fragmentaphiloso02mulluoft_0193"/> μὴν πάντα, δεῖν γὰρ τὸν εὐκτεκνοῦντα, ἀστεῖα τέκνα ἔχοντα, χρήσασθαι αὐτοῖς ὡς τοιούτοις. Εὐγηρεῖν τε μόνον καὶ εὐθανατεῖν τὸν σπουδαῖον· εὐγηρεῖν γὰρ εἶναι τὸ μετὰ ποιοῦ γήρως διεξάγειν κατ’ ἀρετήν, εὐθανατεῖν δὲ τὸ μετὰ ποιοῦ θανάτου κατ’ ἀρετὴν τελευτᾶν. Καὶ τά τε ὑγιεινὰ καὶ νοσερὰ πρὸς ἄνθρωπον λέγεσθαι, καὶ ὡς τρόφιμα καὶ τὰ λυτικά, καὶ στατικά, καὶ τὰ τούτοις παραπλήσια. Ὑγιεινὰ μὲν γὰρ εἶναι τὰ εὐφυῶς ἔχοντα πρὸς τὸ περιποιεῖν ὑγίειαν ἢ συνέχειν· νοσερὰ δὲ τὰ ἐναντίως ἔχοντα τούτοις. Παραπλήσιον δὲ εἶναι καὶ τὸν ἐπὶ τῶν ἄλλων λόγον. Καὶ μαντικὸν δὲ μόνον εἶναι τὸν σπουδαῖον, ὡς ἂν ἐπιστήμην ἔχοντα διαγνωστικὴν σημείων τῶν ἐκ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον τεινόντων. Δι’ ὅ καὶ τὰ εἴδη τῆς μαντικῆς εἶναι περὶ αὐτόν, τό τε ὀνειροκριτικόν, καὶ τὸ οἰωνοσκοπικόν, καὶ θυτικόν, καὶ εἴ τινα ἄλλα τούτοις ἐστὶ παραπλήσια. Αὐστηρόν τε λέγεσθαι τὸν σπουδαῖον καθ’ ὅσον οὔτε προσφέρει τινὶ οὔτε προσίεται τὸν πρὸς χάριν λόγον. Κυνιεῖν τε τὸν σοφὸν λέγουσιν, ἕτοιμον ἐπιμένειν τῷ κυνισμῷ, οὐ μὴν σοφὸν ὄντα ἐνάρξασθαι τοῦ κυνισμοῦ. Τὸν δ’ ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον νέων ὡραίων. Δι’ ὃ καὶ ἐρωτικὸν εἶναι τὸν σοφόν, καὶ ἐρασθήσεσθαι τῶν ἀξιεράστων, εὐγενῶν ὄντων καὶ εὐφυῶν. Λέγουσι δὲ μηδὲ παρὰ τὴν ὄρεξιν, μηδὲ παρὰ τὴν ὁρμήν, μηδὲ παρὰ τὴν ἐπιβολὴν γίγνεσθαί τι περὶ τὸν σπουδαῖον, διὰ τὸ μεθ’ ὑπεξαιρέσεως πάντα ποιεῖν τὰ τοιαῦτα, καὶ μηδὲν αὐτῷ τῶν ἐναντιουμένων ἀπρόληπτον προσπίπτειν. Εἶναι δὲ καὶ πρᾶον, τῆς πραότητος οὔσης ἕξεως καθ’ ἣν πράως ἔχουσι πρὸς τὸ ποιεῖν τὰ ἐπιβάλλοντα ἐν πᾶσι, καὶ μὴ ἐκφέρεσθαι εἰς ὀργὴν ἐν μηδενί. Καὶ ἡσύχιον δὲ καὶ κόσμιον εἶναι· τῆς κοσμιότητος οὔσης ἐπιστήμης κινήσεων πρεπουσῶν, ἡσυχιότητος δὲ εὐταξίας περὶ τὰς κατὰ φύσιν κινήσεις καὶ μονὰς ψυχῆς καὶ σώματος, τῶν ἐναντίων τούτοις περὶ πάντα φαῦλον γιγνομένων. Ἀδιάβολον δ’ εἶναι πάντα τὸν καλὸν κἀγαθόν, ἀπαράδεκτον ὄντα διαβολῆς, ὅθεν καὶ ἀδιάβολον εἶναι κατά τε τοῦτον τὸν τρόπον, καὶ τῷ μὴ διαβάλλειν ἕτερον. Εἶναι δὲ τὴν διαβολὴν διάστασιν φαινομένων φίλων ψευδεῖ λόγῳ· τοῦτο δὲ μὴ γίγνεσθαι περὶ τοὺς ἀγαθοὺς ἄνδρας, μόνους δὲ τοὺς φαύλους καὶ διαβάλλεσθαι καὶ διαβάλλειν, δι’ ὃ καὶ τοὺς μὲν κατ’ ἀλήθειαν φίλους μήτε διαβάλλειν μήτε διαβάλλεσθαι, τοὺς δὲ δοκοῦντας καὶ φαινομένους. Οὐδ’ ἀναβάλλεσθαι δέ ποτε τὸν σπουδαῖον οὐδέν, εἶναι γὰρ τὴν ἀναβολὴν ὑπέρθεσιν ἐνεργείας δι’ ὄκνον, ὑπερτίθεσθαι δέ τινα μόνον ἀνεγκλήτου τῆς ὑπερθέσεως οὔσης. Ἐπὶ γὰρ τοῦ ἀναβάλλεσθαι τὸν Ἡσίοδον ταῦτ’ εἰρηκέναι· « Μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον, ἔς τε ἔνηφι· » καὶ, « Αἰεὶ, <pb facs="fragmentaphiloso02mulluoft_0194"/> δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει· » τῆς δὲ ἀναβολῆς ἔκπτωσίν τινα τῶν προσηκόντων ἔργων ἐμποιούσης.</p></div></div></div></body></text></TEI>