<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="24"><p rend="indent">Ἔτι δὲ τῶν ἐνεργημάτων φασὶ τὰ μὲν εἶναι κατορθώματα, τὰ δὲ ἁμαρτήματα, τὰ δ’ οὐδέτερα. Καθορθώματα μὲν τὰ τοιαῦτα· φρονεῖν, σωφρονεῖν, δικαιοπραγεῖν, χαίρειν, εὐεργετεῖν, εὐφραίνεσθαι, φρονίμως περιπατεῖν, πάνθ’ ὅσα κατὰ τὸν ὀρθὸν λόγον πράττεται· ἁμαρτήματα δ’ εἶναι, τό τε ἀφραίνειν, καὶ τὸ ἀκολασταίνειν, καὶ τὸ ἀδικεῖν, καὶ τὸ λυπεῖσθαι, καὶ τὸ φοβεῖσθαι, καὶ τὸ κλέπτειν, καὶ καθόλου ὅσα παρα τὸν ορθὸν λόγον πράττεται· οὔτε δὲ κατορθώματα οὔτε ἁμαρτήματα, τὰ τοιαῦτα· λέγειν, ἐρωτᾶν, ἀποκρίνεσθαι, περιπατεῖν, ἀποδημεῖν, καὶ τὰ τούτοις παραπλήσια. Πάντα δὲ τὰ κατορθώματα δικαιοπραγήματα εἶναι, καὶ εὐνοήματα, καὶ εὐτακτήματα, καὶ εὐεπιτηδεύματα, καὶ εὐτυχήματα, καὶ εὐδαιμονήματα, καὶ εὐκαιρήματα, καὶ εὐσχημονήματα· οὐκ ἔτι μέντοι γε φρονιμήματα, ἀλλὰ μόνα τὰ ἀπὸ φρονήσεως, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ ὠνόμασται, οἷον σωφρονήματα μὲν τὰ ἀπὸ σωφροσύνης· δικαιώματα δέ, τὰ ἀπὸ δικαιοσύνης. Τὰ δὲ ἁμαρτήματα ἐκ τῶν ἀντικειμένων ἀδικοπραγήματα, καὶ ἀνοήματα καὶ ἀτακτήματα. Διαφέρειν δὲ λέγουσιν, ὥσπερ αἱρετὸν καὶ αἱρετέον, οὕτω καὶ ὀρεκτὸν καὶ ὀρεκτέον, καὶ βουλητὸν καὶ βουλητέον, καὶ ἀποδεκτὸν καὶ ἀποδεκτέον. Αἱρετὰ μὲν γὰρ εἶναι καὶ βουλητά, καὶ ὀρεκτὰ καὶ ἀποδεκτὰ τὰ ἀγαθά· αἱρετέα δὲ καὶ βουλητέα, καὶ ὀρεκτέα, καὶ ἀποδεκτέα ἃ κατηγορήματα ὄντα παρακείμενά ἐστι τοῖς ἀγαθοῖς. Αἱρεῖσθαι μὲν γὰρ ἡμᾶς τὰ αἱρετέα καὶ βούλεσθαι τὰ βουλητέα, καὶ ὀρέγεσθαι τὰ ὀρεκτέα. Κατηγορημάτων γὰρ αἵ τε αἱρέσεις καὶ ὀρέξεις καὶ βουλήσεις γίγνονται, ὥσπερ καὶ αἱ ὁρμαί· ἔχειν μέντοι αἱρούμεθα, καὶ βουλόμεθα, καὶ ὁμοίως ὀρεγόμεθα τἀγαθά, διὸ καὶ αἱρετὰ καὶ βουλητὰ καὶ ὀρεκτὰ ἀγαθά ἐστι. Τὴν γὰρ φρόνησιν αἱρούμεθα ἔχειν, καὶ τὴν σωφροσύνην· οὐ μὰ Δία τὸ φρονεῖν καὶ σωφρονεῖν, ἀσώματα ὄντα καὶ κατηγορήματα. Λέγουσι δὲ ὁμοίως καὶ τὰ ἀγαθὰ πάντα εἶναι ὑπομενετὰ καὶ ἐμμενετά, καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων αἱρετῶν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δ’ ὠφέλιμα πάντα ὑπομενετέα καὶ ἐμμενετέα, καὶ τὰ ὅμοια. Ὥσαύτως δὲ διαφέρειν ὑπολαμβάνουσι καὶ τὰ εὐλαβητὰ καὶ τὰ εὐλαβητέα, καὶ ἀνυπομενετὰ καὶ ἀνυπομενετέα. Τῶν δ’ βητέα, καὶ ἀνυπομενετὰ καὶ ἀνυπομενετέα. Τῶν δ’ ἄλλων τῶν κατὰ τὰς κακίας ὁ αὐτὸς λόγος. Πάντα δὲ τὸν καλὸν καὶ ἀγαθαὸν ἄνδρα τέλειον εἶναι λέγουσι, διὰ τὸ μηδεμιᾶς ἀπολείπεσθαι ἀρετῆς· τὸν δὲ φαῦλον τοὐτὸν καλὸν καὶ ἀγαθαὸν ἄνδρα τέλειον εἶναι λέγουσι, διὰ τὸ μηδεμιᾶς ἀπολείπεσθαι ἀρετῆς· τὸν δὲ φαῦλον τοὐναντίον ἀτελῆ, διὰ τὸ μηδεμιᾶς μετέχειν ἀρετῆς. Δι’ ὃ καὶ πάντως εὐδαιμονεῖν ἀεὶ τῶν ἀνθρώπων τοὺς ἀγαθούς, τοὺς δὲ φαύλους κακοδαιμονεῖν· καὶ τὴν ἐκείνων εὐδαιμονίαν μὴ διαφέρειν τῆς θείας εὐδαιμονίας, μηδὲ τὴν μονίαν μὴ διαφέρειν τῆς θείας εὐδαιμονίας, μηδὲ τὴν ἀμεριμνίαν ὁ Χρύσιππός φησι διαφέρειν τῆς τοῦ Διὸς εὐδαιμονίας, κατὰ μηδὲν γὰρ αἱρετωτέραν εἶναι μήτε καλλίω μήτε σεμνοτέραν τὴν τοῦ Διὸς εὐδαιμονίαν τῆς τῶν σοφῶν ἀνδρῶν. Ἀρέσκει γὰρ τῷ τε Ζήνωνι καὶ τοῖς ἀπ’ αὐτοῦ Στωϊκοῖς φιλοσόφοις δύο γένη τῶν ἀνθρώπων ἀπ’ αὐτοῦ Στωϊκοῖς φιλοσόφοις δύο γένη τῶν ἀνθρώπων εἶναι, τὸ μὲν τῶν σπουδαίων, τὸ δὲ τῶν φαύλων· καὶ τὸ μὲν τῶν σπουδαίων διὰ παντὸς τοῦ βίου χρῆσθαι ταῖς ἀρεταῖς, τὸ δὲ τῶν φαύλων ταῖς κακίαις. Ὅθεν τὸ μὲν ἀεὶ κατορθοῦν ἐν ἅπασιν οἷς προτίθεται, τὸ δὲ ἁμαρτάνειν· καὶ τὸ μὲν σπουδαῖον ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενον ἐν τοῖς πραττομένοις ὑπ’ αὐτοῦ πάντ’ εὖ ποιεῖν, καθάπερ φρονίμως, καὶ σωφρόνως καὶ κατὰ τὰς ἄλλας ἀρετάς· τὸ δὲ φαῦλον κατὰ τούναντίον, κακῶς. Καὶ τὸ μὲν σπουδαῖον μέγα εἶναι, καὶ ἁδρόν, καὶ ὑψηλόν, καὶ ἰσχυρόν· μέγα μέν, ὅτι δύναται ἐφικνεῖσθαι τῶν κατὰ προαίρεσιν ὄντων αὐτῷ καὶ προκειμένων· ἁδρὸν δέ, ὅτι ἐστὶν ηὐξημένον πάντοθεν· ὑψηλὸν δέ, ὅτι μετείληφε τοῦ ἐπιβάλλοντος ὕψους ἀνδρὶ γενναίῳ καὶ σοφῷ· καὶ ἰσχυρὸν δὲ ὅτι τὴν ἐπιβολλοῦσαν ἰσχὺν περιπεποίηται, ἀήττητος ὢν καὶ ἀκατὸν <pb facs="fragmentaphiloso02mulluoft_0186"/> καλὸν καὶ ἀγαθαὸν ἄνδρα τέλειον εἶναι λέγουσι, διὰ τὸ μηδεμιᾶς ἀπολείπεσθαι ἀρετῆς· τὸν δὲ φαῦλον τοὐταγώνιστος, παρ’ ὃ καὶ οὔτε ἀναγκάζεται ὑπό τινος οὔτε ἀναγκάζει τινά, οὔτε κωλύεται οὔτε κωλύει, οὔτε βιάζεται ὑπό τινος οὔτ’ αὐτὸς βιάζει τινά, οὐ δεσπόζει οὔτε δεσπόζεται, οὔτε κακοποιεῖ τινα οὔτ’ αὐτὸς κακοποιεῖται, οὔτε κακοῖς περιπίπτει, οὔτε ἀπατᾶται, οὔτε ἐξαπατᾷ ἄλλον, οὔτε διαψεύδει οὔτε διαψεύδεται, οὔτε ἀγνοεῖ, οὔτε λανθάνει ἑαυτόν, οὔτε καθόλου ψεῦδος ὑπολαμβάνει, εὐδαίμων δ’ ἐστὶ μάλιστα καὶ εὐτυχής, καὶ μακάριος, καὶ ὄλβιος, καὶ εὐσεβής, καὶ εὐτυχής, καὶ μακάριος, καὶ ὄλβιος, καὶ εὐσεβής, καὶ θεοφιλής, καὶ ἀξιωματικός, βασιλικός τε καὶ στρατηγικός, καὶ πολιτικὸς καὶ οἰκονομικός, καὶ χρηματιστικός· τοὺς δὲ φαύλους ἅπαντα τούτοις ἐναντία ἔχειν. Καθόλου δὲ τοῖς μὲν σπουδαίοις πάντα τἀγαθὰ ὑπάρχειν, τοῖς δὲ φαύλοις πάντα τὰ κακά. Οὐ νομιστέον δὲ λέγειν αὐτοὺς οὕτως, ὡς εἴ τινά ἐστιν ἀγαθά, <pb facs="fragmentaphiloso02mulluoft_0187"/> ἐκεῖνα ὑπάρχει τοῖς σπουδαίοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν κακων· ἀλλ’ οὕτω τοὺς μὲν τοσαῦτα ἔχειν ἀγαθὰ ὥστε μηδὲν ἐλλείπειν εἰς τὸ τέλειον αὐτοῖς εἶναι τὸν βίον, τοὺς δὲ τοσαῦτα κακά, ὥστε τὸν βίον ἀτελῆ εἶναι καὶ κακοδαίμονα. Τὴν δ’ ἀρετὴν πολλοῖς ὀνόμασι προσαγορεύουσιν. Ἀγαθόν τε γὰρ λέγουσιν αὐτήν, ὅτι ἄγει ἡμᾶς ἐπὶ τὸν ὀρθὸν βίον· καὶ ἀρεστόν, ὅτι δοκιμαστόν ἐστιν ἀνυπόπτως· καὶ πολλοῦ ἄξιον, ὅτι ἀνυπέρβλητον ἔχει τὴν ἀξίαν· καὶ σπουδαῖον, ἄξιον γὰρ εἶναι πολλῆς σπουδῆς· καὶ ἐπαινετόν, εὐλόγως γὰρ ἄν τις αὐτὴν ἐπαινοίη· καὶ καλόν, ὅτι πρὸς ἑαυτὴν καλεῖν πέφυκε τοὺς ὀρεγομένους αὐτῆς· καὶ συμφέρον, φέρειν γὰρ τοιαῦτα ἃ συντείνει πρὸς τὸ εὖ ζῆν· καὶ χρήσιμον, ὅτι ἐν τῇ χρείᾳ ὠφέλιμόν ἐστι· καὶ αἱρετόν, συμβαίνει γὰρ ἀπ’ αὐτῆς ἃ εὐλόγως ἐστὶν αἱρεῖσθαι· καὶ ἀναγκαῖον, ὅτι παροῦσά τε ὠφελεῖ, καὶ μὴ παρούσης οὐκ ἔστιν ὠφελεῖσθαι· καὶ λυσιτελές, τὰς γὰρ ἀπ’ αὐτῆς ὠφελείας κρείττους εἶναι τῆς πραγματείας τῆς εἰς ταύτας συντεινούσης· καὶ αὔταρκες, ἐξαρκεῖν γὰρ τῷ ἔχοντι· καὶ ἀνενδεές, ὅτι ἐνδείας ἀπαλλάττει πάσης· καὶ ἀποχρῶν, διὰ τὸ ἐν τῇ χρήσει ἱκανὸν εἶναι, καὶ διατείνειν εἰς πᾶσαν τὴν κατὰ τὸν βίον χρείαν. Τῶν τε ἀγαθῶν μηδενὸς μετέχειν τοὺς φαύλους, ἐπειδὴ τὸ ἀγαθὸν ἀρετή ἐστιν, ἢ τὸ μετέχον ἀρετῆς, τά τε παρακείμενα τοῖς ἀγαθοῖς, ἅπερ ἐστίν, ὧν χρὴ ὠφελήματα ὄντα, μόνοις τοῖς σπουδαίοις συμβαίνειν· καθάπερ καὶ τὰ παρακείμενα τοῖς κακοῖς, ἅπερ ἐστὶν ὧν οὐ χρὴ, μόνοις τοῖς κακοῖς· βλάμματα γὰρ εἶναι, καὶ διὰ τοῦτο τοὺς μὲν ἀγαθοὺς ἀβλαβεῖς πάντας εἶναι κατ’ ἀμφότερα, οὔτε βλάπτειν οἵους τε ὄντας, οὔτε βλάπτεσθαι, τοὺς δὲ φαύλους κατὰ τοὐναντίον. Τὸν δὲ κατ’ ἀλήθειαν πλοῦτον ἀγαθὸν εἶναι λέγουσι, καὶ τὴν κατ’ ἀλήθειαν πενίαν, κακόν. Καὶ τὴν μὲν κατ’ ἀλήθειαν ἐλευθερίαν, ἀγαθόν, τὴν δὲ κατ’ ἀλήθειαν δουλείαν, κακόν. Δι’ ὃ δὴ καὶ τὸν σπουδαῖον εἶναι μόνον πλούσιον καὶ ἐλεύθερον, τὸν δὲ φαῦλον τοὐναντίον πένητα, τῶν εἰς τὸ πλουτεῖν ἀφορμῶν ὑστερημένον, καὶ δοῦλον, διὰ τὴν ὑποπτωτικὴν ἐν αὐτῷ διάθεσιν· τὰ δ’ ἀγαθὰ πάντα κοινὰ εἶναι τῶν σπουδαίων, τῶν δὲ φαύλων τὰ κακά. Δι’ ὃ καὶ τὸν ὠφελοῦντά τινα καὶ ἑαυτὸν ὠφελεῖν, τὸν δὲ βλάπτοντα καὶ ἑαυτὸν βλάπτειν. Πάντας δὲ τοὺς σπουδαίους ὠφελεῖν ἀλλήλους, οὔτε φίλους ὄντας ἀλλήλων πάντως, οὔτε εὔνους, οὔτε εὐδοκίμους, οὔτε ἀποδεχομένους, παρὰ τὸ μήτε μεταλαμβάνεσθαι, μήτε ἐν ταὐτῷ κατοικεῖν τόπῳ, εὐνοητικῶς μέντοι γε πρὸς ἀλλήλους διακεῖσθαι, καὶ φιλικῶς, καὶ δοκιμαστικῶς, καὶ ἀποδεκτικῶς, τοὺς δ’ ἄφρονας ἐν τοῖς ἐναντίοις τούτων ὑπάρχειν. Τοῦ δὲ νόμου ὄντος σπουδαίου, καθάπερ εἴπομεν, ἐπειδὴ λόγος ὀρθός ἐστι προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν <pb facs="fragmentaphiloso02mulluoft_0188"/> οὐ ποιητέον, μόνον τὸν σοφὸν εἶναι λέγουσι νόμιμον, πρακτικὸν ὄντα τῶν ὑπὸ τοῦ νόμου προσταττομένων, καὶ μόνον ἐξηγητικὸν τούτου, διότι καὶ νομικὸν εἶναι, τοὺς δὲ ἠλιθίους ἐναντίως ἔχειν. Ἀστείοις δ’ ἔτι καὶ τὴν ἀρχὴν ἀπονέμουσιν ἢ ἐπιστασίαν καὶ τὰ ταύτης εἴδη, βασιλείαν, στρατηγίαν, ναυαρχίαν, καὶ τὰς ταύταις παραπλησίους. Κατὰ τοῦτο δὴ καὶ μόνος ὁ σπουδαῖος ἄρχει, καὶ εἰ μὴ πάντως κατ’ ἐνέργειαν, κατὰ διάθεσιν δὲ καὶ πάντως. Καὶ πειθαρχικὸς μόνος ὁ σπουδαῖός ἐστιν, ἀκολουθητικὸς ὢν ἄρχοντι. Τῶν δ’ ἀφρόνων οὐδεὶς τοιοῦτος· οὔτε γὰρ ἄρχειν οὔτε ἄρχεσθαι οἷός ἐστιν ὁ ἄφρων, αὐθάδης τις ὤν, καὶ ἀνάγωγος. Πάντα τε εὖ ποιεῖ ὁ νοῦν ἔχων, καὶ γὰρ φρονίμως καὶ ἐγκρατῶς καὶ κοσμίως καὶ εὐτάκτως ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενος συνεχῶς· ὁ δὲ φαῦλος, ἄπειρος ὢν τῆς ὀρθῆς χρήσεως, πάντα κακῶς ποιεῖ καθ’ ἣν ἔχει διάθεσιν ἐνεργῶν, εὐμετάπτωτος ὤν, καὶ παρ’ ἕκαστα μεταμελείᾳ συνεχόμενος. Εἶναι δὲ τὴν μεταμέλειαν, λύπην ἐπὶ πεπραγμένοις ὡς παρ’ αὐτοῦ ἡμαρτημένοις, κακοδαιμονικόν τι πάθος ψυχῆς καὶ στασιῶδες· ἐφ’ ὅσον γὰρ ἄχθεται τοῖς συμβεβηκόσιν ὁ ἐν ταῖς μεταμελείαις ὤν, ἐπὶ τοσοῦτον ἀγανακτεῖ πρὸς ἑαυτόν, ὡς αἴτιον γεγονότα τούτων· διὸ καὶ ἄτιμον εἶναι πάντα φαῦλον,. μήτε τιμῆς ἄξιον ὄντα, μήτε τίμιον ὑπάρχοντα. Τὴν γὰρ τιμὴν εἶναι γέρως ἀξίωσιν, τὸ δὲ γέδὲ ρας ἆθλον ἀρετῆς εὐεργετικόν. Τὸ οὖν ἀρετῆς ἀμέτοχον, ἄτιμον δικαίως λέγεσθαι. Λέγουσι δὲ καὶ φυγάδα πάντα φαῦλον εἶναι, καθ’ ὅσον στέρεται νόμου καὶ πολιτείας κατὰ φύσιν ἐπιβαλλούσης. Τὸν γὰρ νόμον εἶναι, καθάπερ εἴπομεν, σπουδαῖον, ὁμοίως δὲ καὶ τὴν πόλιν. Ἱκανῶς καὶ Κλεάνθης περὶ τὸ σπουδαῖον εἶναι τὴν πόλιν λόγον ἠρώτησε τοιοῦτον· εἰ πόλις μέν ἐστι δικαστηρίου κατασκεύασμα, εἰς ὃ καταφεύγοντάς ἐστι δίκην δοῦναι καὶ λαβεῖν, οὐκ ἀστεῖον δὴ πόλις ἐστίν; ἀλλὰ μὴν τοιοῦτόν ἐστιν ἡ πόλις δικαστήριον· ἀστεῖον ἄρ’ ἔστιν ἡ πόλις. Τριχῶς δὲ λεγομένης τῆς πόλεως, τῆς τε κατὰ τὸ οἰκητήριον, καὶ τῆς κατὰ τὸ σύστημα τῶν ἀνθρώπων, καὶ τρίτον τὸ κατ’ ἀμφότερα τούτων, κατὰ δύο σημαινόμενα λέγεσθαι τὴν πόλιν ἀστείαν, κατά τε τὸ σύστημα τῶν ἀνθρώπων, καὶ κατὰ τὸ συναμφότερον, διὰ τὴν πρὸς τοὺς ἐνοικοῦντας ἀναφοράν.</p></div></div></div></body></text></TEI>