Τριχῶς δὲ λεγομένης τῆς φιλίας, καθ’ ἕνα μὲν τρότῆς κοινῆς ἕνεκα χρείας, καθ’ ἣν φίλοι εἶναι λέγονται, ταύτην μὲν οὔ φασι τῶν ἀγαθῶν εἶναι, διὰ τὸ μηδὲν ἐκ διεστηκότων ἀγαθὸν εἶναι κατ’ αὐτούς· τὴν δὲ κατὰ τὸ δεύτερον σημαινόμενον λεγομένην φιλίαν, κατὰ σχέσιν οὖσαν φιλικὴν πρὸς τὸν πέλας, τῶν ἐκτὸς λέγουσιν ἀγαθῶν· τὴν δὲ περὶ αὐτὸν φιλίαν, καθ’ ἣν φίλος ἐστὶ τῶν πέλας, τῶν περὶ ψυχὴν ἀποφαίνουσιν ἀγαθῶν. Εἶναι δὲ καὶ καθ’ ἕτερον τρόπον κοινὰ τὰ ἀγαθά. Πάντα γὰρ τὸν ὁντινοῦν ὠφελοῦντα ἴσην ὠφέλειαν ἀπολαμβάνειν νομίζουσι παρ’ αὐτὸ τοῦτο, μηδένα δὲ φαῦλον μήτε ὠφελεῖσθαι μήτε ὠφελεῖν. Εἶναι γὰρ τὸ ὠφελεῖν ἴσχειν κατ’ ἀρετὴν, καὶ τὸ ὠφελεῖσθαι, κινεῖσθαι κατ’ ἀρετήν. Οἰκονομικὸν δ’ εἶναι μόνον λέγουσι τὸν σπουδαῖον καὶ ἀγαθὸν οἰκονόμον. Ἔτι δὲ χρημαστιστικόν. Τὴν μὲν γὰρ οἰκονομικὴν εἶναι θεωρητικὴν ἕξιν καὶ πρακτικὴν τῶν οἴκῳ συμφερόντων· τὴν δ’ οἰκονομίαν, διάταξιν περὶ ἀναλωμάτων καὶ ἔργων, καὶ κτήσεως ἐπιμέλειαν, καὶ τῶν κατ’ ἀγρὸν ἐργαζομένων. Τὴν δὲ χρηματιστικήν, ἐμπειρίαν περιποιήσεως χρημάτων ἀφειδῶς, καὶ ἕξιν ὁμολογουμένως ἀναστρέφεσθαι ποιοῦσαν ἐν συναγωγῇ χρημάτων, καὶ τηρήσει, καὶ ἀναλώσει πρὸς εὐπορίαν· τὸ δὲ χρηματίζεσθαι τινὲς μὲν μέσον εἶπον εἶναι, τινὲς δ’ ἀστεῖον. Φαῦλον δὲ μηδένα προστάτην ἀγαθὸν οἴκου γίγνεσθαι, μηδὲ δύνασθαι οἰκίαν εὖ οἰκονομεῖν. Μόνον δὲ τὸν σπουδαῖον ἄνδρα χρηματιστικὸν εἶναι, γιγνώσκοντα ἀφ’ ὧν χρηματιστέον, καὶ πότε, καὶ πῶς, καὶ μέχρι πότε. Φασὶ δὲ μηδέποτε συγγνώμην ἔχειν, μηδὲ νομίζειν τὸν ἡμαρτηκοτα μὴ παρ’ αὐτὸν ἡμαρτηκέναι, πάντων ἁμαρτανόντων παρὰ τὴν ἰδίαν κακίαν. δι’ ὃ καὶ δεόντως λέγεσθαι τὸ μηδὲν συγγνώμην ἔχειν τοῖς ἁμαρτάνουσιν. Οὐδ’ ἐπιεικῆ φασιν εἶναι τὸν ἀγαθὸν ἄνδρα, τὸν γὰρ ἐπιεικῆ παραιτητικὸν εἶναι τῆς κατ’ ἀξίαν κολάσεως, καὶ τοῦ αὐτοῦ εἶναι ἐπιεικῆ τε εἶναι, καὶ ὑπολαμβάνειν τὰς ἐκ τοῦ νόμου τεταγμένας κολάσεις τοῖς ἀδικοῦσι σκληροτέρας εἶναι, καὶ τὸ ἡγεῖσθαι παρὰ τὴν ἀξίαν ἀπονέμειν τὰς κολάσεις τὸν νομοθέτην. Τόν τε νόμον σπουδαῖόν εἶναί φασι, λόγον ὀρθὸν ὄντα προστακτικὸν μὲν τῶν ποιητέων, ἀπαγορευτικὸν δὲ τῶν οὐ ποιητέων. Τοῦ δὲ νόμου ἀστείου ὄντος, καὶ ὁ νόμιμος ἀστεῖος ἀνήρ· νόμιμον μὲν γὰρ εἶναι ἄνδρα τὸν ἀκολουθητικὸν τῷ νόμῳ καὶ πρακτικὸν τῶν ὑπ’ αὐτοῦ προσταττομένων· νομικὸν δέ, τὸν ἐξηγητικὸν τοῦ νομίμου. Μηδένα δὲ τῶν φαύλων μήτε νόμιμον εἶναι μήτε νομικόν.