<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="22"><p rend="indent">Εὐεμπτωσίαν δ’ εἶναι εὐκαταφορίαν εἰς πάθος, δέ, ὡς εἴς τι τῶν παρὰ φύσιν ἔργων, οἷον ἐπιλυπίαν, ὀργιλότητα, φθονερίαν, ἀκροχολίαν, καὶ τὰ ὅμοια. Γί.γνεσθαι δὲ εὐεμπτωσίας καὶ εἰς ἄλλα ἔργα τῶν παρὰ φύσιν, οἷον εἰς κλοπάς, καὶ μοιχείας, καὶ ὕβρεις, καθ’ ἃς κλέπται τε καὶ ὑβρισταὶ καὶ μοιχοὶ λέγονται. Νόσημα δ’ εἶναι δόξαν ἐπιθυμίας ἐῤῥυηκυῖαν εἰς ἕξιν, καὶ ἐνεσκιῤῥωμένην, καθ’ ἣν ὑπολαμβάνουσι τὰ μὴ αἱρετὰ σφόδρα αἱρετὰ εἶναι, οἷον φιλογυνίαν, φιλοινίαν, φιλαργυρίαν· εἶναι δέ τινα καὶ ἐναντία τούτοις τοῖς νοσήμασι <pb facs="fragmentaphiloso02mulluoft_0184"/> κατὰ προσκοπὴν γιγνόμενα, οἷον μισογυνίαν, μισοινίαν, μισανθρωπίαν. Τὰ δὲ νοσήματα μετ’ ἀσθενείας συμβαίνοντα, ἀῤῥωστήματα καλεῖσθαι. Κατόρθωμα δ’ εἶναι λέγουσι καθῆκον, πάντας ἐπέχον τοὺς ἀριθμούς, ἢ καθάπερ προείπομεν, τέλειον καθῆκον· ἁμάρτημά τε, τὸ παρὰ τὸν ὀρθὸν λόγον πραττόμενον, ἢ ἐν ᾧ παραλέλειπταί τι καθῆκον ὑπὸ λογικοῦ ζῴου. Τά τε ἀγαθὰ πάντα τῶν σπουδαίων εἶναι λέγουσι, καθ’ ὃ καὶ τὸν ὠφελοῦντά τινα τῶν πλησίον καὶ ἑαυτὸν ὠφελεῖν. Τήν τε ὁμόνοιαν ἐπιστήμην εἶναι κοινῶν ἀγαθῶν, δι’ ὃ καὶ τοὺς σπουδαίους πάντας ὁμονοεῖν ἀλλήλοις, διὰ τὸ συμφωνεῖν ἐν τοῖς κατὰ τὸν βίον· τοὺς δὲ φαύλους διαφωνοῦντας πρὸς ἀλλήλους, ἐχθροὺς εἶναι καὶ κακοποιητιπον κοὺς ἀλλήλων καὶ πολεμίους. Τό τε δίκαιόν φασι φύσει εἶναι καὶ μὴ θέσει. Ἑπόμενον δὲ τούτοις ὑπάρχειν καὶ τὸ πολιτεύεσθαι τὸν σοφὸν καὶ μάλιστα ἐν ταῖς τοιαύταις πολιτείαις ταῖς ἐμφαινούσαις τινὰ προκοπὴν πρὸς τὰς τελείας πολιτείας, καὶ τὸ νομοθετεῖν δέ, καὶ τὸ παιδεύειν ἀνθρώπους, ἔτι δὲ συγγράφειν τὰ δυνάμενα ὠφελεῖν τοὺς ἐντυγχάνοντας τοῖς γράμμασιν, οἰκεῖον εἶναι τοῖς σπουδαίοις, καὶ τὸ συγκαταβαίνειν καὶ εἰς γάμον καὶ εἰς τεκνογονίαν, καὶ αὑτοῦ χάριν καὶ τῆς πατρίδος, καὶ ὑπομένειν περὶ ταύτης, ἐὰν ἦ μέτρια, καὶ πόνους καὶ θάνατον. Παρακεῖσθαι δὲ τούτοις φαῦλα, τό τε δημοκοπεῖν καὶ τὸ σοφιστεύειν, καὶ τὸ συγγράφειν ἐπὶ βλάβῃ τοῖς ἐντυγχάνουσιν, ἅπερ εἰς σπουδαίους οὐκ ἂν πέσοι.</p></div></div></div></body></text></TEI>