<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="21"><p rend="indent">Πάθος δ’ εἶναί φασιν ὁρμὴν πλεονάζουσαν καὶ ἀπειθῆ τῷ αἱροῦντι λόγῳ, ἢ κίνησιν ψυχῆς παρὰ φύσιν (εἶναι δὲ πάθη πάντα, τῷ γένει, τῆς ψυχῆς,) διὸ καὶ πᾶσαν πτοίαν πάθος εἶναι, καὶ πάλιν πάθος πτοίαν. Τοῦ δὲ πάθους τοιούτου ὄντος, ὑποληπτέον, τὰ μὲν πρῶτα εἶναι καὶ ἀρχηγά, τὰ δ’ εἰς ταῦτα τὴν ἀναφορὰν ἔχειν. Πρῶτα δ’ εἶναι τῷ γένει ταῦτα τὰ τέσσαρα, ἐπιθυμίαν, φόβον, λύπην, ἡδονήν. Ἐπιθυμίαν μὲν οὖν καὶ φόβον προηγεῖσθαι, τὴν μὲν πρὸς τὸ φαινόμενον ἀγαθόν, τήν δὲ πρὸς τὸ φαινόμενον κακόν. Ἐπιγίγνεσθαι δὲ τούτοις ἡδονὴν καὶ λύπην, ἡδονὴν μέν, ὅταν τυγχάνωμεν ὧν ἐπιθυμοῦμεν, ἢ ἐκφύγωμεν ἃ ἐφοβούμεθα· λύπην δέ, ὅταν ἀποτυγχάνωμεν ὧν ἐπιθυμοῦμεν, ἢ περιπέσωμεν οἷς ἐφοβούμεθα. Ἐπὶ πάντων δὲ τῶν τῆς ψυχῆς παθῶν ἐπὶ δόξας αὐτὰ λέγουσιν εἶναι· παραλαμβάνεσθαι τὴν δόξαν ἀντὶ τῆς ἀσθενοῦς ὑπολήψεως· τὸ δὲ πρόσφατον ἀντὶ τοῦ κινητικοῦ συστολῆς ἀλόγου ἢ ἐπάρσεως. Τὸ δὲ ἄλογον καὶ τὸ παρὰ φύσιν οὐ κοινῶς, ἀλλὰ τὸ μὲν ἄλογον ὅσον τὸ ἀπειθῶς τῷ λόγῳ. Πᾶν γὰρ πάθος βιαστικόν ἐστιν, ὡς καὶ πολλάκις ὁρῶντας τοὺς ἐν τοῖς πάθεσιν ὄντας ὅτι συμφέρει τόδε οὐ ποιεῖν, ὑπὸ τῆς σφοδρότητος ἐκφερομένους, καθάπερ ὑπό τινος ἀπειθοῦς ἵππου, ἀνάγεσθαι πρὸς τὸ ποιεῖν αὐτό, παρ’ ὃ καὶ πολλάκις τινὰς ἐξομολογεῖσθαι λέγοντας τὸ θρυλλούμενον τοῦτο, <quote type="blockquote">Γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται.</quote> γνώμην γὰρ λέγει νῦν τὴν εἴδησιν καὶ γνῶσιν τῶν ὀρθῶν πραγμάτων. Καὶ τὸ παρὰ φύσιν δ’ εἴρηται ἐν τῇ τοῦ πάθους ὑπογραφῇ, ὡς συμβαίνοντος παρὰ τὸν ὀρθὸν καὶ κατὰ φύσιν λόγον. Πάντες δ’ οἱ ἐν τοῖς πάθεσιν ὄντες ἀποστρέφονται τὸν λόγον, οὐ παραπλησίως δὲ τοῖς ἐξηπατημένοις ἐν ὁτῳοῦν, ἀλλ’ ἰδιαζόντως. Οἱ μὲν γὰρ ἠπατημένοι, λόγου χάριν περὶ τὰς ἀτόμους ἀρχὰς εἶναι, διδαχθέντες ὅτι οὐκ εἰσίν, ἀφίστανται τῆς κρίσεως· οἱ δ’ ἐν τοῖς πάθεσιν ὄντες, κἂν μάθωσι, κἂν μεταδιδαχθῶσιν ὅτι οὐ δεῖ λυπεῖσθαι ἢ φοβεῖσθαι, ἢ ὅλως ἐν τοῖς πάθεσιν εἶναι τῆς ψυχῆς, ὅμως οὐκ ἀφίστανται τούτων, ἀλλ’ ἄγονται ὑπὸ τῶν παθῶν εἰς τὸ ὑπὸ τῆς τούτων κρατεῖσθαι τυραννίδος. Τὴν μὲν οὖν ἐπιθυμίαν λέγουσιν ὄρεξιν εἶναι ἀπειθῆ λόγῳ· αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν ἀγαθὸν ἐπιφέρεσθαι, οὗ παρόντος εὖ ἀπαλλάξομεν, τῆς δόξης αὐτῆς ἐχούσης τὸ ἀτάκτως κινητικὸν καὶ πρόσφατον. Φόβον δ’ εἶναι ἔκκλισιν ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτοῦ τὸ δοξάζειν κακὸν ἐπιφέρεσθαι, τῆς δόξης τὸ κινητικὸν καὶ πρόσφατον ἐχούσης τοῦ ὄντως αὐτὸ φευκτὸν εἶναι. Λύπην δ’ εἶναι συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον κακὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει συστέλλεσθαι. Ἡδονὴν δ’ εἶναι ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον ἀγαθὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει ἐπαίρεσθαι. Ὑπὸ μὲν οὖν τὴν ἐπιθυμίαν ὑπάγεται τὰ τοιαῦτα· ὀργὴ καὶ τὰ εἴδη αὐτῆς, (θυμός, καὶ χόλος καὶ μῆνις, καὶ κότος, καὶ πικρίαι, καὶ τὰ τοιαῦτα,) ἔρωτες σφοδροί, καὶ πόθοι, καὶ ἵμεροι, καὶ φιληδονίαι, καὶ φιλοπλουσίαι, καὶ φιλοδοξίαι, καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὴν ἡδονὴν ἐπιχαιρεκακίαι, καὶ ἀσμενισμοί, καὶ γοητεῖαι, καὶ τὰ <pb facs="fragmentaphiloso02mulluoft_0183"/> ὅμοια· ὑπὸ δὲ τὸν φόβον, ὄκνοι καὶ ἀγωνία, καὶ αἰσχύναι καὶ θόρυβοι, καὶ ἐκπλήξεις, καὶ δεισιδαιμονίαι, καὶ δέος, καὶ δείματα· ὑπὸ δὲ τὴν λύπην, φθόνος, ζῆλος, ζηλοτυπία, ἔλεος, πένθος, ἄχθος, ἄχος, ἀνία, ὀδύνη, ἄση. Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρήσασθαι τὸν δοκοῦντα ἠδικηκέναι παρὰ τὸ προσῆκον· θυμὸς δὲ ὀργὴ ἐναρχομένη· χόλος δὲ, ὀργὴ διοιδοῦσα· μῆνις δέ, ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη ἢ ἐναποκειμένη· κότος δέ, ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· πικρία δέ, ὀργὴ παραχρῆμα ἐκρηγνυμένη· ἔρως δέ, ἐπιβολὴ φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον· πάθος δέ, ἐπιθυμία τοῦ ἔτι ἀπόντος· ἵμερος δέ, ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας· φιληδονία δέ, ἐπιθυμία ἡδονῶν· φιλοπλουτία δέ, πλούτου· φιλοδοξία δέ, δόξης· ἐπιχαιρεκακία δέ, ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς· ἀσμενισμὸς δέ, ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις· γοητεία δέ, ἡδονὴ δι’ ὄψεως κατ’ ἀπάτην· ὄκνος δέ, φόβος μελλούσης ἐνεργείας· ἀγωνία δέ, φόβος διαπτώσεως, καὶ ἑτέρως, φόβος ἥττης· ἔκπληξις δέ, φόβος ἐξ ἀσυνήθους φαντασίας· αἰσχύνη δέ, φόβος ἀδοξίας· θόρυβος δέ, φόβος μετὰ φωνῆς κατεπείγων· δεισιδαιμονία δέ, φόβος θεῶν καὶ δαιμόνων· δέος δέ, φόβος δεινοῦ· δεῖμα δέ, φόβος ἐκ λόγου· φθόνος δέ, λύπη ἐπ’ ἀλλοτρίοις ἀγα, θοῖς· ζῆλος δέ, λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, αὐτὸν δὲ μή· λέγεσθαι δὲ καὶ ἑτέρως, ζῆλον, μακαρισμοῦ ἔνδειαν, ἤτοι ἄλλου μίμησιν ὡς ἂν κρείττονος· ζηλοτυπίαν δέ, λύπην ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ· ἔλεος δέ, λύπην ἐπὶ τὸν τῷ δοκοῦντι ἀναξίως κακοπαθεῖν· πένθος δέ, λύπην ἐπὶ χόλος δὲ, θανάτῳ ἀώρῳ· ἄχθος δέ, λύπην βαρύνουσαν· ἄχος δέ, λύπην ἀφωνίαν ἐμποιοῦσαν· ἀνίαν δέ, λύπην κατὰ διατιμωρίαν· λογισμόν· ὀδύνην δέ, λύπην εἰσδύνουσαν καὶ καθικνου μένην· ἄσην δέ, λύπην μετὰ ῥιπτασμοῦ. Τούτων δὲ τῶν παθῶν τὰ μὲν ἐμφαίνειν τὸ ἐφ’ ᾧ γίγνεται, οἷον ἔλεον, φθόνον ἐπιχαιρεκακίαν, αἰσχύνην· τὰ δὲ τὴν ἰδιότητα τῆς κινήσεως, οἷον ὀδύνην, δεῖμα.</p></div></div></div></body></text></TEI>