Ἀκόλουθος δ’ ἐστὶ τῷ λόγῳ τῷ περὶ τῶν προηγμένων ὁ περὶ τοῦ καθήκοντος τόπος. Ὀρίζεται δὲ τὸ καθῆκον τὸ ἀκόλουθον ἐν ζωῇ, ὃ πραχθὲν εὔλογον ἀπολογίαν ἔχει· παρὰ τὸ καθῆκον δὲ τὸ ἐναντίως. Τοῦτο δὲ διατείνειν καὶ εἰς τὰ ἄλογα τῶν ζῴων, ἐνεργεῖ γάρ τι κἀκεῖνα ἀκολούθως τῇ ἑαυτῶν φύσει· ἐπὶ δὲ τῶν λογικῶν ζῴων οὕτως ἀποδίδοται, τὸ ἀκόλουθον ἐν βίῳ. Τῶν δὲ καθηκόντων τὰ μὲν εἶναί φασι τέλεια, ἃ δὴ καὶ κατορθώματα λέγεσθαι. Κατορθώματα δ’ εἶναι τὰ κατ’ ἀρετὴν ἐνεργήματα, οἷον τὸ φρονεῖν, τὸ δικαιοπραγεῖν. Οὐκ εἶναι δὲ κατορθώματα τὰ μὴ οὕτως ἔχοντα, ἃ δὴ οὐδὲ τέλεια καθήκοντα προσαγορεύουσιν, ἀλλὰ μέσα, οἷοντὸ γαμεῖν, τὸ πρεσβεύειν, τὸ διαλέγεσθαι, τὰ τούτοις ὅμοια. Τῶν δὲ κατορθωμάτων τὰ μὲν εἶναι ὧν χρή, τὰ δ’ οὔ. Ὤν χρὴ μὲν εἶναι κατηγόρημα ὠφέλημα, οἷον τὸ φρονεῖν, τὸ σωφρονεῖν· οὐκ εἶναι δὲ ὧν χρή, τὰ μὴ οὕτως ἔχοντα. Ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ καθῆκον τὴν αὐτὴν γίγνεσθαι τεχνολογίαν. Πᾶν δὲ τὸ παρὰ τὸ καθῆκον ἐν λογικῷ γιγνόμενον, ἁμάρτημα εἶναι· τὸ δὲ καθῆκον τελειωθὲν κατόρθωμα γίγνεσθαι. Παραμετρεῖσθαι δὲ τὸ μέσον καθῆκον ἀδιαφόροις τισί, καλουμένοις δὲ παρὰ φύσιν καὶ κατὰ φύσιν, τοιαύτην δὲ χρείαν προσφερομένοις, ὥστ’ εἰ μὴ λαμβάνοιμεν αὐτὰ ἢ διωθοίμεθα, ἀπερισπάστως μὴ ἂν εὐδαιμονοῖμεν. Τὸ δὲ κινοῦν τὴν ὁρμὴν οὐδὲν ἕτερον εἶναι λέγουσιν ἀλλὰ φαντασίαν ὁρμητικὴν τοῦ καθήκοντος αὐτόθεν, τὴν δὲ ὁρμὴν εἶναι φορὰν ψυχῆς ἐπί τι. Κατὰ τὸ γένος δὲ ταύτην διττῶς θεωρεῖσθαι τήν τε ἐν τοῖς λογικοῖς γιγνομένην ὁρμήν, καὶ τὴν ἐν τοῖς ἀλόγοις ζῴοις, οὐ κατωνομασμέναι δ’ εἰσίν. Ἡ γὰρ ὄρεξις οὐκ ἔστι λογικὴ ὁρμή, ἀλλὰ λογικῆς ὁρμῆς εἶδος. Τὴν δὲ λογικὴν ὁρμὴν δεόντως ἄν τις ἀφορίζοιτο, λέγων εἶναι φορὰν δια νοίας ἐπί τι τῶν ἐν τῷ πράττειν· ταύτῃ δ’ ἀντιτίθεσθαι ἀφορμήν, φοράν τινα διανοίας ἀπό τινος τῶν ἐν τῷ φεύγειν. Ἰδίως δὲ καὶ τὴν ὄρουσιν ὁρμὴν λέγουσι, τῆς πρακτικῆς ὁρμῆς οὖσαν εἶδος. Τὴν δὲ ὄρουσιν εἶναι φορὰν διανοίας ἐπί τι μέλλον. Ὥστε μέχρι μὲν τούτων τετραχῶς ὁρμὴν λέγεσθαι, διχῶς δ’ ἀφορμήν, προστεθείσης καὶ τῆς ἕξεως τῆς ὁρμητικῆς, ἣν δὴ καὶ ἰδίως ὁρμὴν λέγουσιν, ἀφ’ ἧς συμβαίνει ὁρμᾶν πανταχοῦ. Τῆς δὲ πρακτικῆς ὁρμῆς εἴδη πλείονα εἶναι, ἐν οἷς καὶ ταῦτα· πρόθεσιν, ἐπιβολήν, παρασκευήν, ἐγχείρησιν, αἵρεσιν, προαίρεσιν, βούλησιν, θέλησιν. Πρόθεσιν μὲν οὖν εἶναι λέγουσι σημείωσιν ἐπιτελέσεως· ἐπιβολὴν δέ, ὁρμὴν πρὸ ὁρμῆς· παρασκευὴν δέ, πρᾶξιν πρὸ πράξεως· ἐγχείρησιν δέ, ὁρμὴν ἐπί τινος ἐν χερσὶν ἤδη ὄντος· αἵρεσιν δέ, βούλησιν ἐξ ἀναλογισμοῦ· προαίρεσιν δέ, αἵρεσιν πρὸ αἱρέσεως· βούλησιν δέ, εὔλογον ὄρεξιν· θέλησιν δέ, ἑκουσίαν βούλησιν. Πάσας δὲ τὰς ὁρμὰς συγκαταθέσεις εἶναι, τὰς δὲ πρακτικὰς καὶ τὸ κινητικὸν περιέχειν. Ἤδη δὲ ἄλλων μὲν εἶναι συγκαταθέσεις, ἐπ’ ἄλλα δὲ ὁρμάς. Καὶ συγκαταθέσεις μέν, ἀξιώμασί τισι, ὁρμὰς δὲ ἐπὶ κατηγορήματα, τὰ περιεχόμενά πως ἐν τοῖ; ἀξιώμασιν, ἧ συγκαταθέσεις. Ἐπεὶ δ’ ἐν εἴδει τὸ πάθος τῆς ὁρμῆς ἐστι, λέγωμεν ἑξῆς περὶ παθῶν.