<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="19"><p rend="indent">Διεληλυθότες δ’ ἱκανῶς περὶ ἀγαθῶν καὶ κακῶν, καὶ αἱρετῶν καὶ φευκτῶν, καὶ περὶ τέλους καὶ εὐδαιμονίας, ἀναγκαῖον ἡγησάμεθα καὶ τὰ περὶ τῶν ἀδιαφόρων λεγόμενα κατὰ τὴν οἰκείαν τάξιν ἐπελθεῖν. ρων λεγόμενα κατὰ τὴν οἰκείαν τάξιν ἐπελθεῖν. Ἀδιάφορα δ’ εἶναι λέγουσι, τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν, διχῶς τὸ ἀδιάφορον νοεῖσθαι φάμενοι, καὶ τῶν κακῶν, διχῶς τὸ ἀδιάφορον νοεῖσθαι φάμενοι, καθ’ ἕνα μὲν τρόπον τὸ μήτε ἀγαθὸν μήτε κακόν, καὶ τὸ μήτε αἱρετὸν μήτε φευκτόν· καθ’ ἕτερον δέ, τὸ μήτὸ μήτε αἱρετὸν μήτε φευκτόν· καθ’ ἕτερον δέ, τὸ τε ὁρμῆς μήτε ἀφορμῆς κινητικόν, καθὸ καὶ λέγεσθαι τινα καθάπαξ ἀδιάφορα εἶναι, οἷον τὸ προτεῖναι τὸν δάκτυλον ὡδὶ ἢ ὡδί, ἢ τὸ ἀνελέσθαι τι τῶν ἐμποδὼν κάρφος ἢ φύλλον. Κατὰ τὸ πρότερον δὴ λεκτέον τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγεσθαι κατὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγεσθαι κατὰ τοὺς ἀπὸ τῆς αἱρέσεως ταύτης· οὐ μὴν πρὸς ἐκλογὴν καὶ ἀπεκλογήν. Διὸ καὶ τὰ μὲν ἀξίαν ἐκλεκτικὴν ἔχειν, τὰ δ’ ἀπαξίαν ἀπεκλεκτικήν, συμβλητικὴν δ’ οὐδαμῶς πρὸς τὸν εὐδαίμονα βίον. Καὶ τὰ μὲν εἶναι κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν, τὰ δὲ οὔτε κατὰ φύσιν οὔτε παρὰ φύσιν. Κατὰ φύσιν μὲν οὖν τὰ τοιαῦτα, οὔτε παρὰ φύσιν. Κατὰ φύσιν μὲν οὖν τὰ τοιαῦτα, ὑγίειαν, ἰσχύν, αἰσθητηρίων ἀρτιότητα, καὶ τὰ παραπλήσια τούτοις. Παρὰ φύσιν δὲ τὰ τοιαῦτα, νόσον, ἀσθένειαν, πήρωσιν, καὶ τὰ τοιαῦτα. Οὔτε δὲ κατὰ ἀσθένειαν, πήρωσιν, καὶ τὰ τοιαῦτα. Οὔτε δὲ κατὰ φύσιν οὔτε παρὰ φύσιν, ψυχῆς κατάστασιν καὶ σώματος, καθ’ ἣν ἡ μέν ἐστι φαντασιῶν ψευδῶν δεκτική, τὸ δὲ τρωμάτων καὶ πηρώσεων δεκτικόν, καὶ τὰ τούτοις ὅμοια. Ποιεῖσθαι δὲ λέγουσι τὸν περὶ τούτων λόγον τῶν πρώτων κατὰ φύσιν καὶ παρὰ φύσιν. Τὸ γὰρ διαφέρον καὶ τὸ ἀδιάφορον τῶν πρός τι λεγομένων εἶναι. Διότι κἄν, φασί, λέγωμεν ἀδιάφορα τὰ <pb facs="fragmentaphiloso02mulluoft_0179"/>  σωματικὰ καὶ τὰ ἐκτὸς πρὸς τὸ εὐσχημόνως ζῆν, (ἐν ᾧ ἔνεστι τὸ εὐδαιμόνως,) ἀδιάφορά φαμεν αὐτὰ εἶναι, οὐ μὰ Δία πρὸς τὸ κατὰ φύσιν ἔχειν οὐδὲ πρὸς ὁρμὴν καὶ ἀφορμήν. Ἔτι δὲ τῶν ἀδιαφόρων τὰ μὲν πλείω ἀξίαν ἔχειν, τὰ δ’ ἐλάττω. Καὶ τὰ μὲν καθ’ αὑτὰ, τὰ δὲ ποιητικά· καὶ τὰ μὲν προηγμένα, τὰ δὲ ἀποπροηγμένα, τὰ δ’ οὐδετέρως ἔχοντα. Προηγμένα μέν, ὅσα ἀδιάφορα ὄντα πολλὴν ἔχει ἀξίαν, ὡς ἐν ἀδιαφόροις· ἀποπροηγμένα δέ, ὅσα πολλὴν ἔχει ἀπαξίαν, ὁμοίως· οὔτε δὲ προηγμένα οὔτε ἀποπροηγμένα, ὅσα μήτε πολλὴν ἔχει ἀξίαν μήτε ἀπαξίαν. Τῶν δὲ προηγμένων τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, προηγμένων τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐκτός. Περὶ ψυχὴν μὲν εἶναι τὰ τοιαῦτα· εὐφυίαν, προκοπήν, μνήμην, ὀξύτητα, διάνοιαν, ἕξιν καθ’ ἣν ἐπίμονοί ἐσμεν ἐπὶ τῶν καθηκόντων, καὶ τέχνας ὅσαι δύνανται συνεργεῖν ἐπιπλεῖον πρὸς τὸν κατὰ φύσιν βίον· περὶ σῶμα δ’ εἶναι προηγμένα, ὑγίειαν, εὐαισθησίαν καὶ τὰ παραπλήσια τούτοις. Τῶν δ’ ἐκτός, γονεῖς, τέκνα, κτῆσιν σύμμετρον, ἀποδοχὴν παρ’ ἀνθρώπων. Τῶν δ’ ἀποπροηγμένων περὶ ψυχὴν μὲν εἶναι τὰ ἐναντία τοῖς εἰρημένοις· περὶ σῶμα δὲ καὶ ἐκτὸς τὰ ὁμοίως τοῖς εἰρημένοις· περὶ σῶμα δὲ καὶ ἐκτὸς τὰ ὁμοίως ἀντιτιθέμενα τοῖς εἰρημένοις περί τε σῶμα καὶ τοῖς ἐκτὸς προηγμένοις. Οὔτε δὲ τὰ προηγμένα οὔτε ἀποἀντιτιθέμενα τοῖς εἰρημένοις περί τε σῶμα καὶ τοῖς ἐκτὸς προηγμένοις. Οὔτε δὲ τὰ προηγμένα οὔτε ἀποπροηγμένα περὶ ψυχήν, φαντασίαν καὶ συγκατάθεσιν, προηγμένα περὶ ψυχήν, φαντασίαν καὶ συγκατάθεσιν, καὶ ὅσα τοιαῦτα· περὶ δὲ σῶμα λευκότητα καὶ μελανότητα καὶ χαροπότητα, καὶ ἡδονὴν καὶ συνουσίαν καὶ ὅσα τοιαῦτα· περὶ δὲ σῶμα λευκότητα καὶ μελανότητα καὶ χαροπότητα, καὶ ἡδονὴν καὶ συνουσίαν καὶ πόνον, καὶ εἴ τι ἄλλο τοιοῦτο. Τῶν δ’ ἐκτὸς οὔτε καὶ πόνον, καὶ εἴ τι ἄλλο τοιοῦτο. Τῶν δ’ ἐκτὸς οὔτε προηγμένα οὔτε ἀποπροηγμένα εἶναι τὰ τοιαῦτα, ὅσα εὐτελῆ ὄντα καὶ μηδὲν χρήσιμον προφερόμενα, μικρὰν δὲ καὶ τῶν παρὰ φύσιν τὰ μὲν εἶναι καθ’ αὑτὰ ἄληπαντελῶς ἔχει τὴν ἀπ’ αὐτῶν χρείαν. Τῆς δὲ ψυχῆς τα, τὰ δὲ τῷ ποιητικὰ εἶναι. Τῶν δὲ καθ’ αὑτὰ οὔσης κυριωτέρας τοῦ σώματος καὶ πρὸς τὸ κατὰ φύσιν ζῆν φασι τὰ περὶ τὴν ψοχὴν κατὰ φύσιν ὄντα καὶ προηγμένα πλείονα τὴν εὐεξίαν ἔχειν τῶν περὶ σῶμα καὶ τῶν ἐκτός, οἷον εὐφυίαν ψυχῆς πρὸς ἀρετὴν ὑπεράγειν τῆς τοῦ σώματος εὐφυίας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔχειν. Ἔτι δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι ὁρμῆς κινητικά, τὰ δὲ ἀφορμῆς, τὰ δὲ οὔτε ὁρμῆς οὔτε ἀφορμῆς. Ὁρμῆς μὲν οὖν κινητικά, ἅπερ ἐλέγομεν εἶναι κατὰ φύσιν· ἀφορμῆς δέ, ὅσα παρὰ φύσιν· οὔτε δὲ ὁρμῆς οὔτε ἀφορμῆς, τὰ μηδετέρως ἔχοντα, οἷά ἐστι τὸ περιττὰς ἢ ἀρτίας ἔχειν τὰς τρίχας, Τῶν δὲ κατὰ φύσιν ἀδιαφόρων ὄντων, τὰ μέν ἐστι πρῶτα κατὰ φύσιν, τὰ δὲ κατὰ μετοχήν. Πρῶτα μέν ἐστι κατὰ φύσιν κίνησις, ἢ σχέσις κατὰ τοὺς σπερματικοὺς λόγους γιγνομένη, οἷον ὑγίεια καὶ αἴσθησις, λέγω δὲ τὴν κατάληψιν καὶ ἰσχύν. Κατὰ μετοχὴν δέ, ὅσα μετέχει κινήσεως καὶ σχέσεως κατὰ τοὺς σπερματικοὺς λόγους, οἷον χεὶρ ἀρτία καὶ σῶμα ὑγιαῖνον, καὶ αἰσθήσεις μὴ πεπηρωμέναι. Ὁμοίως δὲ καὶ τῶν παρὰ φύσιν κατὰ τὸ ἀνάλογον. Πάντα δὲ κατὰ φύσιν ληπτὰ εἶναι, καὶ ἅπαντα παρὰ φύσιν ἄληπτα. Τῶν ληπτὰ εἶναι, καὶ ἅπαντα παρὰ φύσιν ἄληπτα. Τῶν δὲ κατὰ φύσιν τὰ μὲν καθ’ αὐτὰ ληπτὰ εἶναι, τὰ δὲ δι’ ἕτερα. Καθ’ αὑτὰ μέν, ὅσα ἐστὶν ὁρμῆς κινητικὰ παρατρεπτικῶς ἐφ’ ἑαυτά, ἢ ἐπὶ τῷ ἀντέχεσθαι παρατρεπτικῶς ἐφ’ ἑαυτά, ἢ ἐπὶ τῷ ἀντέχεσθαι αὐτῶν, οἷον ὑγίειαν, εὐαισθησίαν, ἀπονίαν, καὶ κάλλος σώματος. Ποιητικὰ δέ, ὅσα εἰσὶν ὁρμῆς κινητικὰ αὐτῶν, οἷον ὑγίειαν, εὐαισθησίαν, ἀπονίαν, καὶ κάλλος σώματος. Ποιητικὰ δέ, ὅσα εἰσὶν ὁρμῆς κινητικὰ ἀνετικῶς ἐφ’ ἕτερα, καὶ μὴ παρατρεπτικῶς, οἷον πλοῦτον, δόξαν, καὶ τὰ τούτοις ὅμοια. Παραπλησίως παντελῶς ἔχει τὴν ἀπ’ αὐτῶν χρείαν. Τῆς δὲ ψυχῆς τα, τὰ δὲ τῷ ποιητικὰ εἶναι. Τῶν δὲ καθ’ αὑτὰ <pb facs="fragmentaphiloso02mulluoft_0180"/> ἀλήπτων διάφορα γένη εἶναι.. Πάντα δὲ τὰ κατὰ φύσιν ἀξίαν ἔχειν, καὶ πάντα τὰ παρὰ φύσιν ἀπαξίαν. Τὴν δὲ ἀξίαν λέγεσθαι τριχῶς,, τήν τε δόσιν, τὴν καθ’ αὑτήν, καὶ τὴν ἀμοιβὴν τοῦ δοκιμαστοῦ, καὶ τὴν τρίτην, ἣν ὁ Ἀντίπατρος ἐκλεκτικὴν προσαγορεύει, καθ’ ἣν διδόντων τῶν πραγμάτων τά γέ τινα μᾶλλον ἀντὶ τῶνδε αἱρούμεθα, οἷον ὑγίειαν ἀντὶ νόσου, καὶ ζωὴν ἀντὶ θανάτου, καὶ πλοῦτον ἀντὶ πενίας. Κατὰ τὸ ἀνάλογον δὲ καὶ τὴν ἀπαξίαν τριχῶς φασι λέγεσθαι, ἀντιτιθεμένων τῶν σημαινομένων τοῖς ἐπὶ τῆς πρώτης ἀξίας εἰρημένοις. Τὴν δὲ δόσιν φησὶν ὁ Διογένης κρίσιν εἶναι, ἐφ’ ὅσον κατὰ φύσιν ἐστίν, ἢ ἐφ’ ὅσον χρείαν τῇ φύσει παρέχεται. Τὸ δὲ δοκιμαστικόν, οὐχ ὡς λέγεται τὰ πράγματα δοκιμαστὰ παραλαμβάνεσθαι, ἀλλ’ ὡς δοκιμαστήν φαμεν εἶναι τὸν τὰ πράγματα δοκιμάζοντα. Τῆς οὖν ἀμοιβῆς τὸν τοιοῦτόν φασι δοκιμαστὴν εἶναι, καὶ ταύτας μὲν τὰς δύο ἀξίας καθ’ ἃς λέγομέν τινα τῇ ἀξίᾳ προῆχθαι. Τρίτην δέ φησιν εἶναι, καθ’ ἥν φαμεν ἀξίωμά τινα ἔχειν, καὶ ἀξίαν, ἥπερ περὶ ἀδιάφορα οὐ γίγνεται, ἀλλὰ περὶ μόνα τὰ σπουδαῖα. Χρῆσθαι δὲ ἡμᾶς φησιν ἐνίοτε τῷ ὀνόματι τῆς ἀξίας ἀντὶ τοῦ ἐπιβάλλοντος· ὡς ἐν τῷ τῆς δικαιοσύνης ὅρῳ περιείληπται, ὅταν λέγηται εἶναι ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ, ἔστι γὰρ οἷον τοῦ ἐπιβάλλοντος ἑκάστῳ. Τῶν δ’ ἀξίαν ἐχόντων τὰ μὲν ἔχειν πολλὴν ἀξίαν, τὰ δὲ βραχεῖαν. Ὁμοίως δὲ καὶ τῶν ἀπαξίαν ἐχόντων ἃ μὲν ἔχειν πολλὴν ἀπαξίαν, ἃ δὲ βραχεῖαν. Τὰ μὲν οὖν πολλὴν ἔχοντα ἀξίαν προηγμένα λέγεσθαι, τὰ δὲ πολλὴν ἀπαξίαν ἀποπροηγμένα, Ζήνωνος ταύτας τὰς ὀνομασίας θεμένου πρώτου τοῖς πράγμασι. Προηγμένον δ’ εἶναι λέγουσιν, ὃ ἀδιάφορον ὂν ἐκλεγόμεθα κατὰ προηγούμενον λόγον. Τὸν δ’ ὅμοιον λόγον ἐπὶ τῶν ἀποπροηγμένων εἶναι, καὶ τὰ παραδείγματα κατὰ τὴν ἀναλογίαν ταυτά. Οὐδὲν δὲ τῶν ἀγαθῶν εἶναι προηγμένον διὰ τὸ τὴν μεγίστην ἀξίαν αὐτὰ ἔχειν. Τὸ δὲ προηγμένον, τὴν δεύτεραν χώραν καὶ ἀξίαν ἔχον, συνεγγίζειν πως τῇ τῶν ἀγαθῶν φύσει. Οὐδὲ γὰρ ἐν αὐλῇ τῶν προηγμένων εἶναι τὸν βασιλέα, ἀλλὰ τοὺς μετ’ αὐτὸν τεταγμένους. Προηγμένα δὲ λέγεσθαι οὐ τῷ πρὸς εὐδαιμονίαν τινὰ συμβάλλεσθαι [συνεργεῖν τι πρὸς αὐτήν], ἀλλὰ τῷ ἀναγκαῖον εἶναι τούτων τὴν ἐκλογὴν ποιεῖσθαι παρὰ τὰ ἀποπροηγμένα.</p></div></div></div></body></text></TEI>