<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="18"><p rend="indent">Τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕτως ἀπέδωκε, τὸ ὁμολογουμένως ζῆν· τοῦτο δ’ ἐστὶ καθ’ ἕνα λόγον καὶ σύμφωνον ζῆν, ὡς τῶν μαχομένων ζῴων κακοδαιμονούντων. Οἱ δὲ μετὰ τοῦτον, διαρθροῦντες οὕτως ἐξέφερον, ὁμολογουμένως τῇ φύσει ζῆν· ὑπολαβόντες ἔλαττον εἶναι κατηγόρημα τὸ ὑπὸ τοῦ Ζήνωνος ῥηθέν. Κλεάνθης γὰρ πρῶτος διαδεξάμενος αὐτοῦ τὴν αἵρεσιν προσέθηκε τῇ φύσει, καὶ οὕτως ἀπέδωκε, τέλος ἐστὶ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν. Ὅπερ ὁ Χρύσιππος σαφέστερον βουλόμενος ποιῆσαι, ἐξήνεγκε τὸν τρόπον τοῦτον· ζῆν κατ’ ἐμπειρίαν τῶν φύσει συμβαινόντων. Διογένης δὲ, εὐλογιστίαν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ καὶ ἀπεκλογῇ. Ἀρχέδημος δέ, πάντα τὰ καθήκοντα ἐπιτελοῦντας ζῆν· Ἀντίπατρος δέ, ζῆν ἐκλεγομένους μὲν τὰ κατὰ φύσιν, ἀπεκλεγομένου, δὲ τὰ παρὰ φύσιν διηνεκῶς. Πολλάκις δὲ καὶ οὕτως ἀπεδίδου, πᾶν τὸ καθ’ αὑτὸν ποιεῖν διηνεκῶς καὶ ἀπαραβάτως, πρὸς τὸ τυγχάνειν τῶν προηγουμένων κατὰ φύσν. Τὸ δὲ τέλος λέγεσθαι τριχῶς ὑπὸ τῶν ἐκ τῆς αἱρέσεως ταύτης· τότε γὰρ τελικὸν ἀγαθὸν λέγεσθαι τέλος ἐν τῇ φιλολόγῳ συνηθείᾳ, ὡς τὴν ὁμολογίαν λέγουσι τέλος εἶναι· λέγουσι δὲ καὶ τὸν σκοπὸν τέλος, οἷον τὸν ὁμολογούμενον βίον ἀναφορικῶς λέγοντες ἐπ’ τὸ παρακείμενον κατηγόρημα. Κατὰ δὲ τὸ τρίτον σημαινόμενον, λέγουσι τέλος τὸ ἔσχατον τῶν ὀρεκτῶν, ἐφ’ ὃ πάντα τὰ ἄλλα ἀναφέρεσθαι. Διαφέρειν δὲ τέλος καὶ σκοπὸν ἡγοῦνται. Σκοπὸν μὲν γὰρ εἶναι τὸ ἐκκείμενον σῆμα, οὗ τυχεῖν ἐφίεσθαι τοὺς τῆς εὐδαιμονίας στοχαζομένους διὰ τὸ πάντα μὲν σπουδαῖον εὐδαιμονεῖν, πάντα δὲ φαῦλον ἐκ τῶν ἐναντίων κακοδαιμονεῖν. (Καὶ τῶν ἀγαθῶν τὰ μὲν ἀναγκαῖα εἶναι πρὸς εὐδαιμονίαν, τὰ δὲ μή. Καὶ ἀναγκαῖα μέν, τάς τε ἀρετὰς πάσας, καὶ τὰς ἐνεργείας τὰς χρηστικὰς αὐτῶν· οὐκ ἀναγκαῖα δέ, χαράν τε καὶ εὐφροσύνην, καὶ τὰ ἐπιτηδεύματα. Παραπλησίως δὲ καὶ τῶν κακῶν τὰ μὲν ἀναγκαῖα ὡς ἂν κακὰ πρὸς κακοδαιμονίαν εἶναι, τὰ δ’ οὐκ ἀναγκαῖα. Ἀναγκαῖα μέν, τάς τε κακίας πάσας, καὶ τὰς ἐνεργείας τὰς ἀπ’ αὐτῶν· οὐκ ἀναγκαῖα δέ, τά τε πάθη πάντα, καὶ τὰ ἀῤῥωστήματα, καὶ τὰ τούτοις παραπλήσια.) Τέλος δέ φασιν εἶναι τὸ εὐδαιμονεῖν, οὗ ἕνεκα πάντα πράττεται μέν, αὐτὸ <pb facs="fragmentaphiloso02mulluoft_0178"/> δὲ πράττεται οὐδενὸς ἕνεκα. Τοῦτο δ’ ὑπάρχειν ἐν τῷ κατ’ ἀρετὴν ζῆν, ἐν τῷ ὁμολογουμένως ζῆν, ἔτι, ὡς ταυτὸν ὄν, ἐν τῷ κατὰ φύσιν ζῆν. Τὴν δὲ εὐδαι ταυτὸν ὄν, ἐν τῷ κατὰ φύσιν ζῆν. Τὴν δὲ εὐδαιμονίαν ὁ Ζήνων ὡρίσατο τὸν τρόπον τοῦτον· εὐδαιμονία δ’ ἐστὶν εὔροια βίου. Κέχρηται δὲ καὶ Κλεάνθης τῷ ὅρῳ τούτῳ ἐν τοῖς αὐτοῦ συγγράμμασι, καὶ ὁ Χρύσιππος, καὶ οἱ ἀπὸ τούτων πάντες, τὴν εὐδαιμονίαν μήσιππος, καὶ οἱ ἀπὸ τούτων πάντες, τὴν εὐδαιμονίαν οὐχ ἑτέραν εἶναι λέγοντες τοῦ εὐδαίμονος βίου, καίτοι γε λέγοντες, τὴν μὲν εὐδαιμονίαν σκοπὸν ἐκκεῖσθαι, τέλος δ’ εἶναι τὸ τυχεῖν τῆς εὐδαιμονίας, ὅπερ ταυτὸν εἶναι τῷ εὐδαιμονεῖν. Δῆλον οὖν ἐκ τούτων, ὅτι ἰσοδυνάμει τὸ κατὰ φύσιν ζῆν, καὶ τὸ καλῶς ζῆν, καὶ τὸ εὖ ζῆν, καὶ πᾶν τὸ καλὸν καὶ τὸ ἀγαθόν, καὶ ἡ ἀρετή, καὶ τὸ μέτοχον ἀρετῆς· καὶ ὅτι πᾶν τὸ ἀγαθὸν καλόν, καὶ τὸ μέτοχον ἀρετῆς· καὶ ὅτι πᾶν τὸ ἀγαθὸν καλόν, ὁμοίως δὲ καὶ πᾶν τὸ αἰσχρὸν κακόν. Διὸ καὶ τὸ Στωϊκὸν τέλος ἴσον δύνασθαι τῷ κατ’ ἀρετὴν βίῳ. Διαφέρειν δὲ λέγουσι τὸ αἱρετὸν καὶ τὸ αἱρετέον. Αἱρετὸν μὲν γὰρ εἶναι ἀγαθὸν τὸ πᾶν, αἱρετέον δὲ ὠφέρετὸν μὲν γὰρ εἶναι ἀγαθὸν τὸ πᾶν, αἱρετέον δὲ ὠφέλημα πᾶν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν τὸ ἀγαθόν. Διὸ αἱρούμεθα μὲν τὸ αἱρετέον, οἷον τὸ φρονεῖν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν φρόνησιν, τὸ δὲ αἱρετὸν οὐχ αἱρούμεθα, μᾶλλον δὲ ἔχειν αὐτὸ αἱρούμεθα. Ὁμοίως δὲ καὶ μᾶλλον δὲ ἔχειν αὐτὸ αἱρούμεθα. Ὁμοίως δὲ καὶ τὰ μὲν ἀγαθὰ πάντα ἐστὶν ὑπομενετὰ καὶ ἐμμενετά, καὶ κατὰ λόγον τὸν αὐτὸν ἐπὶ τῶν ἄλλων αἱρετῶν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δ’ ὠφέλιμα πάντα ὑπομενετέα καὶ ἐμμενετέα· καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων κατὰ τὰ οἰκεῖα.</p></div></div></div></body></text></TEI>