<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="17"><p rend="indent">Ἀρετὰς δ’ εἶναι πλείους φασὶ καὶ ἀχωρίστους ἀπ’ ἀλλήλων, καὶ τὰς αὐτὰς τῷ ἡγεμονικῷ μέρει τῆς ψυχῆς καθ’ ὑπόστασιν, καθὸ δὴ καὶ σῶμα πᾶσαν ἀρετὴν εἶναί τε καὶ λέγεσθαι, τὴν γὰρ διάνοιαν καὶ τὴν ψυχὴν σῶμα εἶναι· τὸ γὰρ συμφυὲς πνεῦμα ἡμῖν ἔνθερμον ὄν, ψυχὴν ἡγοῦνται. Βούλονται δὲ καὶ τὴν ἐν ἡμῖν ψυχὴν ζῷον εἶναι, ζῆν τε γὰρ καὶ αἰσθάνεσθαι· καὶ μάλιστα τὸ ἡγεμονικὸν μέρος αὐτῆς, ὃ δὴ καλεῖται διάνοια. Διὸ καὶ πᾶσαν ἀρετὴν ζῷον εἶναι, ἐπειδὴ ἡ αὐτὴ διανοίᾳ ἐστὶ κατὰ τὴν οὐσίαν. Κατὰ τοῦτο γάρ φασι καὶ τὴν φρόνησιν φρονεῖν, ἀκολουθεῖ γὰρ αὐτοῖς τὸ οὕτως λέγειν. Ἀρετῆς δὲ καὶ κακίας οὐδὲν εἶναι μεταξύ. Πάντας γὰρ ἀνθρώπους ἀφορμὰς ἔχειν ἐκ φύσεως πρὸς ἀρετήν, καὶ οἱονεὶ τὸν τῶν ἡμιάμβων λόγον ἔχειν κατὰ τὸν Κλεάνθην, ὅθεν ἀτελεῖς μὲν ὄντας εἶναι φαύλους, τελειωθέντας δὲ σπουδαίους. Φασὶ δὲ καὶ πάντα ποιεῖν τὸν σοφὸν κατὰ πάσας τὰς ἀρετάς. Πᾶσαν γὰρ πρᾶξιν τελείαν αὐτοῦ εἶναι, διὸ καὶ μηδεμιᾶς ἀπολελεῖφθαι ἀρετῆς. Ἀκολούθως γὰρ τούτοις δογματίζουσι, καὶ ὅτι ὁ νοῦν ἔχων καὶ διαλεκτικῶς ποιεῖ, καὶ συμποτικῶς καὶ ἐρωτικῶς. Τὸν δὲ ἐρωτικὸν καὶ διχῆ λέγεσθαι, τὸν μὲν κατὰ τὴν ἀρετὴν ποιόν, σπουδαῖον ὄντα, τὸν δὲ κατὰ κακίαν, ἐν ψόγῳ, ὡς ἐρωτομανοῦντα. Ἔτι δ’ ἔρωτα τόν γ’ ἀξιέραστον ὁμοίως λέγεσθαι τῷ ἀξιοφιλήτῳ, καὶ οὕτως ἀξιαπολαύστῳ. Τὸν γὰρ ἄξιον σπουδαίου ἔρωτος, τοῦτον· εἶναι ἀξιέραστον. Ὁμοίως δὲ τῇ ἐρωτικῇ τὴν συμποτικὴν παραλαμβάνουσιν εἰς τὰς ἀρετάς, τὴν μὲν περὶ <pb facs="fragmentaphiloso02mulluoft_0175"/> τὸ ἐν συμποσίῳ καθῆκον ἀναστρεφομένην ἐπιστήμην οὖσαν τοῦ πῶς δεῖ ἐξάγεσθαι τὰ συμπόσια, καὶ τοῦ πῶς δεῖ συμπίνειν· τὴν δ’ ἐπιστήμην νέων θήρας εὐφυῶν πρὸς τρέψιν οὖσαν τὴν ἐπ’ ἀρετήν, καὶ καθόλου ἐπιστήμην τοῦ καλῶς ἐρᾶν· διὸ καί φασιν ἐρασθήσεσθαι τὸν νοῦν ἔχοντα. Τὸ δὲ ἐρᾶν αὐτὸ μόνον ἀδιάφορον εἶναι, ἐπειδὴ γίγνεταί ποτε καὶ περὶ φαύλους. Τὸν δὲ ἔρωτα οὔτε ἐπιθυμίαν εἶναι, οὔτε τινὸς φαύλου πράγματος, ἀλλ’ ἐπιβολὴν φιλοποιΐας διὰ κάλλους ἔμφασιν. Λέγουσι δὲ καὶ πάντ’ εὖ ποιεῖν τὸν σοφόν, ἃ ποιεῖ δηλονότι. Ὃν τρόπον γὰρ λέγομεν πάντ’ εὖ ποιεῖν τὸν αὐλητήν, ἢ κιθαρῳδόν, συνυπακουομένου τοῦ ὅτι τὰ μὲν κατὰ τὴν αὔλησιν, τὰ δὲ κατὰ τὴν κιθαρῳδίαν, τὸν αὐτὸν τρόπον πάντα εὖ ποιεῖν τὸν φρόνιμον, καὶ ὅσα ποιεῖ, καὶ οὐ μὰ Δία καὶ ἃ μὴ ποιεῖ. Τῷ γὰρ κατὰ λόγον ὀρθὸν ἐπιτελεῖν πάντα, καὶ οἷον κατ’ ἀρετήν, περὶ ὅλον οὖσαν τὸν βίον τέχνην, ἀκόλουθον ᾠήθησαν τὸ περὶ τοῦ πάντ’ εὗ ποιεῖν τὸν σοφὸν δόγμα. Κατὰ τὸ ἀνάλογον δὲ καὶ τὸν φαῦλον πάντα ὅσα ποιεῖ κακῶς ποιεῖν, καὶ κατὰ πάσας τὰς κακίας. Φιλομουσίαν δὲ καὶ φιλογραμματίαν καὶ φιλιππίαν καὶ φιλοκυνηγίαν, καὶ καθόλου τὰς ἐγκυκλίους λεγομένας τέχνας ἐπιτηδεύματα μὲν καλοῦσιν, ἐπιστήμας δ’ οὔ, ἔν τε ταῖς σπουδαίαις ἕξεσι ταῦτα καταριθμοῦσι, καὶ ἀκολούθως μόνον τὸν σοφὸν φιλόμουσον εἶναι λέγουσι, καὶ φιλογράμματον, καὶ ἐπὶ τῶν ἄλλων κατὰ τὸ ἀνάλογον. Τό τε ἐπιτήδευμα τοῦτον περιγράφουσι τὸν τρόπον, ὁδὸν διὰ τέχνης ἡμέρου ἄγουσαν ἐπ’ ἀρετήν. Μόνον δέ φασι τὸν σοφὸν καὶ μάντιν ἀγαθὸν εἶναι, καὶ ποιητὴν καὶ ῥήτορα, καὶ διαλεκτικόν, καὶ κριτικόν, οὐ πάντα δέ, διὰ τὸ προσδεῖσθαι εἴς τινα τούτων καὶ θεωρημάτων τινῶν ἀναλήψεως. Εἶναι δὲ τὴν μαντικήν φασιν ἐπιστήμην θεωρηματικὴν σημείων τῶν ἀπὸ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον συντεινόντων. Ὁμοίως δὲ καὶ τὰ εἴδη τῆς μαντικῆς. Λέγουσι δὲ καὶ ἱερέα μόνον εἶναι τὸν σοφόν, φαῦλον δὲ μηδένα. Τὸν γὰρ ἱερέα εἶναι δεῖν ἔμπειρον νόμων τῶν περὶ θυσίας, καὶ εὐχάς, καὶ καθαρμούς, καὶ ἱδρύσεις, καὶ πάντα τὰ τοιαῦτα, πρὸς δὲ τούτοις καὶ ἄλλων, διά τε τὸ εὐσεβείας δεῖσθαι καὶ ἐμπειρίας τῆς τῶν θεῶν θεραπείας, καὶ ἐντὸς εἶναι τῆς φύσεως τῆς θείας. Μηδενὶ δέ τι τούτων ὑπάρχειν τῶν φαύλων, διὸ καὶ πάντας εἶναι τοὺς ἄφρονας ἀσεβεῖς. Τὴν γὰρ ἀσέβειαν κακίαν οὖσαν, ἄγνοιαν εἶναι θεῶν θεραπείας, τὴν δ’ εὐσέβειαν, ὡς εἴπομεν, ἐπιστήμην θεῶν θεραπείας. Ὁμοίως δὲ μηδ’ ὁσίους εἶναί φασι τοὺς φαύλους. Τὴν γὰρ ὁσιότητα ὑπογράφεσθαι δικαιοσύνην πρὸς θεούς· τοὺς δὲ φαύλους παρεκβαίνειν πολλὰ τὸ πρὸς θεοὺς δίκαιον, παρὸ καὶ ἀνοσίους εἶναι, καὶ ἀκαθάρτους, καὶ ἀνάγνους, καὶ μιαρούς, καὶ ἀνεορτάστους. Τὸ γὰρ ἑορτάζειν ἀστείου φασὶν εἶναι, τῆς ἑορτῆς οὔσης χρόνου τινὸς ἐν ᾧ χρὴ περὶ τὸ θεῖον γίγνεσθαι τιμῆς χάριν, καὶ καθηκούσης ἐπισημασίας, ὅθεν καὶ τὸν ἑορτάζοντα συγκαταβῆναι <pb facs="fragmentaphiloso02mulluoft_0176"/> δεῖ μετ’ εὐσεβείας εἰς τὴν τοιαύτην τάξιν. Ἔτι δὲ λέγουσι πάντα φαῦλον μαίνεσθαι, ἄγνοιαν ἔχοντα αὑτοῦ καὶ τῶν καθ’ αὑτόν, ὅπερ ἐστὶ μανία. Τὴν δὲ ἄγνοιαν εἶναι ἐναντίαν κακίαν τῇ σωφροσύνῃ· ταύτην δὲ πρός τί πως ἔχουσαν ἀκαταστάτους καὶ πτοιώδεις παρεχομένην τὰς ὁρμάς, μανίαν εἶναι· διὸ καὶ ὑπογράφουσι τὴν μανίαν οὕτως, ἄγνοιαν πτοιώδη. Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι δι’ αὑτὰ αἱρετά, τὰ δὲ ποιητικά. Ὁπόσα μὲν οὖν οὐδενὸς ἄλλου ἕνεκεν εἰς εὔλογον αἵρεσιν ἔρχεται, δι’ αὑτὰ αἱρετά· ὁπόσα δὲ τῷ ἑτέρων τινῶν παρασκευαστικὰ γίγνεσθαι, κατὰ τὸ ποιητικὸν λέγεσθαι. Καὶ πᾶν μὲν ἀγαθὸν αἱρετὸν εἶναι, ἀρεστὸν γάρ, καὶ δοκιμαστόν, καὶ ἐπαινετὸν ὑπάρχειν· πᾶν δὲ κακὸν φευκτόν. Τὸ γὰρ ἀγαθόν, καθὸ μὲν αἵρεσιν εὔλογον κινεῖ, αἱρετόν ἐστι· καθὸ δὲ ἀνυπόπτως εἰς αἵρεσιν ἔρχεται, ἀρεστόν· καθὸ δὲ πάλιν εὐλόγως ἄν τις περὶ αὐτοῦ ὑπολαμβάνῃ, τῶν ἐπαινετῶν εἶναι. Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἐν κινήσει, τὰ δὲ ἐν σχέσει. Ἐν κινήσει μὲν τὰ τοιαῦτα, χαράν, εὐφροσύνην, σώφρονα ὁμιλίαν· ἐν σχέσει δὲ τὰ τοιαῦτα, εὔτακτον ἡσυχίαν, μονὴν ἀτάραχον, προσοχὴν ἔπανδρον. Τῶν δὲ ἐν σχέσει τὰς μὲν καὶ ἐν ἕξει εἶναι, οἷον τὰς ἀρετάς· τὰς δ’ ἐν σχέσει μόνον, ὡς τὰ ῥηθέντα. Ἐν ἕξει δὲ οὐ μόνας εἶναι τὰς ἀρετάς, ἀλλὰ καὶ τὰς ἄλλας τέχνας τὰς ἐν τῷ σπουδαίῳ ἀνδρὶ ἀλλοιωθείσας ὑπὸ τῆς ἀρετῆς, καὶ γενομένας ἀμεταπτώτους, οἱονεὶ γὰρ ἀρετὰς γίγνεσθαι. Φασὶ δὲ καὶ τῶν ἐν ἕξει ἀγαθῶν εἶναι τὰ ἐπιτηδεύματα καλούμενα, οἷον φιλομουσίαν, φιλογραμματίαν. φιλογεωμετρίαν καὶ τὰ παραπλήσια. Εἶνα: γὰρ ὁδόν τινα, ἐκλεκτικὴν τῶν ἐν ταύταις ταῖς τέχναις οἰκείων πρὸς ἀρετήν, ἀναφέρουσαν αὐτὰ ἐπὶ τὸ τοῦ βίου τέλος. Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι καθ’ ἑαυτά, τὰ δὲ πρός τί πως ἔχειν. Καθ’ ἑαυτὰ μέν, ἐπιστήμην, δικαιοπραγίαν, καὶ τὰ ὅμοια· πρός τι δέ, τιμήν, εὔνοιαν, φιλίαν. Εἶναι δὲ τὴν ἐπιστήμην κατάληψιν ἀσφαλῆ καὶ ἀμετάπτωτον ὑπὸ λόγου· ἑτέραν δὲ ἐπιστήμην σύστημα ἐξ ἐπιστημῶν τοιούτων, οἷον ἡ τῶν κατὰ μέρος λογικὴ ἐν τῷ σπουδαίῳ ὑπάρχουσα· ἄλλην δέ, σύστημα ἐξ ἐπιστημῶν τεχνικῶν ἐξ αὑτοῦ ἔχον τὸ βέβαιον, ὡς ἔχουσιν αἱ ἀρεταί· ἄλλην δὲ ἕξιν φαντασιῶν δεκτικὴν ἀμετάπτωτον ὑπὸ λόγου, ἥντινά φασιν ἐν τόνῳ καὶ δυνάμει κεῖσθαι. Φιλίαν δ’ εἶναι κοινωνίαν βίου· συμφωνίαν δέ, ὁμοδογματίαν περὶ τῶν κατὰ τὸν βίον. Τῆς δὲ φιλίας εἶναι γνωριμότητα μέν, φιλίαν ἐγνωσμένων· συνήθειαν δέ, φιλίαν συνειθισμένων· ἑταιρίαν δέ, φιλίαν καθ’ αἵρεσιν, ὡς ἂν ὁμηλίκων· ξενίαν δέ, φιλίαν ἀλλοδαπῶν. Εἶναι δὲ καὶ συγγενικήν τινα φιλίαν, ἐκ συγγενῶν· καὶ ἐρωτικήν, ἐξ ἔρωτος. Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἄμικτα, οἷον ἐπιστήμην, τὰ δὲ μεμιγμένα, οἷον εὐτεκνίαν, εὐγηρίαν, εὐζωΐαν. Ἔστι δ’ ἡ μὲν εὐτεκνία χρῆσις τέκνων κατὰ φύσιν ἔχουσα, σπουδαία· ἡ δ’ εὐγηρία, χρῆσις σπουδαία γήρως, κατὰ φύσιν ἔχουσα, καὶ ὁμοίως ἡ εὐζωΐα. Ἀλυπίαν δὲ καὶ εὐταξίαν τὰς αὐτὰς εἶναι τῇ σωφροσύνῃ, νοῦν δὲ καὶ φρένας φρονήσει, με· <pb facs="fragmentaphiloso02mulluoft_0177"/> ταδοτικὴν δὲ και ἐπιδοτικὴν χρηστότητι. Τὸ μέντοι γε πρός τί πως ἔχειν ὠνομάσθησαν, ὅπερ καθήκει καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν παρατηρεῖν. Φανερὸν δ’ ἔσται ἐκ τούτων, ὅτι καὶ τῶν κακῶν αἱ ὅμοιαι διαιρέσεις ἔσονται. Διαφέρειν δὲ λέγουσιν αἱρετόν καὶ ληπτόν. Αἱρετὸν μὲν γὰρ εἶναι τὸ ὁρμῆς αὐτοτελοῦς κινητικόν· ληπτὸν δὲ τὸ ἀξίαν ἔχον. Ὅσῳ δὲ διαφέρει τὸ αἱρετὸν τοῦ ληπτοῦ, τοσούτῳ καὶ τὸ αὐθαίρετον τοῦ καθ’ αὑτὸ ληπτοῦ, καὶ καθόλου τὸ ἀγαθὸν τοῦ ἀξίαν ἔχοντος. Τοῦ δ’ ἀνθρώπου ὄντος ζῴου λογικοῦ θνητοῦ, φύσει πολιτικοῦ, φασὶ καὶ τὴν ἀρετὴν πᾶσαν τὴν περὶ ἄνθρωπον καὶ τὴν εὐδαιμονίαν ζωὴν ἀκόλουθον ὑπάρχειν καὶ ὁμολογουμένην φύσει.</p></div></div></div></body></text></TEI>