<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="16"><p rend="indent">Φρόνησιν δ’ εἶναι ἐπιστήμην ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων, ἢ ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, φύσει πολιτικοῦ ζῴου, καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἀρετῶν οὕτως ἀκούειν παραγγέλλουσι. Σωφροσύνην δ’ εἶναι ἐπιστήμην αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· δικαιοσύνην δὲ ἐπιστήμην ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ· ἀνδρείαν δὲ ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Ἀφροσύνην δὲ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἢ ἄγνοιαν ὧν ποιητέον ἢ οὐ ποιητέον, ἢ οὐδετέρων. Ἀκολασίαν δὲ ἄγνοιαν αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων. Ἀδικίαν δὲ ἄγνοιαν μὴ ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ. Δειλίαν δὲ ἄγνοιαν δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Παραπλησίως δὲ καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας ὁρίζονται, τῶν εἰρημένων ἐχόμενοι. Κοινότερον δὲ τὴν ἀρετὴν διάθεσιν εἶναί φασι ψυχῆς σύμφωνον αὐτῇ περὶ ὅλον τὸν βίον. Τῶν δ’ ἀρετῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ταῖς πρώταις ὑποτεταγμένας. Πρώτας δὲ τέτταρας εἶναι, φρόνησιν, σωφροσύνην, ἀνδρείαν καὶ δικαιοσύνην. Καὶ τὴν μὲν φρόνησιν περὶ τὰ καθήκοντα γίγνεσθαι· τὴν δὲ σωφροσύνην περὶ τὰς ὁρμὰς τοῦ ἀνθρώπου· τὴν δὲ ἀνδρείαν περὶ τὰς ὑπομονάς· τὴν δὲ δικαιοσύνην περὶ τὰς ἀπονεμήσεις. Τῶν δὲ ὑποτεταγμένων ταῖς ἀρεταῖς ταύταις τὰς μὲν τῇ φρονήσει ὑποτετάχθαι, τὰς δὲ τῇ σωφροσύνῃ, τὰς δὲ τῇ ἀνδρείᾳ, τὰς δὲ τῇ δικαιοσύνῃ. Τῇ μὲν οὖν φρονήσει ὑποτάττεσθαι εὐβουλίαν, εὐλογιστίαν, ἀγχίνοιαν, νουνέχειαν, εὐμηχανίαν· τῇ δὲ σωφροσύνῃ εὐταξίαν, κοσμιότητα, αἰδημοσύνην, ἐγκράτειαν· τῇ δὲ ἀνδρείᾳ καρτερίαν, θαῤῥαλεότητα, μεγαλοψυχίαν, εὐψυχίαν, φιλοπονίαν· τῇ δὲ δικαιοσύνῃ εὐσέβειαν, χρηστότητα, εὐκοινωνησίαν, εὐσυναλλαξίαν. Εὐβουλίαν μὲν οὖν εἶναι λέγουσιν ἐπιστήμην τοῦ ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως. Εὐλογιστίαν δὲ ἐπιστήμην ἅμα διαιρετικὴν καὶ ἀνακεφαλαιωτικὴν τῶν γιγνομένων καὶ ἀποτελουμένων. Ἀγχίνοιαν δὲ ἐπιστήμην εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα. Νουνέχειαν δὲ ἐπιστήμην ἐπιτευκτικὴν τοῦ ἐν ἑκάστῳ σκοποῦ. Εὐμηχανίαν δὲ ἐπιστήμην εὑρετικὴν διεξόδου πραγμάτων. Εὐταξίαν δὲ ἐπιστήμην τοῦ πότε πρακτέον, καὶ τί μετὰ τί, καὶ καθόλου τῆς τάξεως τῶν πράξεων. Κοσμιότητα δὲ ἐπιστήμην πρεπουσῶν καὶ ἀπρεπῶν κινήσεων. Αἰδημοσύνην δὲ ἐπιστήμην εὐλαβητικὴν ὀρθοῦ ψόγου. Ἐγκράτειαν δὲ ἐπιστήμην ἀνυπέρβλητον τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων. Καρτερίαν δὲ ἐπιστήμην ἐμμενητικὴν τοῖς ὀρθῶς κριθεῖσι. Θαῤῥαλεότητα <pb facs="fragmentaphiloso02mulluoft_0173"/> δὲ ἐπιστήμην καθ’ ἣν οἴδαμεν ὅτι οὐδενὶ δεινῷ μὴ περιπέσωμεν. Μεγαλοψυχίαν δὲ ἐπιστήμην ὑπεράνω ποιοῦσαν τῶν πεφυκότων ἐν σπουδαίοις τε γίγνεσθαι καὶ φαύλοις. Εὐψυχίαν δὲ ἐπιστήμην· ψυχῆς παρεχομένης ἑαυτὴν ἀήττητον. Φιλοπονίαν δὲ ἐπιστήμην ἐξεργαστικὴν τοῦ προκειμένου, οὐ κωλυομένην διὰ πόνου. Εὐσέβειαν δὲ ἐπιστήμην θεῶν θεραπείας. Χρηστότητα δὲ ἐπιστήμην εὐποιητικήν. Εὐκοινωνησίαν δὲ ἐπιστήμην ἰσότητος ἐν κοινωνίᾳ. Εὐσυναλλαξίαν δὲ ἐπιστήμην ἐν τῷ συναλλάττειν ἀμέμπτως τοῖς πλησίον. Πασῶν δὲ τούτων τῶν ἀρετῶν τὸ τέλος εἶναι, τὸ ἀκολούθως τῇ φύσει ζῆν. Ἑκάστην δὲ τούτου διὰ τῶν ἰδίων παρέχεσθαι τυγχάνοντα τὸν ἄνθρωπον. Ἔχειν γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως, καὶ πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν, καὶ πρὸς τὴν τῶν ὁρμῶν εὐστάθειαν, καὶ πρὸς τὰς ὑπομονάς, καὶ πρὸς τὰς ἀπονεμήσεις κατὰ τὸ σύμφωνον, Καὶ τὸ ἑξῆς ἑκάστη τῶν ἀρετῶν πράττουσα παρέχεται τὸν ἄνθρωπον ἀκολούθως τῇ φύσει ζῶντα. Ταύτας μὲν οὖν τὰς ῥηθείσας ἀρετὰς τελείας εἶναι λέγουσι περὶ τὸν βίον, καὶ συνεστηκέναι ἐκ θεωρημάτων· ἄλλας δὲ ἐπιγίγνεσθαι ταύταις, οὐκ ἔτι τέχνας οὔσας, ἀλλὰ δυνάμεις τινάς, ἐπὶ τῆς ἀσκήσεως περιγιγνομένας, οἷον τὴν ὑγίειαν τῆς ψυχῆς, καὶ τὴν ἀρτιότητα, καὶ τὴν ἰσχὺν αὐτῆς, καὶ τὸ κάλλος. Ὥσπερ γὰρ τὴν τοῦ σώματος ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ ὑγρῶν, οὕτω καὶ τὴν τῆς ψυχῆς ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῇ ψυχῇ δογμάτων. Καὶ ὁμοίως ὥσπερ ἡ ἰσχὺς τοῦ σώματος τόνος ἐστὶν ἱκανὸς ἐν νεύροις, οὕτω καὶ ἡ τῆς ψυχῆς ἰσχὺς τόνος ἐστὶν ἱκανὸς ἐν τῷ κρίνειν καὶ πράττειν καὶ μή. Ὥσπερ τε τὸ κάλλος τοῦ σώματός ἐστι συμμετρία τῶν μελῶν καθιστάντων αὐτὸ πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον, οὕτω καὶ τὸ τῆς ψυχῆς κάλλος ἐστὶ συμμετρία τοῦ λόγου καὶ τῶν μελῶν αὐτοῦ πρὸς τὸ ὅλον τε αὐτοῦ καὶ πρὸς ἄλληλα. Πάσας δὲ τὰς ἀρετάς, ὅσαι ἐπιστῆμαί εἰσι καὶ τέχναι, κοινά τε θεωρήματα ἔχειν, καὶ τέλος, ὡς εἴρηται, τὸ αὐτό, διὸ καὶ ἀχωρίστους εἶναι· τὸν γὰρ μίαν ἔχοντα πάσας ἔχειν, καὶ τὸν κατὰ μίαν πράττοντα, κατὰ πάσας πράττειν. Διαφέρειν δ’ ἀλλήλων καὶ τοῖς κεφαλαίοις. Φρονήσεως μὲν γὰρ εἶναι κεφάλαια τὸ μὲν θεωρεῖν καὶ πράττειν, ὃ ποιητέον, προηγουμένως. Κατὰ δὲ τὸν δεύτερον λόγον, τὸ θεωρεῖν καὶ ἃ δεῖ ἀπονέμειν, <pb facs="fragmentaphiloso02mulluoft_0174"/> χάριν τοῦ ἀδιαπτώτως πράττειν ὃ ποιητέον. Τῆς δὲ σωφροσύνης ἴδιον κεφάλαιόν ἐστι, τὸ παρέχεσθαι τὰς ὁρμὰς εὐσταθεῖς, καὶ θεωρεῖν αὐτὰς προηγουμένως· κατὰ δὲ τὸν δεύτερον λόγον, τὰ ὑπὸ τὰς ἄλλας ἀρετάς, ἕνεκα τοῦ ἀδιαπτώτως ἐν ταῖς ὁρμαῖς ἀναστρέφεσθαι. Καὶ ὁμοίως τὴν ἀνδρείαν προηγουμένως μὲν πᾶν ὃ δεῖ ὑπομένειν, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας. Καὶ τὴν δικαιοσύνην, προηγουμένως μὲν τὸ κατ’ ἀξίαν ἑκάστῳ σκοπεῖν, κατὰ δὲ τὸν δεύτερον λόγον καὶ τὰ λοιπά. Πάσας γὰρ τὰς ἀρετὰς τὰ πασῶν βλέπειν, καὶ τὰ ὑποτεταγμένα ἀλλήλοις. Ὅμοιον γὰρ ἔλεγεν εἶναι ὁ Παναίτιος τὸ συμβαῖνον ἐπὶ τῶν ἀρετῶν, ὡς εἰ πολλοῖς τοξόταις εἷς σκοπὸς εἴη κείμενος, ἔχοι δ’ οὗτος ἐν αὐτῷ γραμμὰς διαφόρους τοῖς χρώμασιν· εἶθ’ ἕκαστος μὲν στοχάζοιτο τοῦ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ὁ μὲν διὰ τὸ τοξεῦσαι εἰς τὴν λευκὴν εἰ τύχοι γραμμήν, ὁ δὲ διὰ τὸ εἰς τὴν μέλαιναν, ἄλλος δὲ διὰ τὸ εἰς ἄλλο τι χρῶμα γραμμῆς· καθάπερ γὰρ τούτους ὡς μὲν ἀνωτάτω τέλος ποιεῖσθαι τὸ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ἄλλον κατ’ ἄλλον τρόπον προτίθεσθαι τὴν τεῦξιν, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀρετὰς πάσας ποιεῖσθαι μὲν τέλος τὸ εὐδαιμονεῖν, ὅ ἐστι κείμενον ἐν τῷ ζῆν ὁμολογουμένως τῇ φύσει, τούτου δ’ ἄλλον κατ’ ἄλλην τυγχάνειν. Διττῶς δέ. φησιν ὁ Διογένης λέγεσθαι τὰ δι’ αὑτὰ αἱρετά, καὶ τελικῶς αἱρετά, ὡς ἔχει τὰ μὲν ἐν τῇ προειρημένῃ διαιρέσει κατατεταγμένα, τὰ δὲ ὅσα ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν τοῦ αἱρετὰ εἶναι, ὅπερ παντὶ ἀγαθῷ ὑπάρχει.</p></div></div></div></body></text></TEI>