Περὶ δὲ τῶν ἠθικῶν ἑξῆς ποιήσομαι τὸν ὑπομνηματισμόν, τὰ κεφάλαια τῶν ἀναγκαίων δογμάτων ἀναλαβών. Ἄρξομαι δ’ ἐντεῦθεν. Ταῦτ’ εἶναί φησιν ὁ Ζήνων, ὅσα οὐσίας μετέχει· τῶν δ’ ὄντων τὰ μὲν εἶναι ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ ἀδιάφορα. Ἀγαθὰ μὲν τὰ τοιαῦτα· φρόνησιν, δικαιοσύνην, σωφροσύνην, ἀνδρείαν, καὶ πᾶν ὅ ἐστιν ἀρετὴ ἢ μετέχον ἀρετῆς· κακὰ δὲ τὰ τοιαῦτα· ἀφροσύνην, ἀκολασίαν, δειλίαν, ἀδικίαν, καὶ πᾶν ὅ ἐστι κακία ἢ μετέχον κακίας· ἀδιάφορα δὲ τὰ τοιαῦτα· ζωήν, θάνατον, δόξαν, ἀδοξίαν, πόνον, ἡδονήν, πλοῦτον, πενίαν, νόσον, ὑγίειαν, καὶ τὰ τούτοις ὅμοια. Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι ἀρετάς, τὰ δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην καὶ ἀνδρείαν ἀρετάς· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ θάρσος καὶ βούλησιν καὶ τὰ παραπλήσια οὐκ εἶναι ἀρετάς. Τῶν δ’ ἀρετῶν τὰς μὲν ἐπιστήμας τινῶν καὶ τέχνας, τὰς δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐπιστήμας εἶναί τινων καὶ τέχνας· μεγαλοψυχίαν δὲ καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς οὔτ’ ἐπιστήμας εἶναί τινων οὔτε τέχνας. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι κακίας, τὰ δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν καὶ μικροψυχίαν καὶ ἀδυναμίαν κακίας εἶναι· λύπην δὲ καὶ φόβον καὶ τὰ παραπλήσια οὐκ εἶναι κακίας. Τῶν δὲ κακιῶν τὰς μὲν εἶναι ἀγνοίας τινῶν, καὶ ἀτεχνίας, τὰς δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν ἀγνοίας εἶναί τινῶν καὶ ἀτεχνίας· μικροψυχίαν δὲ καὶ ἀδυναμίαν, οὔτε ἀγνοίας τινῶν οὔτε ἀτεχνίας. Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν πᾶσι τοῖς φρονίμοις ὑπάρχειν, καὶ ἀεί, τὰ δὲ οὔ. Ἀρετὴν μὲν οὖν πᾶσαν καὶ φρονίμην αἴσθησιν, καὶ φρονίμην ὁρμήν, καὶ τὰ ὅμοια πᾶσι τοῖς φρονίμοις ὑπάρχειν, καὶ ἐν παντὶ καιρῷ· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ φρονίμην περιπάτησιν, οὔτε πᾶσι τοῖς φρονίμοις ὑπάρχειν, οὔτ’ ἀεί. Ἀνάλογον δὲ καὶ τῶν κακῶν, τὰ μὲν πᾶσι τοῖς ἄφροσιν ὑπάρχει καὶ ἀεί, τὰ δ’ οὔ. Κακίαν μὲν οὖν πᾶσαν, καὶ ἄφρονα αἴσθησιν, καὶ ἄφρονα ὁρμήν, καὶ τὰ παραπλήσια, πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν καὶ ἀεί· λύπην δὲ καὶ φόβον καὶ ἄφρονα ἀπόκρισιν, οὔτε πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν, οὔτε παντὶ καιρῷ. Πάντα δὲ τἀγαθὰ ὠφέλιμα εἶναι καὶ χρηστά, καὶ συμφέροντα καὶ λυσιτελῆ, καὶ σπουδαῖα καὶ πρέποντα καὶ καλὰ καὶ οἰκεῖα· τὰ δὲ κακὰ ἐκ τῶν ἐναντίων πάντα βλαβερὰ καὶ δύσχρηστα καὶ ἀσύμφορα καὶ ἀλυσιτελῆ, καὶ φαῦλα καὶ ἀνοίκεια καὶ ἀπρεπῆ καὶ αἰσχρά. Τὸ δ’ ἀγαθὸν λέγεσθαί φασι πλεοναχῶς, τὸ μὲν πρῶτον, οἷον πηγῆς ἔχον χώραν, ὅπερ οὕτως ἀποδεδόσθαι, ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι, (τὸ δὲ πρῶτον εἶναι αἴτιον,) ἢ ὑφ’ οὗ· τὸ δεύτερον, καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· κοινότατον δὲ καὶ ἐπιδιατεῖνον καὶ ἐπὶ τὰ προειρημένα, τὸ οἷόν τε ὠφελεῖν. Ὁμοίως δὲ καὶ τὸ κακὸν κατὰ τὴν τῶν ἀγαθῶν ἀναλογίαν ὑπογράφεσθαι. Τὸ μὲν οὖν ἀφ’ οὗ συμβαίνει βλάπτεσθαι ἢ ὑφ’ οὗ· τὸ δὲ καθ’ ὃ συμβαίνει βλάπτεσθαι· κοινότερον δὲ τούτων τὸ οἷόν τε βλάπτειν. Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τὰς ἀρετὰς καὶ σπουδαίας ἕξεις, καὶ καθόλου τὰς ἐπαινετὰς ἐνεργείας· ἐκτὸς δὲ τούς τε φίλους καὶ τοὺς γνωρίμους καὶ τὰ παραπλήσια· οὔτε δὲ περὶ ψυχὴν οὔτ’ ἐκτός, τοὺς σπουδαίους καὶ καθόλου τοὺς τὰς ἀρετὰς ἔχοντας. Ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τάς τε κακίας σὺν ταῖς μοχθηραῖς ἕξεσι, καὶ καθόλου τὰς ψεκτὰς ἐνεργείας· ἐκτὸς δὲ τοὺς ἐχθροὺς σὺν τοῖς εἴδεσιν· οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτὸς τοὺς φαύλους καὶ πάντας τοὺς τὰς κακίας ἔχοντας. Τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν εἶναι ἕξεις, τὰ δὲ διαθέσεις, τὰ δὲ ἕξεις μὲν διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. Διαθέσεις μέν, τὰς ἀρετὰς πάσας, ἕξεις δὲ μόνον καὶ οὐ διαθέσεις, τὰ ἐπιτηδεύματα, ὡς τὴν μαντικήν, καὶ τὰ παραπλήσια· οὔτε δὲ ἕξεις οὔτε διαθέσεις, τὰς κατ’ αὐτὰς ἐνεργείας, οἷον φρόνησιν, καὶ τὴν τῆς σωφροσύνης κτῆσιν καὶ τὰ παραπλήσια. Ὁμοίως δὲ καὶ τῶν περὶ ψυχὴν κακῶν τὰ μὲν εἶναι ἕξεις τὰ δὲ διαθέσεις, τὰ δ’ ἕξεις μὲν διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. Διαθέσεις μὲν τὰς κακίας πάσας, ἕξεις δὲ μόνον τάς γ’ εὐκαταφορίας, οἷον τὴν φθονερίαν, τὴν ἐπιλυπίαν καὶ τὰ ὅμοια, καὶ ἔτι τὰ νοσήματα καὶ ἀῤῥωστήματα, οἷον φιλαργυρίαν, οἰνοφλυγίαν καὶ τὰ παραπλήσια. Οὔθ’ ἕξεις οὔτε διαθέσεις τὰς κατὰ κακίας ἐνεργείας, οἷον ἀφρόνευσιν, ἀδίκευσιν, καὶ τὰ ταύταις παραπλήσια. Τῶν τε ἀγαθῶν τὰ μὲν εἶναι τελικὰ τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν φρόνιμος ἄνθρωπος καὶ ὁ φίλος ποιητικὰ μόνον ἐστὶν ἀγαθά· χαρὰ δὲ καὶ εὐφροσύνη καὶ θάρσος, καὶ φρονίμη περιπάτησις, τελικὰ μόνον ἐστὶν ἀγαθά· αἱ δ’ ἀρεταὶ πᾶσαι καὶ ποιητικά ἐστιν ἀγαθὰ καὶ τελικά, καὶ γὰρ ἀπογεννῶσι τὴν εὐδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμενα. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μέν ἐστι ποιητικὰ τῆς κακοδαιμονίας, τὰ δὲ τελικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν ἄφρων ἄνθρωπος καὶ ὁ ἐχθρὸς ποιητικὰ μόνον ἐστὶ κακά, λύπη δὲ καὶ φόβος καὶ κλοπὴ καὶ ἄφρων ἐρώτησις καὶ τὰ ὅμοια τελικά· αἱ δὲ κακίαι καὶ ποιητικὰ καὶ τελικά ἐστι κακά· ἀπογεννῶσι γὰρ τὴν κακοδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμενα.