Ἀριστοτέλης τὴν μὲν τριάδα τῶν ἀγαθῶν καὐτὸς ὁμοίως Πλάτωνι κατὰ τοὺς τόπους. Ἔτι τῶν ἀγαθῶν τὰ μέν ἐστι δι’ ἑαυτὰ αἱρετά, τὰ δὲ δι’ ἕτερα. Δι’ ἑαυτὰ μὲν οὖν ἐστιν αἱρετά, ὅσα πρὸς τὴν αἵρεσιν αὑτῶν οὐ δι’ ἄλλο τι κινεῖ ἢ προτρέπεται· τοιαῦτα δ’ ἐστὶν οἷον εὐδαιμονία, καὶ τὸ γένος τῶν ἀρετῶν καὶ τὰ σωματικὰ τῶν κατὰ φύσιν, ὑγίεια, εὐεξία, εὐαισθησία, κάλλος, τάχος, ἀρτιότης, ἰσχύς, τὰ παραπλήσια τούτοις, καὶ τῶν σωματικῶν ἡδοναί, αἱ μηδεμίαν βλάβην ἐπιφέρουσαι. Ταῦτα γὰρ ὁ νοῦν ἔχων ἕλοιτ’ ἂν αὐτά, κἂν μηδὲν ἄλλο κεχωρισμένον αὐτῶν περιποιῇ. Δι’ ἄλλα δ’ ἐστὶν αἱρετά, τὰ δι’ ἕτερόν τι κεχωρισμένον αὐτῶν προκαλούμενα πρὸς τὴν αἵρεσιν, περίπατος, γυμνασία, μάθησις, ἀνάγνωσις, ἰατρεῖαι, θεραπεῖαι, τροφαί, σκέπαι. Τούτων γὰρ οὐδὲν δι’ αὑτὸ ληπτόν, κατὰ δὲ τὴν ἀναφορὰν τὴν ἐφ’ ἃ παρέχεται.