Ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι· καὶ οὗ πάντ’ ἐφίεται τὰ λόγον ἔχοντα προηγουμένως· καὶ ὃ ἤτοι κατὰ φύσιν ἐστίν, ἢ ποιητικὸν τοῦ κατὰ φύσιν· καὶ τὸ ὀρεκτικὸν κατὰ φύσιν· καὶ τὸ κινητικὸν τῆς κατὰ φύσιν ἐχούσης ὀρέξεως, καὶ καθ’ ὃ ἕκαστον εὖ ἔχει ὅσον ἐπὶ τῇ ἐκείνου παρουσίᾳ, ἢ ποιητικόν ἐστι τοῦ τοιούτου· καὶ ὃ ἤτοι δι’ αὑτό ἐστιν αἱρετόν, ἢ ποιητικὸν τοῦ αἱρετοῦ· καὶ ὃ ἤτοι εὐδαιμονία ἐστίν, ἢ συμβαλλόμενον πρὸς εὐδαιμονίαν· καὶ καθάπερ Στράτων, τὸ τελειοῦν τὴν δύναμιν, δι’ ἧς τῆς ἐνεργείας τυγχάνομεν· καὶ τὸ σωστικὸν τῆς ἑκάστου οὐσίας, καθὸ κρατήσει τῶν μερῶν τὰ μετέχοντα τῆς τοιαύτης δυνάμεως, καὶ πολλαχῶς ἄλλως. Πλάτων δὲ τοιαύτῃ χρῆται διαιρέσει, θήσω δὲ κατὰ λέξιν ἐκ τοῦ πρώτου τῶν Νόμων, καὶ διὰ τὸ κάλλος τῆς φράσεως, καὶ διὰ τὴν σαφήνειαν. Διττὰ δ’ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα, ἤρτηται δ’ ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν δέχηταί τις τὰ μείζονα, παρίστασθαι καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα, ὧν ἡγεῖται μὲν ὑγίεια· κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχύς, εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος, οὐ τυφλός; ἀλλ’ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει. Ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις· δεύτερον δὲ μετὰ νοῦν σώφρων ψυχῆς ἕξις· ἐκ δὲ τούτῳν μετ’ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον ἀνδρεία. Ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. Ἔτι καὶ τοῦτον ἐνδιαστέλλομαι τὸν τρόπον· Πλάτων πολύφωνος ὤν, οὐχ ὥς τινες οἴονται πολύδοξος, πολλαχῶς διήρηται τἀγαθόν. Διχῶς μὲν τῷ γένει τῶν ἀγαθῶν· τὰ μὲν θεῖα, τὰ δ’ ἀνθρώπινα· θεῖα μὲν τὰς περὶ τὴν ψυχὴν ἀρετὰς λέγων, ἀνθρώπινα δὲ τὰς περὶ τὸ σωματικὸν μέρος εὐεξίας, καὶ τὰς ἀπὸ τῶν ἐκτὸς λεγομένων εὐπορίας. Τριχῶς δὲ τοῖς τόποις· τῶν γὰρ ἀγαθῶν τὰ μὲν περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐν τοῖς ἐκτός, ἃ ἀρετὰς εἴποις ἂν καὶ εὐπορίας καὶ εὐεξίας. Πενταχῶς δὲ τοῖς εἴδεσι· πρῶτον μὲν γὰρ τἀγαθὸν τὴν ἰδέαν αὐτὴν ἀποφαίνεται, ὅπερ ἐστὶ θεῖον καὶ χωριστόν· δεύτερον δὲ τὸ ἐκ φρονήσεως καὶ ἡδονῆς σύνθετον, ὅπερ ἐνίοις δοκεῖ κατ’ αὐτὸ εἶναι τέλος τῆς ἀνθρωπίνης ζωῆς· τρίτον αὐτὴν καθ’ αὑτὴν τὴν φρόνησιν· τέταρτον τὸ ἐκ τῶν ἐπιστημῶν καὶ τεχνῶν σύνθετον· πέμπτον αὐτὴν καθ’ αὑτὴν τὴν ἡδονήν. Ταύταις κέχρηται ταῖς διαστολαῖς ἐν τῷ πρώτῳ τῶν Νόμων, μάλιστα κἀν τῷ Φιλήβῳ. Ἄλλως· Μόνον μὲν τὸ καλὸν ἀγαθόν, καθότι τῶν ὄντων οὐδὲν ἀγαθόν, εἰ μὴ μεταλάβοι τῆς ἀρετῆς, ὥσπερ ὁ δαλὸς καὶ ὁ σίδηρος τοῦ πυρός, οὗ χωρὶς οὐδὲ ἁπλῶς θερμόν. Μετὰ δ’ ἄλλων ἀγαθῶν, τῶν τριῶν γενῶν, ὅτι μετείληφεν αὐτοῦ τὰ δύο, τὰ σωματικὰ σὺν τοῖς ἐκτός. Ὡς γὰρ τῆς σελήνης ἀφώτιστος μὲν ἡ οὐσία καθ’ αὑτήν, μεταλήψει δὲ τῆς ἡλιακῆς αὐγῆς φωτίζεται, οὕτως οὐδὲν ὃ μὴ μετέχει τῆς ἀρετῆς, ἀγαθόν. Τοῖς γὰρ ἀνθρωπίνοις τὸ δύνασθαι ὠφελεῖν ἐκ τῶν θείων πάρεστιν.