<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="11"><p rend="indent">Δημόκριτος καὶ Πλάτων κοινῶς ἐν τῇ ψυχῇ τὴν εὐδαιμονίαν τίθενται. Γέγραφε δ’ ὁ μὲν οὕτως· Εὐδαιμονίη ψυχῆς καὶ κακοδαιμονίη οὐκ ἐν βοσκήμασι οἰκέει, οὐδ’ ἐν χρυσῷ, ψυχὴ δ’ οἰκητήριον δαίμονος· τὴν δὲ εὐθυμίην καὶ εὐεστὼ καὶ ἁρμονίην, ξυμμετρίην τε καὶ ἀταραξίην καλεῖ· συνίστασθαι δ’ αὐτὴν ἐκ τοῦ διορισμοῦ καὶ τῆς διακρίσεως τῶν ἡδονῶν· καὶ τοῦτ’ εἶναι τὸ κάλλιστον καὶ τὸ συμφορώτατον ἀνθρώποις. Ὁ δὲ Πλάτων τῷ Δημοκρίτῳ κατὰ ταὐτὸ συνᾴδων, γράφει περὶ τοῦ κυριωτάτου τοῦ ἐν ἡμῖν δεῖν ὑπολαβεῖν ὡς ἄρ’ αὐτὸ δαίμονα ἡμῖν δέδωκεν [ὁ θεός], ὅθεν καὶ ἐν αὐτῷ τὸ εὔδαιμον· λέγει δὲ τοῦτ’ ἐν τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἕξιν τινὰ ποιὰν καὶ διάθεσιν· τούτου δὲ τἀγαθοῦ τὰ μὲν πάθη κατάρχειν, ὅρον δὲ καὶ πέρας εἶναι τὸν λογισμόν. Ἀκούειν γοῦν πάρεστι· δύο γὰρ αὗται φύσει πηγαὶ μεθεῖνται ῥεῖν, ἡδονὴ καὶ λύπη, ὧν ὁ μὲν ὅθεν τε δεῖ, καὶ ὅπη, καὶ ὅπως ἀρυτόμενος εὐδαιμονεῖ, ὁ δὲ μή, τοὐναντίον. Ἐν μὲν τοίνυν τῷ τὴν ἡδονὴν καὶ τὴν λύπην ὀνομάσαι, τὴν ἀπὸ τῶν παθῶν συνίστησι τῆς εὐδαιμονίας ἀρχήν· ἐν δὲ τῷ τὸν ἀρυτόμενον ὅθεν τε δεῖ, καὶ ὅπη, καὶ ὅπως, εὐδαιμονεῖν, τὸ τῷ λογικῷ διοριστικὸν εἴρηκε τῆς εὐδαιμονίας. Κατὰ τοῦτο μὲν οὖν ἀλλήλοις συμφέρονται· καθὰ δὲ Πλάτων μὲν ἐν τῇ εὐλογιστίᾳ τίθεται τὸ προηγούμενον ἀγαθόν, καὶ δι’ αὑτὸ αἱρετόν, ἐν δὲ τῇ ἡδονῇ τὸ ἐπιγεννηματικόν, ὅπερ οἴεται καὐτὸς εἶναι χαράν τε καὶ ἀταραξίαν συνωνύμως, ἐξ ἐπακολουθήματος διαφέρουσιν.</p></div></div></div></body></text></TEI>