<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1" n="3"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0529.tlg002.1st1K-grc1:3" n="10"><p rend="indent">Ἀριστοτέλης χρῆσιν ἀρετῆς τελείας ἐν προηγουμένοις. Ἡ μὲν οὖν χρῆσίς ἐστι πλέον τῆς κτήσεως· ἐνέργειαν γὰρ εἶναι βούλεται τὴν εὐδαιμονίαν καὶ τὸ τέλος ἡμέτερον. Ἡ δ’ ἀρετὴ ἕξις ἡ βελτίστη ψυχῆς· τελεία δὲ τριχῶς, καὶ γὰρ σύνθετος ἐκ τῶν θεωρητικῶν καὶ πρακτικῶν καὶ ἠθικῶν· τρία γὰρ ὑποτίθεται γένη, ἃ ἂν εἴποις ἀρετῆς κατὰ σύνθεσιν, καὶ ἐκ τῶν οἰκείων δυνάμεων συμπεπληρωμένης, φύσεως, λόγου, ἔθους. Ταύτῃ κατ’ ἀριθμὸν ἐρεῖ τις, ἢ καὶ κατὰ συμφωνίαν τοῦ λογικοῦ μέρους πρὸς τἄλογον τῆς ψυχῆς, περὶ ὧν ὑποβὰς διαρθρώσω. Πολλαχῶς δ’ ἔξεστι τὴν εὐδαιμονίαν ὁρίζεσθαι. κατ’ αὐτόν, οἷον ἐνέργειαν κατ’ ἀρετὴν τελείαν, ἐν βίῳ τελείῳ προηγουμένην· <pb facs="fragmentaphiloso02mulluoft_0168"/> καὶ βίος καλὸς καὶ τέλειος προηγούμενος, καὶ τὸ πάντων σαφέστατον, χρῆσις ἀρετῆς τελείας ἐν βίῳ τελείῳ προηγουμένη. Βίῳ δὲ τελείῳ λέγει πρὸς τὴν διάστασιν τῆς χρήσεως τῶν ἀγαθῶν· προηγουμένην δέ, χάριν τοῦ τὴν χρῆσιν ἐν ἀγαθοῖς γίγνεσθαι, μὴ ἐν κακοῖς. Τοῦτο μὲν οὖν τέλος· τὸ δ’ αὐτὸ συνωνύμως εὐδαιμονία παρὰ Πλάτωνος μετενηνεγμένον. Σκοποὺς δ’ ὑποτίθεται τῆς ἐφέσεως τῶν ἀνθρωπίνων ὀρέξεων τρεῖς, τὸν τοῦ καλοῦ, τοῦ συμφέροντος, τοῦ ἡδέος. Καλὸν μὲν οὖν ἐστιν ἀρετή, καὶ τὸ μέτοχον τῆς ἀρετῆς, ὥσπερ αὐτὸς ὁ σπουδαῖος, καὶ τὸ ἀπ’ ἀρετῆς ἔργον, ὥστε ἀγαθόν, τὸ καλόν· καὶ τὸ ἐπαινετόν, καὶ τὸ παρέχον ἐπαινετούς. Συμφέρον δέ, τὸ πρὸς τὸ ζῆν εὔχρηστον· συμπαρατείνοι δ’ ἂν ἡ ἔννοια καὶ πρὸς τὸ εὖ ζῆν. Ταῦτα δ’ ἐστὶ τὰ κατὰ φύσιν ψυχῆς καὶ σώματος, περὶ ὧν προείρηται. Ἡδὺ δ’ ἐστὶν οἰκεῖον ψυχῆς καὶ σώματος πάθος, εἰς τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν ἀγωγόν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ ὡρίσατο. Ἀριστοτέλης ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Εὔδοξον τὸν ἀστρολόγον οἴεται τέλος δογματίζειν τὴν ἡδονήν.</p></div></div></div></body></text></TEI>