ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπʼ αὐτοὺς σηπομένης γνωσθήσεται ὅτι οὐκ εἰσὶν θεοί αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ. κρείσσων οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἶδωλα, ἔσται γὰρ μακράν ἀπὸ ὀνειδισμοῦ.