πῶς οὗν ἐκδεκτέον Β ἤ νομιστέον ὅτι εἰσὶν θεοί; Οδτε ἀπὸ κλεπτῶν οὕτε ἀπὸ λῃστῶν οὐ μὴ διαθώσιν, θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι· ὦν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὕτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν. ζώστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἡ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἤ οἱ ψευδεῖς θεοί ἡ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα ἤ οἱ ψευδεῖς θεοί, καὶ ξύλινος στύλος ἐν βασιλείοις ἤ οἱ ψευδεῖς θεοί ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοα εἰσιν. ῶὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ εὐοπτός ἐστιν· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ