<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1"><div type="textpart" subtype="verse" n="46"><p>φὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται
πολυχρόνιοι·</p></div><div type="textpart" subtype="verse" n="47"><p>πῶς τε δὴ μέλλει τὰ ὑπʼ αὐτῶν κατασκευασθέντα;
κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις.</p></div><div type="textpart" subtype="verse" n="48"><p>ὅταν γὰρ
ἐπέλθῃ ἐπʼ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ
ἱερεῖς ποῦ συναποκρυβῶσι μετʼ αὐτῶν.</p></div><div type="textpart" subtype="verse" n="49"><p>πῶς οὗν οὐκ ἔστιν αἰσθέσθαι
ὅτι οὐκ εἰσὶν θεοί, οἱ οδτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου οὕτε
ἐκ κακῶν;</p></div><div type="textpart" subtype="verse" n="50"><p>ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα
γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε
βασιλεῦσι φανερὸν ἔσται ὅτι οὐκ εἰσὶ θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων,
καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστίν.</p></div></div></body></text></TEI>