ὠρύονται δέ βοώντες ἐναντίον τῶν θεῶν αὐτῶν ώσπερ τινές ἐν περιδείπνῳ νεκροῦ. ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύσουσιν τὰς γυναίκας αὐτῶν καὶ τὰ παιδία· οδτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὕτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὕτε καταστῆσαι βασιλέα δύνανται οὕτε ἀφελέσθαι. ὁὡσαύτως οὕτε πλοῦτον οὐτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν· ἐκ θανάτου ἄνθρωπον οὐ μὴ όύσωνται, οὐτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται·