<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1"><div type="textpart" subtype="verse" n="26"><p>διὰ τό, μὴ ποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾿ αὐτῶν ἀνίστασθαι· μήτε <note type="marginal">B</note>
ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι᾿ ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ,
οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ἶσπερ νεκροῖς τὰ δώρα αὐτοῖς παρατίθεται.</p></div><div type="textpart" subtype="verse" n="27"><p>τὰς
δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως
δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι οὕτε πτωχῷ οὕτε ἀδυνάτῳ
μὴ μεταδώσιν·</p></div><div type="textpart" subtype="verse" n="28"><p>τῶυ θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼς ἄπτονται.
γνόντες οὗν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτοὺς.</p></div><div type="textpart" subtype="verse" n="29"><p>Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασιν θεοῖς
ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις·</p></div><div type="textpart" subtype="verse" n="30"><p>καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς
διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερραωγότας καὶ τὰς κεφαλὰς καὶ
τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν,</p></div></div></body></text></TEI>