διὰ τό, μὴ ποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾿ αὐτῶν ἀνίστασθαι· μήτε B ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι᾿ ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ἶσπερ νεκροῖς τὰ δώρα αὐτοῖς παρατίθεται. τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι οὕτε πτωχῷ οὕτε ἀδυνάτῳ μὴ μεταδώσιν· τῶυ θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼς ἄπτονται. γνόντες οὗν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτοὺς. Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις· καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερραωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν,